Μοιραστείτε
Πήγαινε κάτω
Γιώτα
Γιώτα
ΤeamOwner
ΤeamOwner
Αριθμός μηνυμάτων : 187

Παρακλητικός Κανών εις τον ΄Αγιον και ένδοξον Στέφανον Empty Παρακλητικός Κανών εις τον ΄Αγιον και ένδοξον Στέφανον

Την / Το Κυρ Δεκ 30, 2012 11:40 am
Φήμη μηνύματος : 100% (2 ψήφοι)
Παρακλητικός Κανών εις τον ΄Αγιον και ένδοξον Απόστολον του Χριστού Πρωτομάρτυρα και Αρχιδιάκονον Στέφανον

Επισκόπου Αργυρουπόλεως Σεραφείμ
Παρακλητικός Κανών εις τον ΄Αγιον και ένδοξον Στέφανον Stefan10


Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Είτα Τροπάριον.

Ήχος δ΄. Ο υψωθείς εν τω Σταυρώ.

Τον Πρωτομάρτυρα Χριστού δεύτε πάντες, οι συνεχόμενοι δειναίς ασθενείαις, ανευφημούντες κράξωμεν εκ βάθους ψυχής, Στέφανε Απόστολε, Αρχηγέ Διακόνων, πάσης ημάς λύτρωσαι, θλίψεως τε και νόσου, σαις πανιέροις και θερμαίς λιταίς, τους μετά πόθου αεί ευφημουντάς σε.

Δόξα. Και νυν. Θεοτόκιον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.


Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

και ο κανών, έχων Ακροστιχίδα εν τοις Θεοτόκιοις Σεραφείμ.

Ωδή α΄. Ήχος πλ. δ΄. Υγράν διοδεύσας.

Φρόνημα το πράον και ιλαρόν, φέρων του Σωτήρος, Πρωτομάρτυς ο θαυμαστός, είληφεν αθλήσεως το στέφος, λίθων βολάς υποστάς ιλαρότητι.

Στέφανε Μακάριε, ως το πριν, τους λιθάζοντας σε ,συνεχώρησας Αθλητά, ούτω τω σω δούλω των πταισμάτων, λιταίς σου θείαις την λύσιν μοι δώρησαι.

Ως εκλήθης, Στέφανε, αληθώς, προς επικουρίαν, Αποστόλων του Ιησού, ούτω την θερμήν σου προστασίαν, τω ταπεινώ σου οικέτη χορήγησον.

Θεοτόκιον.
Σου κενούται, Άχραντε, τη γαστρί Θεός ο τους κόλπους, μη κενώσας τους Πατρικούς. Τούτον ουν δυσώσει σωτηρίας, καταξιώσαι τους πίστει τιμώντας σε.


Ωδή γ΄. Συ ει το στερέωμα.
Παρθένος υπήρξας συ, και του Σωτήρος πιστός Διάκονος διο καμέ, Στέφανε Παμμάκαρ, παρθενεύειν ενίσχυσον.

Πέπτωκα ο δείλαιος, είς αμαρτίας εσχάτην χάρυβδιν διό προς σε, Στέφανε, ρυσθήναι, καταφεύγω δεόμενος.

Φώτισον ω Στέφανε, την ταπεινήν μου ψυχήν σου δέομαι, θείω φωτί, και παθών τον ζόφον, σαις πρεσβείαις απέλασον.

Θεοτόκιον.
Έφερες Πανύμνητε, τον αγεώργητον άσταχυν, εν ση γαστρί, τρέφοντα καρδίας, των πιστώς ανυμνούντων σε.


Ωδή δ΄. Εισακήκοα Κύριε.
Ως εδείχθης ο πρόβολος, Μάκαρ της αθλήσεως κτείνας Τύραννον, ούτω Στέφανε πολέμησον, τα δεινά μου πάθη ικετεύω σε.

Ως αστήρ λαμπρός, Στέφανε, τη Χριστού Γεννήσει συ συνεξέλαμψας την ψυχήν μου ουν τοις πταίσμασι, σκοτισθείσαν, Μάκαρ, φωταγώγησον.

Ως Εβραίων ημαύρωσας, πάσαν την δυσσέβειαν, Μάκαρ Στέφανε, ούτω δέομαι την έφοδον, των αιρετιζόντων καταπράυνον.

Θοετόκιον.
Ρύσαι, Κόρη Πανάσπιλε, η ανερμηνεύτως Θεόν, κυήσασα, απο πάσης περιστάσεως, νόσων και κινδύνων τον οικέτην σου.


Ωδή ε΄. Φώτισον ημάς.
Πράξεως, Χριστέ, μιαιοφόνου ημάς φύλλατε, αμετόχους και αξίωσον, της κληρουχίας του Πρωτάθλου τους υμνούντας σε.

Πρέσβευε Χριστώ, τω Σωτήρι, Μάκαρ Στέφανε, νόσων και κινδύνων ημάς τους δούλους σου, απαλλαγήναι οσημέραι δεομένους σου.

Πρώταθλε Χριστού, ως ηγίασας τα πέρατα, αίμασιν αγίοις σου ούτω δέομαι, τους σε τιμώντας ταις πρεσβείαις σου αγίασον.

Θεοτόκιον.
Άχραντε Αγνή, παρθενίας το κειμήλιον, ούσα πάντας ταις πρεσβείαις σου, τους σε τιμώντας παθενεύειν ενδυνάμωσον.


Ωδή ς΄. Άβυσσος αμαρτιών.
Πράον, Μάκαρ, τον Κριτήν, και ευίλατον γενέσθαι, δυσώπει εν τη μελλούση Κρίσει, ιλαρώ τε τω βλέμματι, επιδείν και επ’εμέ, όταν θελήση μου έρυνήσαι, λόγους και πράξεις και εννοίας τε.

Φως δεχθείς εν τη ψυχή, και σοφία κοσμηθείς Ουρανία, πάντας ημας δυσώπει, ιλαρώτατε Στέφανε, ειρηνεύειν και δεινών, νόσων ρυσθήναι τους σε τιμώντας, και φωτισθήναι την διάνοιαν.

Νέφεσιν αμαρτιών, και ομίχλη συσχεθείς των πταισμάτων, και των παθών τω ζόφω, καλυφθείς την διάνοιαν, πράξεις όντως μοχθηράς ήδη ετέλεσα αλλ’ω Μάκαρ Στέφανε, ρυσαί με πρεσβείαις σου.

Θεοτόκιον.
Φρίττων ο δειλαίος εγώ, την δευτέραν του Χριστού παρουσίαν, και δεδοικώς την κρίσιν, του Κρίτου την αδέκαστον, επί σοι τους οφθαλμούς έχων, Παρθένε, σωσόν με σώσον, κράζω εύσπλαγχνε.


Διάσωζε ταις ευσπροσδέκτοις πρεσβείαις σου, Πρωτομάρτυς, απο παντοίων κινδύνων και θλίψεων, τους γεραίροντας την αγίαν σου Μνήμην.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Αἴτησις και ευθύς το Κοντάκιον.
Ήχος β΄.Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.

Απόστολε Χριστού, Αρχηγέ Διακόνων, Πρωτομάρτυς σοφέ, των Μαρτύρων το βάθρον, ο Κόσμου τα πέρατα αγιάσας σοις αίμασι, και τοις θαύμασι ψυχάς ανθρώπων φωτίσας, ρύσαι παντοδαπών κακώσεων, τους τιμώντας σε, Πανεύφημε Στέφανε.


Και ευθύς το Προκείμενον. Ήχος δ΄.
Εις πάσαν την γην εξήλθεν ο φθόγγος αυτού, και εις τα πέρατα της οικουμένης τα ρήματα αυτού.
Στίχος. Οι ουρανοί διηγούνται δόξαν Θεού, ποίησιν δε χειρών αυτού αναγγέλει το στερέωμα.

Ευαγγέλιον. Εκ του κατά Ματθαίον.

Είπεν ο Κύριος την παραβολήν ταύτην. Άνθρωπος τις ην οικοδεσπότης, όστις εφύτευσεν αμπελώνα και φραγμόν αυτώ περιέθηκε και ώρυξεν εν αυτώ ληνόν και ωκοδόμησε πύργον, και εξέδοτο αυτόν γεωργοίς και απεδήμησεν. Ότε δε ήγγισεν ο καιρός των καρπών, απέστειλε τους δούλους αυτού προς τους γεωργούς λαβείν τους καρπούς αυτού. Και λαβόντες οι γεωργοί τους δούλους αυτού, ον μεν έδειραν, ον δε απέκτειναν, ον δε ελιθοβόλησαν. Πάλιν απέστειλεν άλλους δούλους πλειόντας των πρώτων, καιν εποίησαν αυτοίς ωσαύτως. Ύστερον δε απέστειλε προς αυτούς τον υιόν αυτού λέγων. Εντραπήσονται τον υιόν μου.Οι δε γεωργοί ιδόντες  τον υιόν, είπον εν αυτοίς. Ούτος έστιν ο κληρονόμος δευτε απεκτείνωμεν αυτόν και κατάσχωμεν την κληρονομίαν αυτού.Και λαβόντες αυτόν, εξέβαλον έξω του αμπελώνος, και απέκτειναν. Όταν ούν έλθη ο κύριος του αμπελώνος, τι ποιήσει τοις γεωργοίς εκείνοις. Λέγουσιν αυτώ Κακούς κακώς απολέσει αυτούς, και τον αμπελώνα εκδώσεται άλοις γεωργοίς, οίτινες αποδώσουσιν αυτώ τους καρπούς εν τοις καιροίς αυτών. Λέγει αυτοίς ο Ιησούς Ουδέποτε ανέγνωτε εν ταις Γραφαίς Λίθον ον απεδοκίμασαν οι οικοδομούντες, ούτος εγεννήθη εις κεφαλήν γωνίας παρά Κυρίου εγένετο αύτη, και έστι θαυμαστή εν οφθαλμοίς ημών.

Δόξα
Πρωτομάρτυς του Χριστού, Στέφανε θείε, πρέσβευε αυτώ ελεήσαι, τους την σην ένδοξον Μνήμην γεραίροντας.

Και νυν
Θεοτόκε η ελπίς των Ορθοδόξων, πρέσβευε Χριστώ, απαλλάξαι υων παθών, τους εις σε πίστει προστρέχοντας.


Στίχος Ελεήμον, ελέησον με Θεός....
Και το παρόν Προσόμοιον.
Ήχος πλ. β΄. Όλην αποθέμενοι.

Τον βίον μου άπαντα, ραθύμως όλων διάγων, τω τέρματι έφθασα, αυτού όλως άκαρπος, ο κατάκριτος, τν κακών πράξεων, επιφέρων μόνον, νυν φορτία τα δυσβάστακτα, α Υπεράγαθε, τω θείω ελέει σου καταμέρισον, βραβεύων μοι κατάνυξιν, και επιστροφήν την σωτηρίον,θείαις του Πρωτάθλου, λιταίς ταις ευπροσδέκτοις ο Θεός, ον εις πρεσβείαν προβάλλομαι, συν τη Κυησάση σε.

Σώσον ο Θεός τον λαόν σου

Ωδή ζ΄. Παίδες Εβραίων.

Οίκτειρον, Πρώταθλε, σον δούλον, ο Θεός τον Χριστόν ανακηρύξας και τω θείω φωτί λαμπρύνας την ψυχήν μου, της σκοτοδίνης ρυσαί με, των παθών σαις ικαισίαις.

Ρύσαι, ω Στέφανε Παμμάκαρ, συνεχομένον με πάσαις κακουχίαις, και δειναίς συμφοραίς, και πάθεσι κινδύνων, ταις προς Θεόν τον εύσπλαγχνον, ευπρόσδεκτοις σου πρεσβείαις.

Παύσον, ω Πρώταθλε τας νόσους, τυραννούσας δεινώς τον σον οικέτην, και μετάβαλε νυν, δεινότητα την τούτων, εις ευφροσύνην άληκτον, ταις θερμαίς σου ικεσίαις.

Θεοτόκιον.
Έπαινον γλώσσης εξ ανάγκου, τη Πανάγνω σοι προσφέρω, Θεοτόκε, εναγών λογισμών ρυσθήναι δυσωπών σε μολυσμού του σώματος, ω αμόλυντε Κυρία.


Ωδή η΄. Τον Βασιλέα.

Εκδαπανών εν φρικτή αμελεία τον εμόν, ω Στέφανε, βίον, τη ση καταφεύγω, ενθέρμω προστασία.

Τους οφθαλμούς μου ομβροτόκους νεφέλας,δείξον Στέφανε, πρεσβείαις σου θείαις, όπως υετίζω, ψυχήν μου την αυχμώδη.

Ημαρτηκώς υπέρ πάντας ανθρώπους, σοι προσέρχομαι, ω Στέγανε, σώσον, ταις σεπταίς λιταίς σου, ίνα σε μακαρίζω.

Θεοτόκιον.
Ιλέων Κόρη, ον εν αγκάλαις βαστάζεις, συ απέργασαι εμοί τω αθλίω, και τούτον δυσώπει, ρυσθήναι με πταισμάτων.


Ωδή θ΄. Κυρίως Θεοτόκον.
Στέφανε τρισμάκαρ, Ουρανοπολίτα, υπέρ ημών των σων δούλων ικέτευε, όπως ρυσθώμεν κινδύνων και περιστάσεων.

Συ τω Ουρανίω, θρόνω του Σωτήρος, ως παριστάμενος, Στέφανε Πρώταθλε, τους σε υμνούντας, λιταίς σου αεί περίσωζε.

Προσάγων τω Κυρίω, ύμνον εκδυσώπει, υπέρ οικέτου του σου, Μάκαρ Στέφανε όπως της δόξης της θείας, μέτοχος γένωμαι.

Θεοτόκιον.
Μαρία Θεοτόκε, σε υμνολογούμεν, ότι παντοίων κινδύνων λυτρούσαι ημάς, ταις μητρικαίς προς τον Τόκον, τον σον πρεσβείαις σου.


Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Πρέσβευε, ω Πρώταθλε, τω Χριστώ, υπέρ των τιμώντων την αγίαν σου εορτήν όπως των κινδύνων απαλλαγής τυχόντες, άπαντες σε εν πόθω αεί γεραίρομεν.

Στέφανε Απόστολε του Χριστού, Πρώτος Διακόνων αναδείχθης, και Αθλητών, η δόξα και βάθρον, και δικαίων ακρότης διο τους σε τιμώντας σώζε πρεσβείαις σου.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Το Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.


Εἶτα τά παρόντα Τροπάρια.
Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς....Δόξα....Κύριε, ἐλέησον ἡμᾶς....
Καὶ νῦν... Θεοτοκίον.Τῆς εὐσπλαγχνίας τὴν πύλην....

και το Τροπάριον. Ήχος δ΄.

Βασίλειον διάδημα εστέφθη ση κορυφή. Εξ άθλων, ων υπέμεινας υπέρ Χριστού του Θεού, Μαρτύρων Πρωτόαθλε. Συ γαρ την Ιουδαίων απελέγξας μανίαν, ειδές σου τον Σωτήρα, του Πατρός δεξιόθεν. Αυτόν οθν εκδυσώπει αεί υπέρ των ψυχών ημών.

Ο Ιερεύς μνημονεύει των υπέρ ων η Παράκλησις.

Εν τη Απολύσει, προσκυνούντες την αγίαν Εικόνα, ψάλλομεν το παρόν Προσόμοιον.

Ήχος β΄. Ότε εκ του ξύλου Σε νεκρόν.

Ρύσαι του ασβέστου με πυρός, σκότους εξωτέρου και άλλων, δεινλων και θλίψεων, πάσης ασθενείας τε, πάσης κακώσεως, ικετεύω σε Στέφανε, και τάξον μερίδι, τον αυτοκατάκριτον τοις παραπτώμασι, Μάκαρ, των Αγίων λιταίς σου, ένθα Ασωμάτων αι Τάξεις, ένθα η χαρά έστιν αιώνιος.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.


Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης