Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1758
https://www.proseyxi.com

Παρακλητικός κανών εις τον Όσιο Νήφωνα τον Νέο Κοινοβιάρχην   Empty Παρακλητικός κανών εις τον Όσιο Νήφωνα τον Νέο Κοινοβιάρχην

Σαβ Οκτ 20, 2012 7:37 am
Παρακλητικός κανών εις τον Αρτίως εκλάψαντα Όσιον και Θεοφόρον Πατέρα Νήφωνα τον Νέο Κοινοβιάρχην

Ποιήμα Δρος Χαραλάμπους Μ. Μπούσια
Παρακλητικός κανών εις τον Όσιο Νήφωνα τον Νέο Κοινοβιάρχην   Osios_11


Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, είσάκουσον της προσευχής μου, ένώτισαι την δέησίν μου έν τη άληθεία σου, είσάκουσον μου έν τη δικαιοσύνη σου. Και μή είσέλθης είς κρίσιν μετά τοϋ δούλου σου, δτι ού δικαιωθήσεται ενώπιον σου πας ζών. Ότι κατεδίωξεν ό εχθρός την ψυχήν μου έταπείνωσεν είς γήν τήν ζωήν μου. Έκάθισέ με έν σκοτεινοΐς, ώς νεκρούς αίώνος, και ήκηδίασεν έπ’ εμέ τό πνεύμα μου, έν έμοι έταράχθη ή καρδία μου. Έμνήσθην ήμερων άρχαίων, έμελέτησα έν πάσι τοις έργοις σου, έν ποιήμασι των χειρών σου έμελέτων. Διεπέτασα πρός σε τάς χείράς μου ή ψυχή μου ώς γη άνυδρός σοι. Ταχύ είσάκουσόν μου, Κύριε, έξέλιπε τό πνεΰμά μου. Μή άποστρέψης τό πρόσωπόν σου άπ’ έμοΰ, και όμοιωθήσομαι τοΐς καταβαίνουσιν είς λάκκον. Άκουστόν ποίησόν μοι τό πρωΐ τό έλεός σου, ότι έπΐ σοι ήλπισα. Γνώρισόν μοι, Κύριε, όδόν εν ή πορεύσομαι, ότι πρός σέ ήρα την ψυχήν μου. Έξελοΰ με έκ των εχθρών μου Κύριε, πρός σέ κατέφυγον δίδαξόν με τοΰ ποιεΐν τό θέλημά σου, ότι σύ εί ό Θεός μου. Τό Πνεΰμά σου τό άγαθόν οδηγήσει με έν γή ευθεία ενεκεν τοΰ ονόματος σου, Κύριε, ζήσεις με. Έν τή δικαιοσύνη σου, έξάξεις έκ θλίψεως την ψυχήν μου. Καί έν τω έλέει σου έξολοθρεύσεις τούς έχθρούς μου. Και άπολεΐς πάντας τούς θλίβοντας την ψυχήν μου, ότι έγώ δοΰλός σού εΐμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α'. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὀνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

και τά Τροπάρια

Ήχος δ’. Ο υψωθείς εν τω Σταυρώ.

Τῆς νήσου Χίου τὸν θειότατον γόνον, πνευματοφόρον οἰκιστὴν ὄρους Ἄθω, τῆς Ἰκαρίας σέμνωμα, τῆς Πάτμου πυρσόν, τῶν Λειψῶν κοσμήτορα καί Σκιάθου τὸ κλέος, Νήφωνα τὸν ὅσιον, εὐφημήσωμεν πόθω, ἀναβοῶντες• ῥῦσαι συμφορῶν, καὶ νοσημάτων, τοὺς σοὶ καταφεύγοντας.

Δόξα. Το αυτό. Και νυν. Θεοτοκίον.
Ου σιωιπήσομέν ποτέ Θεοτόκε, τας δυναστείας σου λαλείν οι ανάξιοι ειμή γαρ συ προΐστασο πρεσβεύουσα, τίς ημάς ερρύσατο εκ τοσούτων κινδύνων; τίς δε διεφύλαξεν έως νυν ελευθέρους; ουκ αποστώμεν Δέσποινα εκ σου, σους γαρ δούλους σώζεις αεί, εκ παντοίων δεινών.

Εἶτα ὁ Ν´ Ψαλμὸς
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς
Νήφων νέε ὅσιε, νήφειν ἀεὶ ἀξίωσόν με. Χαραλάμπη.


Ωδὴ α´. Ἦχος πλ. δ´. Ὑγρᾶν διοδεύσας.

Νεοφωτε λύχνε ἡσυχαστῶν, καί φέγγος πατέρων, Νήφων ὅσιε ἀσκητά, τοῦ βίου μου φώτισον τὰς τρίβους, ἵνα ὁδὸν διανύσω χρηστότητος.

Ἡλίου ἀκτίσι τοῦ νοητοῦ, λαμπόμενος Νήφων, σκοτομήνην μου τῶν παθῶν, πρεσβείαις σου λύσον φωτοφόροις, πρὸς τὸν φωτίζοντα πάντα τὰ πέρατα.

Φλεγόμενος οἴμοι ὑπὸ πυρὸς, παθῶν χαμαιζήλων δρόσισόν με σὲ δυσωπῶ, τῷ ὕδατι παρακλήσεών σου, πρὸς τὸν Χριστὸν μόνον σωζειν δυνάμενον.

Θεοτοκίον.
Ὡς μήτηρ φιλεύσπλαγχνος τοῦ Χριστοῦ, Παρθένε Μαρία, τῆς ψυχῆς μου τὸν μολυσμὸν ῥοαῖς τῶν ἄμετρων οἰκτιρμῶν σου, εὐλογημένη ταχὺ ἀποκάθαρον.


Ωδὴ γ´. Οὐρανίας ἁψίδος.
Νεαυγέστατον ἄστρον τῆς τοῦ Χριστοῦ πίστεως, Νήφων θαυμαστέ, ὁ δομήσας μάνδραν περιδοξον, τὴν τοῦ Εὐαγγελισμοῦ ἐν τῇ Σκιάθῳ, σκοτείαν ἀγνωσίας σκέδασον τῶν προστρεχόντων σοι.

Νῦν θερμῶς δυσωπῶ σε• ἀπὸ κακῶν, ὅσιε καὶ ἐπηρειῶν ψυχοκτόνων τοῦ πολεμήτορος ἁπάλλαξόν με ταχῦ τῷ ἀδιστάτῳ καρδίᾳ, πόνους σου γεραίροντι, Νήφων πρὸς θέωσιν.

Ἐπώδυνων ταχέως τὴν συνοχήν, ὅσιε, λύσον καί τῶν θλίψεων ζάλην παῦσον προσφυγῶν σου, ὡς δεδεγμένος πολλήν, παρὰ Ὑψίστου τὴν χάριν, Νήφων ἀξιάγαστε, Πνεύματος σκήνωμα.

Θεοτοκίον.
Εὐεργέτην τοῦ κόσμου, σωματικῶς τέξασα, τῶν σωματικῶν ἀλγηδόνων, Δέσποινα, ῥῦσαί με, καὶ τὴν στολήν μου ψυχῆς, ἐκ λογισμῶν ἀκαθάρτων, Μῆτερ ἀποκάθαρον, σοῦ τῇ χρηστότητι.


Χαρίτωσον, καὶ καταξίωσον νήφειν τοὺς σοὺς ἰκέτας, πνευματέμφορε ἀσκητά, σοφὲ Νήφων, ὅσιε, νεοφωτε φάρε τῆς εὐσέβειας.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπήν του σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β´. Πρεσβεία θερμή.

Πρεσβεύων Χριστῷ ἀπαύστως τῷ οἰκτίρμονι, μὴ παύσῃ, σεπτέ, ὑπὲρ τῶν εὐφημούντων σε, Νήφων, πάτερ ἰσάγγελε, τοῦ Αἰγαίου νήσων διάκοσμε, ἵνα τοῦ βίου πέλαγος καλῶς, οἱ σὲ ἀνυμνοῦντες διαπλεύσωμεν.


Ωδὴ δ´. Εἰσακήκοα, Κύριε.
Οἱ πιστῶς καταφεύγοντες, σοῦ τῇ προστασίᾳ πληροῦνται χάριτος, Νήφων, καὶ εὐχαριστήριον, ὕμνον ἐξυφαίνουσι σοὶ χαίροντες.

Σωτηρίαν ἑξαίτησαι καί ζωῆς ἀγήρω μετόχους ποίησον, Νήφων μάκαρ, τοῖς ἰκέταις σου, ἡσυχίας κόσμημα πολύτιμον.

Ἱερώτατον σκήνωμα προσευχῆς καὶ νήψεως, Νήφων πάνσοφε, νήφειν πάντας καταξίωσον τοὺς ἀνευφημοῦντάς σου τὰ σκάμματα.

Θεοτοκίον.
Εὐσυμπάθητε Δέσποινα, τὸν κυριευθέντα ὑπό του δαίμονος ἀπολύτρωσαι καὶ δεῖξόν μοι, μετανοίας τρίβον τὴν σωτήριον.


Ωδὴ ε´. Φώτισον ἡμᾶς.
Νήφων θαυμαστέ, τῆς μανίας τοῦ ἀλαστορος, καὶ δεινῶν δυσχερειῶν ῥῦσαι ἡμᾶς, καταφεύγοντας τῇ θείᾳ ἀντιλήψει σου.

Ἥμάρ μοι λαμπρόν, μετανοίας ἑξανάτειλον, τῷ ἐν σκότει ἀνομίας ζοφερῳ, Νήφων ἔνθεε ἱκέτη σου καθεύδοντι.

Φέγγει σῶν εὐχῶν, οὐρανόθεν Νήφων σκέδασον, τὴν σκοτόμαιναν κακότητος δεινῆς, κατ᾿ ἀνόμου πολιτείας μου, κραυγάζω σοι.

Θεοτοκίον.
Ἔπιδε ἡμῖν ἐκ τοῦ θρόνου Μητροπάρθενε, σοῦ Υἱοῦ προσδεχομένη τὰς λιτὰς τοῦ σοῦ δούλου καὶ παράσχου μοι τὰ πρόσφορα.


Ωδὴ στ´. Τὴν δέησιν, ἐκχεῶ.
Ἰσχύος με πλῆσον, Νήφων ὅσιε θριαμβεῦσαι τὸν μισόκαλον ὄφιν, ὁ τὰς αὐτοῦ πανουργίας συντρίψας σκληραγωγίᾳ νηστείᾳ καὶ δάκρυσιν ἐν τοῖς ἐσχατοις τοῖς καιροῖς, ἀσκητῶν τῶν ἀρχαίων ὁμόζηλε.

Νηφάλιε, ἄκακε, πραύτατε, καὶ σεμνὲ ἡσυχαστά, Νήφων μάκαρ, ἡσυχασμοῦ ὁ μεταλαμπαδεύσας, φῶς εἰς τὰς νήσους Αἰγαίου τοῦ Ἄθωνος, δεόμενος τοῦ Λυτρωτοῦ, ὑπὲρ πάντων μὴ παύση τιμώντων σε.

Ἀναστησον ἐκ βυθοῦ φαυλότητος, τοὺς πιστῶς ἀποζητοῦντας σὴν χάριν, δομῆτορ θεῖε μονῆς περιδόξου, ἐν τῇ Σκιάθῳ τῇ νήσῳ, θεόφιλε Νήφων, τοῦ Εὐαγγελισμοῦ, τῆς σεμνῆς καὶ πανάγνου θεόπαιδος.

Θεοτοκίον.
Ἐπίβλεψον, οὐρανόθεν, Δέσποινα, καὶ ἐπισκεψαί τοὺς σὲ ἀνυμνοῦντας, εὐλογημένη Παρθένε, Μαρία, ὡς ἀκαταίσχυντος πάντων ἀντίληψις, παραμυθία, βοηθὸς καὶ προστάτις ἀεὶ τῶν τιμώντων σε.

Χαρίτωσον, καὶ καταξίωσον νήφειν τοὺς σοὺς ἰκέτας, πνευματέμφορε ἀσκητά, σοφὲ Νήφων, ὅσιε, νεοφωτε φάρε τῆς εὐσέβειας.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἥμερων τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Κοντάκιον. Ἦχος β´. Τοῖς τῶν αἱμάτων σου.
Τῇ ἀντιλήψει σου Νήφων, προστρέχοντες δυσπραγιῶν καὶ κίνδυνων λυτρούμεθα καὶ θείας πληρούμεθα χάριτος καλῶς ἀνῦσαι τὸ στάδιον θλίψεων διόπερ ἐκθύμως ὑμνοῦμέν σε.


Προκείμενον: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στίχος: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ,
Εὐαγγέλιον κατὰ Λουκᾶν (κέφ. στ´ 17 33)
Καὶ καταβὰς μετ᾿ αὐτῶν ἔστη ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν,  καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο·  καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας.  Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ ἔλεγε· ακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ.  μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε.  Μακάριοί ἐστε ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσι καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου. Χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ· κατὰ τὰ αὐτὰ γὰρ ἐποίουν τοῖς προφήταις οἱ πατέρες αὐτῶν.  Πλὴν οὐαὶ ὑμῖν τοῖς πλουσίοις, ὅτι ἀπέχετε τὴν παράκλησιν ὑμῶν.  Οὐαὶ ὑμῖν οἱ ἐμπεπλησμένοι, ὅτι πεινάσετε. Οὐαὶ ὑμῖν οἱ γελῶντες νῦν, ὅτι πενθήσετε καὶ κλαύσετε.  Οὐαὶ ὅταν καλῶς ὑμᾶς εἴπωσι πάντες οἱ ἄνθρωποι· κατὰ τὰ αὐτὰ γὰρ ἐποίουν τοῖς ψευδοπροφήταις οἱ πατέρες αὐτῶν.  ᾿Αλλὰ ὑμῖν λέγω τοῖς ἀκούουσιν· ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς,  εὐλογεῖτε τοὺς καταρωμένους ὑμῖν, προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς.  Τῷ τύπτοντί σε ἐπὶ τὴν σιαγόνα πάρεχε καὶ τὴν ἄλλην, καὶ ἀπὸ τοῦ αἴροντός σου τὸ ἱμάτιον καὶ τὸν χιτῶνα μὴ κωλύσῃς.  Παντὶ δὲ τῷ αἰτοῦντί σε δίδου, καὶ ἀπὸ τοῦ αἴροντος τὰ σὰ μὴ ἀπαίτει.  Καὶ καθὼς θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς ὁμοίως.  Καὶ εἰ ἀγαπᾶτε τοὺς ἀγαπῶντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστί; Καὶ γὰρ οἱ ἁμαρτωλοὶ τοὺς ἀγαπῶντας αὐτοὺς ἀγαπῶσι.  Καὶ ἐὰν ἀγαθοποιῆτε τοὺς ἀγαθοποιοῦντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστί; Καὶ γὰρ οἱ ἁμαρτωλοὶ τὸ αὐτὸ ποιοῦσι.

Δόξα
Ταῖς τού Σου Ὁσίου πρεσβείαις, Ἐλεῆμον έξάλειψον τά πλήθη, των έμών εγκλημάτων.
Καὶ νῦν
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον έξάλειψον τά πλήθη, των έμών εγκλημάτων.

Ἦχος πλ. β´. Ὅλην ἀποθεμένοι.
Στίχος. Ἐλεῆμον, ἐλέησόν με, ὁ Θεός....

Βίον ἀκηλίδωτον, ἐν προσευχῇ ἀκτησίᾳ, νήψει καί ἀσκήσεως, πόνοις, Νήφων ὅσιε, πεπολίτευσαι, καί ζωῆς κρείττονος, ἤδη ἠξιώθης, ἡσυχίας ἐγκαλλώπισμα, κρηπὶς σεμνότητος, καὶ φιλανθρωπίας διάκοσμε διὸ παρακαλοῦμέν σε δέχου ἱκετῶν σου αἰτήματα, καί Χριστὸν δυσώπει, ἤμας ἐν εὐπραγία καί χαρὰ, καὶ ὁμονοίᾳ τὸ βρότειον, διανύειν στάδιον.

Σώσον ο Θεός τον λαόν σου…
Κύριε, έλέησον (12κις).

Ωδὴ ζ´. Οἱ ἐκ τῆς Ἰουδαίας.

Ἰατρεύων τὰς νόσους τῶν ψυχῶν καὶ σωμάτων μὴ παύση, ὅσιε, τῶν ἐπικαλουμένων τὸ θεῖον ὄνομά σου, Νήφων, πίστεως σέμνωμα, καί βάθρον νεοπαγὲς εὐχῆς καὶ ἡσυχίας.

Ἁγιάζεις ἀπαύστως τοὺς πιστῶς ἐκζητοῦντας τὴν θείαν χάριν σου, πνευματοφόρε Νήφων, ἐκβλάστημα τῆς Χίου εὐθαλὲς καί ἀνάστημα τοῦ Ἄθω πνευματικόν, ἁγιασμοῦ ὡς ρεῖθρον.

Ξύλου νῦν ἀπολαύων τῆς ζωῆς σὺν Ἄγγελοις ἐν θείοις δώμασι Χριστὸν ἀεὶ δυσώπει καὶ τοὺς προσφεύγοντάς σοι ἀξιῶσαι τῆς κρείττονος καί ἀενάου χαρᾶς τῆς ἐν τῷ πόλῳ Νήφων.

Θεοτοκίον.
Ἰατρὲ τῆς ψυχῆς μου τῆς δεινῶς ἀσθενούσης, Θεογεννήτρια, ἀποκρουσον μανίαν τὴν κατ᾿ ἐμοῦ τοῦ πλάνου βροτοκτόνου καί σῶσόν με, ἵνα ἐκ βάθους ψυχῆς ἀεὶ σὲ μεγαλύνω.


Ωδὴ η´. Τὸν Βασιλέα.
Ὡς ἡσυχίας πυρσὸν καὶ νήψεως φάρον σὲ ἀεί μεγαλύνοντες, Νήφων, τὰς πρὸς τὸν Δεσπότην αἰτούμεθα λιτᾶς σου.

Σκέδασον πάσαν ἐπιφορὰν τοῦ ἐχθίστου καὶ συγχώρησιν αἰτεῖ πταισμάτων, Νήφων, τοῖς ἐν πίστει σε ἀνυμνολογοῦσι.

Ὁδήγησόν με πρὸς ἀτραποὺς μετανοίας, ὁ σαφῶς ὁδηγήσας ἀζύγων, Νήφων, τὰς χορείας πρὸς δόμους σωτηρίας.

Θεοτοκίον.
Νῦν δυσωπῶ σε Θεοκυῆτορ Παρθένε, ἐκ δεινῶν νοσημάτων ἄτρωτους φύλαττε σοὺς δούλους, ἰάτειρα ὡς θεία.


Ωδὴ θ´. Κυρίως Θεοτόκον.
Μὴ παύση οὐρανόθεν πάντων προστατεύειν τῶν εὐφημούντων τὴν πάνσεπτον μνήμην σου, Ὁσίων κλέϊσμα, Νήφων, νέον της πίστεως.

Εἰρήνευσον τὸν βίον, Νήφων, σῶν προσφύγων τῶν ὡς βροτόν σε Ἰσάγγελον μέλποντα καὶ ζηλωτῶν ἡσυχίας θεοφορούμενον.

Χαρίτων σου τὸ πλῆθος, Νήφων, ἀνυμνοῦντες τὴν σὴν αἰτούμεθα θείαν ἀντίληψιν, ἣν δίδου πᾶσι τοῖς πόθω σὲ μακαρίζουσι.

Θεοτοκίον.
Μητράνανδρε Παρθένε, Νήφωνος πρεσβείαις παθῶν ὑπέρτερον δεῖξον τὸν δοῦλόν σου, ἵνα ὑμνῶ σὲ ἀπαύστως ὡς κόσμου σώτειραν.

’Αξιόν έστιν ώς αληθώς, μακαρίζειν σε τήν Θεοτόκον, τήν άειμακάριστον καί τταναμώμητον, καί μητέρα τοΰ Θεοΰ ήμών. Τήν τιμιωτέραν τών Χερουβείμ, καί ένδοξοτέραν, άσυγκρίτως τών Σεραφείμ, την άδιαφθόρως Θεόν Λόγον τεκοΰσαν, τήν όντως Θεοτόκον, σε μεγαλύνομεν.

και τα Μεγαλυνάρια.

Χαίροις, νήσου Χίου γόνος λαμπρός, σέμνωμα τοῦ Ἄθω, ἐγκαλλώπισμα τῆς Λειψοῦς, Σάμου, Ἰκαρίας, Σκιάθου τε καί Πάτμου, κοινοβιάρχα νέε, Νήφων μακάριε.

Πύργος εὐσέβειας νεοπαγὴς καί φανὸς σοφίας τῆς ἐνθέου νεολαμπῆς ὠφθης, Νήφων μάκαρ, ἡσυχαστῶν λαμπρότης καὶ ἀγωγῆς ἀρίστης στύλε νεοφωτε.

Χαίροις, εὐσυμπάθητε ἀσκητά, ὁ μονὴν δομήσας θείαν τοῦ Εὐαγγελισμοῦ τῆς ἁγνῆς Παρθένου ἐν νήσῳ τῆς Σκιάθου, πνευματοφόρε Νήφων, θεοειδέστατε.

Χαίροις, εὐσεβούντων ὁ ἀρωγός, Νήφων, καὶ προστάτης, τῶν σπευδόντων σοι ταπεινῶς, καὶ ἐκδεχομένων, ταῖς θείαις σου πρεσβείας, πρὸς τὸν Θεὸν τῶν ὅλων τὸν εὐσυμπάθητον.

Χαίρων ἠκολούθησας τῷ Χριστῷ, Νήφων δι᾿ ἀγώνων ἐγκρατείας καὶ προσευχῆς καὶ τὸν νοῦν καθάρας της τῶν παθῶν κηλίδος ἐλλάμψεως ἐπλήσθης θείας θεσπέσιε.

Εὐαγγελιστρίας σεπτῆς μονῆς, τῆς Σκιάθου, δεῦτε, τὸν δομήτορα εὐλαβῶς, Νήφωνα τὸν θεῖον, ὡς εὐσέβειας κέρας, καὶ νήψεως πυξίον, ἀνευφημήσωμεν.

Πάσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.


Ἀπολυτίκιον. Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον.
Ἀρετὴν τὸν ἀρτίως φιλοῦντα, νήφοντα καὶ τῶν πατέρων τῶν πάλαι ἀσκητικὴν ἀγωγὴν, τὸν ζηλοῦντα, θεῖον Νήφωνα, τιμήσωμεν, φάρον ὡς νήσων τηλαυγῆ, τοῦ Αἰγαίου ἀστραπαῖς, φωτίζοντα εὐσέβειας, ψυχᾶς τὰς ἐζοφωμένας, θερμᾶς αὐτοῦ λιτᾶς αἰτούμενοι.


Ἕτερον. Ἦχος α´. Τῆς ἐρήμου πολίτης.
Νήσου Χίου τὸν γόνον, ὄρους Ἄθωνος ἄνθισμα καὶ ἡδύπνουν νήσων Αἰγαίου ἄνθος ὑμνοις τιμήσωμεν, τὸν κτίτορα τοῦ Εὐαγγελισμοῦ μονῆς ἐν τῇ Σκιάθῳ τῆς λαμπρᾶς, θεῖον Νήφωνα, ἐκθύμως ὡς ἀσκητὴν θεοπνουν ἀνακράζοντες Δόξα, τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα, τῷ σὲ στεφανώσαντι, δόξα τῷ δεδοκότι σοὶ ἡμῖν πρέσβυν ἀκοίμητον.

Αγιος ό Θεός, Άγιος Ίσχυρός, Άγιος Αθάνατος, έλέησον ήμάς (τρίς).

Δόξα Πατρί, καί Υίώ, καί άγίω Πνευμάτι, καί νΰν, καί άεί, καί είς τούς αίώνας των αιώνων. Αμήν.

Παναγία Τριάς, έλέησον ήμάς. Κύριε, ίλάσθητι ταϊς άμαρτίαις ήμών. Δέσποτα, συγχώρήσον τάς άνομίας ήμϊν Άγιε, έπίσκεψαι καί ϊασαι τάς ασθενείας ήμών, ένεκεν του όνόματός σου.

Κύριε, έλέησον Κύριε, έλέησον• Κύριε, έλέησον.
Δόξα Πατρι, και Υιώ, και άγίω Πνεύματι, και νυν, και αεί, και εις τούς αιώνας των αιώνων. Αμήν.

Πατερ ημών ο εν τοις ουρανοις, αγιασθήτω τό όνομά σου. Έλθέτω ή βασιλεία σου• γενηθήτω τό θέλημά σου, ώς έν ούρανω, καί επί της γης. Τον άρτον ήμών τον έπιούσιον δός ήμϊν σήμερον και άφες ήμΐν τα όφειλήματα ήμών, ώς και ήμεΐς άφίεμεν τοΐς όφει- λέταις ήμών και μη είσενέγκης ήμάς είς πειρασμόν, αλλά ρϋσαι ήμάς από τού πονηρού.


Ἦχος β´. Ὀτε ἐκ τοῦ Ξύλου.
Ἔχων παῤῥησίαν πρὸς Θεόν, Νήφων, θεοείκελε πάτερ, ὡς νέος ἡσυχαστής, καί ἀλείπτης ἄριστος ἀζύγων, πρέσβευε περιστάσεων ῥύεσθαι, κίνδυνων, ἀνάγκης, βλάβης τὲ κακώσεως καὶ πάσης θλίψεως πάντας τοὺς προσφεύγοντας πίστει τῇ σῇ ἀντιλήψει, παμμάκαρ, ἵνα βίον ἤρεμον ἀνύσωμεν.

Δέσποινα, πρόσδεξαι τάς δεήσεις των δούλων σου, καί λύτρωσαι ημάς άπό  πάσης άνάγκης καί θλίψεως.

Τηv πασαν ελπίδα μου εις σε άνατίθημι, Μητερ τοϋ Θεοϋ, φύλαξόν με υπό την σκεπήν σου.


Δι’ ευχών..


Δίστιχον.
Δίδου σὴν χάριν, Νήφων κοινοβιάρχα,
Χαραλάμπει σπεύδοντα σῇ μεσιτείᾳ
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης