Πήγαινε κάτω
Γιώτα
Γιώτα
ΤeamOwner
ΤeamOwner
Αριθμός μηνυμάτων : 187

Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Γοργουπήκοον Empty Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Γοργουπήκοον

Δευ Δεκ 10, 2012 2:40 pm
Φήμη μηνύματος : 100% (1 ψήφοι)
Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Γοργουπήκοον


Ποίημα του εκ της Νάξου Νικοδήμου μοναχού του Διδασκάλου
Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Γοργουπήκοον 09_pan10

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ παρόντα Τροπάρια.

Ἦχος δ' Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τῆς Θεοτόκου τή εἰκόνι προσδράμωμεν, οἱ ἐν κινδύνω καί αὐτή νῦν προσπέσωμεν, ἀπό βαθέων κράζοντες καί πόνου ψυχῆς• Τάχος ἠμῶν ἄκουσον τῆς δεήσεως Κόρη, ὡς Γοργοϋπήκοος φερωνύμως κληθεῖσα, σύ γάρ ὑπάρχεις πρόμαχος ἠμῶν, καί ἐν ἀναγκαις, ἑτοίμη βοήθεια.

Δόξα. Ὄμοιον.
Τή Θεοτόκω ἐκτενῶς νῦν προσδράμωμεν, ἁμαρτωλοί καί ταπεινοί, καί προσπέσωμεν ἐν μετανοία, κράζοντες ἐκ βάθους ψυχῆς, Δέσποινα, βοήθησον ἐφ’ ἠμίν σπλαγχνισθεῖσα• σπεῦσον, ἀπολλύμεθα ὑπό πλήθους πτασιμάτων• μή ἀποστρέψης σούς δούλους κενούς, σέ γάρ καί μόνην ἐλπίδα κεκτήμεθα.

Καί νῦν.  Ὄμοιον.
Οὐ σιωπήσομεν πότε, Θεοτόκε, τά, δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι• εἰ μή γάρ σύ προίστασο πρεσβεύουσα, τίς ἠμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἔκ σού• σούς γάρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.


Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

καὶ ἀρχόμεϑα τοῦ Κανόνος

ᾨδὴ α’. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Θαυμάτων τῶν θείων Σου τήν πληθύν, καί τῶν τεραστίων, εὐφημῆσαι ρπιχειρῶν, Σού δέομαι Κόρη ἐκ καρδίας, Γοργοϋπήκοε χάριν παρασχου μοί.

Τίς οὐκ ἐκπλαγείη τῆς Σῆς Μορφῆς, τά θαύματα Κόρη, ἐκ γάρ ταύτης τῷ λειτουργῶ, Τραπέζης, ἐφώνησας τρισσάκις, Γοργοϋπήκοος ὅθεν ὠνόμασαι.

Πῶς Σου τό τεράστιον ἐξειπεῖν, δυνήσομαι Κόρη; Σύ γάρ πρώην τόν ἀπειθῆ, Μοναχόν ἀόμματον εἰργάσω, καί πάλιν τοῦτον κατέστησας βλέποντα.

Χαῖρε καί εὐφραίνου θεία Μονή, τοῦ Δοχειαρίου. Σύ γάρ ἔσχες τήν τοῦ παντός Κυρίαν καί προστάτιδα καί σκέπην καθάπερ Αὔτη σαφῶς ἐπηγγείλατο.


ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος
Τούς ἀτέκνους εὐτέκνους, Σύ Μαριάμ ἔδειξας καί τάς στειρευούσας μητέρας, Κόρη ἐποίησας, Γοργοϋπήκοε, εὐφραινομένας ἐν τέκνοις τίς οὐκ ἐξίσταται τά μεγαλεία Σου;

Βουλγαρία κηρύττει, τῆς Σῆς Μορφῆς θαύματα, ἤ Γοργοϋπήκοε Κόρη. Δύσις Ἐώα τέ κρήνη γάρ γέγονας, βλύζουσα χάριτας πάσι, τοῖς προσκαλουμένοις Σου, τό Θεῖον Ὄνομα.

Τοῦ καρκίνου τό πάθος, ἐκ τῆς χειρός ὀϊχεται τοῦ σεμνοῦ γυναίου Παρθένε, τή ἐπισκέψει Σουόθεν ἡ πάσχουσα, ἐκ τῆς ὀδύνης λυθεῖσα, χαίρουσα ἐκήρυττε τά χαριστήρια.

Θαυμαστῶς ὡραιώθη, ἡ Σή Εἰκών Παναγνέ, καί ὑπέρ ἀκτίνας ἡλίου, φωτίζει ἅπαντας Γοργοϋπήκοε, τίς οὔν αὐτήν ἐπενέσει, ἤν πέρ καί οἱ Ἄγγελοι, φόβω καλύπτουσιν;


Ἐπάκουσον, Γοργοϋπήκοε Κόρη Θεογεννῆτορ, τάς ἱκεσίας Παρθένε τῶν δούλων Σου, καί λύτρωσαι ἐκ παντοίων κινδύνων.

Ἀπέλασον, τῆς ἀθυμίας τά νέφη ἐκ τῆς ψυχῆς μου, καί χάριν ἁγνή τῷ Σῶ ἱκέτη παρασχου μοί, ὡς τῆς χαρᾶς τό δοχεῖον.


Αῖτησις. Καὶ το Κάθισμα
Ἦχος β΄ Τὰ ἄνω ζητῶν.

Πολέμοις Ἁγνή, πολλοῖς περικυκλούμενοι, ἐχθρῶν ὁρατῶν καί ἀοράτων Δέσποινα• Σοί θερμῶς κραυγάζομεν, θραῦσον τά τούτων ὄπλα τῷ κράτει Σου καί εἰρηναίαν δός ἠμίν ζωήν, τοῖς Σοῖς οἰκέταις, Γοργοϋπήκοε.


Ὠδή δ΄.Εἰσακήκοα Κύριε.
Εἰς τά πέρατα ἅπαντα, ἡ Θαυματουργός Σου Εἰκών τεθρύληται καί νῦν πάντες ἐν τῷ στόματι, τήν Γοργοϋπήκοον προσφέρουσι.

Καί κατ’ ὄναρ Παντάνασσα, ἀλλά καί καθ’ ὕπαρ Γοργοϋπήκοε φαινομένη τά θαύματα ἐκτελεῖς ἐν κόσμω τά παράδοξα.

Τίς Σου, Κόρη τό ὄνομα, ἐν ἀνάγκη πάση ἐπεκαλέσατο, καί γοργῶς αὐτοῦ οὐκ ἤκουσας, ὡς Γοργοϋπήκοος ὑπάρχουσα.

Μακαρία γεγένησαι, ὤ Δοχειαρίου Μονή ἐπίσημε τήν εἰκόνα γάρ ἐπλούτησας Γοργοϋπηκόου τήν πανσέβαστον.


Ὠδή ἐ΄ Φώτισον ἠμᾶς.
Πῶς Σου τήν μορφήν, ὁ ἀνάξιος θεάσωμαι, Γοργοϋπήκοε Παντάνασσα, μεμολυσμένοις ὀφθαλμοίς μου τήν πανάσπιλον.

Θάλασσα καί γῆ, τῆς εἰκόνος Σου τά θαύματα Γοργοϋπήκοε, κηρύττουσι• τῶν Σῶν χαρίτων γάρ ταῦτα ἄμφω ἀπήλαυσαν.

Κλέπτην φανεροῖς, τόν τά χρήματα συλήσαντα, τά τοῦ πλησίον Μητροπαρθένε, καί ἀποδίδως δικαίως ταῦτα τῷ ἔχοντι.

Εἶδος τό σεπτόν, ἐμφερείας Σου Πανύμνητε, ὡς φῶς λαμπρύνει πάντας βλέποντας καί προσκυνεῖν αὐτό, πείθει καί κατασπάζεσθαι.


Ὠδή ς΄ Τήν δέησιν ἐκχεῶ
Φιλόστοργος ὥσπερ Μήτηρ Δέσποινα, ὀραθεῖσα προσεκάλεις τόν παίδα, πρός ἑαυτήν, ἕως οὗ ἐλυτρώσω, ἐκ τῆς χειρός τῶν ληστῶν Μητροπάρθενε• ἀλλ’ εὔροιμεν Σέ καί ἠμεῖς οἱ Σοί δοῦλοι Μητέρα φιλόστοργον.

Οὐκ ἔχομεν οἱ οἰκτροί οἰκέται Σου, ἄλλην πλήν Σου προστασίαν καί σκέπην διό Ἁγνή ἐκ καρδίας βοῶμεν, ἀπό κινδύνου παντός ἐλευθέρωσον, τήν Μάνδραν σου τήν Ἱεράν καί πιστούς τους πρός Σέ καταφεύγοντας.

Ὡς ἔσωσας θαλαττίου κλύδωνος, τούς φωνήσαντας τήν θείαν Σου κλῆσιν, οὕτως ἠμᾶς, αἰσθητοῦ ναυαγίου, καί νοητοῦ Θεοτόκε, διασωσον καί ὄρμισον εἰς γαληνούς, σωτηρίας λιμένας τούς δούλους Σου.

Ὁ κόσμος Σέ σωτηρίαν κέκτηται, καί θερμήν ἐν πειρασμοῖς προστασίαν, ὅθεν Ἁγνή, τή σεπτή σου εἰκόνι, ἀπανταχόθεν προστρέχουσιν ἄνθρωποι, καί πάντες Σέ καταφυγήν, καί παράκλησιν Κόρη εὐρίσκουσι.


Ἐπάκουσον, Γοργοϋπήκοε Κόρη Θεογεννῆτορ, τάς ἱκεσίας Παρθένε τῶν δούλων Σου, καί λύτρωσαι ἐκ παντοίων κινδύνων.

Ἀπέλασον, τῆς ἀθυμίας τά νέφη ἐκ τῆς ψυχῆς μου, καί χάριν ἁγνή τῷ Σῶ ἱκέτη παρασχου μοί, ὡς τῆς χαρᾶς τό δοχεῖον.


Αῖτησις Καὶ το Κοντάκιον
Ἦχος β΄. Πρεσβεὶαν θερμήν

Πελάγει δεινῶ, τοῦ βίου χειμαζόμενοι, καί παντοίων παθῶν, τρικυμίαις ποντούμενοι, καί σάλω περιπίπτοντας Παρθένε πειρασμῶν, εἰς μορφήν Σου τήν σεπτήν καταφεύγομεν Θερμῶς, ὡς εἰς λιμένα εὔδιον, ἔκτεινον ἠμίν χείρα ὡς Πέτρω ὁ Υἱός σου, καί κλυδωνίου ἐκ παντός ἠμᾶς Κόρη λύτρωσαι.

Προκείμενον
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάση γενεά καί γενεά.
Στίχ. Ἄκουσον, θύγατερ, καί ἴδε, καί κλῖνον τό οὖς σ οὔ, κ αἵ ἐπιλάθου τοῦ λαοῦ σου, καί τοῦ οἴκου τοῦ πατρός σου, καί ἐπιθυμήσει ὁ Βασιλεύς τοῦ κάλλους σου.
Τοῦ ὀνόματός σου μνησθήσομαι ἐν πάση γενεά καί γενεά.

Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. α΄ 39-49, 56).

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη μετὰ σπουδῆς εἰς την Ὀρεινήν, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξί καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός καὶ ἅγιον τὸ ὄνομά Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ, ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα
Πάτερ, Λόγε, Πνεῦμα, Τριάς ἡ ἐν Μονάδι, ἑξάλειψον τά πλήθη, τῶν ἠμῶν ἐγκλημάτων.

Καί νῦν.
Γοργοϋπηκόου ταῖς θείαις Ἰκεσίαις ἑξάλειψον τά πλήθη, τῶν ἠμῶν ἐγκλημάτων.


Εἶτα Στίχ. Ἐλεῆμον, ἐλέησον μέ ὁ Θεός
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι..

Τήν Γοργοϋπήκοον, τῆς Θεοτόκου εἰκόνα, πάντες εὐφημήσωμεν, Σελήνην τήν ἔνδοξον καί ὁλόφωτον, τήν λαμπρᾶν ἅλωνα, σφαίραν τήν οὐράνιον, καί πολυάστρον, ὑπάρχουσαν• ἄρκτον ἑπτάστερον, δί’ ἤς πρός Θεόν ὁδηγούμεθα• Παρθένον ἀγλαόμορφον, ἄστροις τέ πολλοῖς διαυγάζουσαν, Πλειάδα ὡραίαν καί ἴριν ποικιλόχροον, δί’ ἤς, κατακλυσμοῦ ἠμᾶς ρύεται πάντοτε ὁ Κύριος.
Ὅμοιον.
Πάντων τά αἰτήματα, Γοργοϋπήκοε Κόρη, πλήρωσον τῶν δούλων σου, τῶν εἰς Σέ ἐκ πίστεως, προσιόντων Σοί, καί τήν Σήν Ἄχραντε ἐπικαλουμένων, ἀρωγήν τέ καί ἀντίληψιν• ἐκ πάσης θλίψεως, καί ἀσθενειῶν καί κακώσεων, ψυχῆς ὁμοῦ καί σώματος, ἅπαντας ἠμᾶς ἐλευθέρωσον• ἴνα Σέ ὑμνῶμεν δοξάζοντες Χριστόν τόν Σόν Υἱόν, ὄν ἐκδυσώπει Πανύμνητε, σῶσαι τάς ψυχᾶς ἠμῶν.

Σῶσον ὁ Θεός τόν λαόν σου
Κύριε, ἐλέησον (12 φορές)

Ὠδή ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Τοῖς τυφλοῖς, ἐχαρίσω ὀφθαλμῶν τήν τοῦ βλέπειν, Κόρη ἐνέργειαν, ἀλλά καί ψυχῆς τάς κόρας, ἠμῶν καταφωτίσας καί τοῦ σώματος Ἄχραντε ὅπως ὑμνῶμεν ἀεί σεπτά σου μεγαλεία.

Τοῖς κωφοῖς τό ἀκούειν ἐδωρήσω, Μαρία Γοργοϋπήκοε, ἀλλά καί ἠμῶν πάντων, διανοιξον, τά ὦτα τῆς ψυχῆς καί τοῦ σώματος, ὅπως ὑμνῶμεν ἀεί σεπτά Σου μεγαλεία.

Τῆς πληγῆς τῆς ἀκρίδος, ὅσπερ πάλαι ἐρρύσω τούς προσφυγόντας Σοί, οὕτως, ἠμᾶς ἐκ ταύτης καί πάσης ἄλλης βλάβης ἀπολύτρωσαι, Δέσποινα, ὅπως ὑμνῶμεν ἀεί σεπτά Σου μεγαλεία.

Ὡς ἠνώρθωσας πρώην τόν παράλυτον, Κόρη Γοργοϋπήκοε, οὕτως ἠμᾶς κατ’ ἄμφω, θερμή σου προστασία παρειμένους ἀνόρθωσον, ὅπως ὑμνῶμεν ἀεί Σεπτά σου μεγαλεία.


Ὠδή ἡ΄. Τόν Βασιλέα.
Ἀπό παντοίων ἀρρωστημάτων, Παρθένε, ἠμᾶς ρύσαι θερμή Σου προστασία, ὥσπερ τούτων Κόρη, πολλούς ἐρρύσω πάλαι.

Πηγή θαυμάτων, Γοργοϋπήκοε Κόρη, ἡ Εἰκών σου δέδεικται τῷ κόσμω, ἐξ ἤς οἱ διψῶντες ἀρύονται εἰς κόρον.

Ἀπολωλότα Σύ φανεροῖς, Θεοτόκε, καί παρέχεις χαράν τοῖς εὐρούσιν• ὡς πολλή ὑπάρχει Εἰκόνος Σου ἡ χάρις.

Τή προσταγή Σου, Γοργοϋπήκοε Κόρη, πειθαρχούσι πάντα τά στοιχεῖα ἐξ ὧν πάντας ρύη τους Σέ προσκαλουμένους.


Ὠδή θ’. Κυρίως Θεοτόκον.
Συνάχθητε προθύμως, πρό τῆς σεπτῆς Εἰκόνος, Δοχειαριτίσσης νοσούντων τά συστήματα, ὁ Ἰατρός γάρ ἐν ταύτη μένει ὁ ἄμισθος.

Εἰκών ἡ Ἱερά Σου, ἄλλη ἀνεδείχθη, τοῦ Σιλωάμ κολυμβήθρα, Πανύμνητε, ἀποκαθαίρουσα νόσους ψυχῆς καί σώματος.

Μονῆς Δοχειαρίου, ὡς λαμπάς ἐξῆλθε, τῆς Θεοτόκου Εἰκών ἡ πανσέβαστος, καί καταλαμπάνει τούς Ταύτην πιστῶς γεραίροντας.

Εἰκόνι τή ἁγία, Γοργοϋπηκόου οἱ ἐν κινδύνοις προσπεύσατε ἅπαντες, καί τῶν θαυμάτων τήν χάριν ἄφθονον λήψεσθε.


Ἄξιον ἐστίν ὡς ἀληθῶς, μακαρίζειν σέ τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἠμῶν. Τήν τιμιωτέραν τῶν Χερουβίμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.

Καί τά παρόντα Μεγαλυνάρια,
Γοργοϋπηκόου τήν θαυμαστήν, καί σεπτήν Εἰκόνα προσκυνήσωμεν ἀδελφοί θαύματα τελοῦσαν καί βρύουσαν ἰάσεις καί ταύτην μετά πόθου κατασπασώμεθα.

Ἔχοντες Εἰκόνα Σου τήν σεπτήν, ἀνύμφετε Κόρη, ὡς προπύργιον ὀχυρόν προσφεύγομεν ταύτη, καιρῶ τῷ τῶν κινδύνων καί ἐπηρείας πάσης ἀπολυτρούμεθα.

Νῦν καιρός ἀνάγκης ἦλθεν ἠμίν, νῦν παρέστη χρεία, βοηθείας Κόρη τῆς Σῆς, λύτρωσαι οὔν πάσης, ἀνάγκης καί κινδύνου, καί χείρα βοηθείας τάχιστα ὄρεξον.

Ἔχει μέν Παρθένε ὁ Οὐρανός, Σῶμα καί ψυχήν Σου, ἑξαστράπτοντα φαεινῶς, ἔχει δέ μορφήν Σου Μονήν Δοχειαρίου, τήν ἐπικαλουμένην Γοργοϋπήκοον.

Ἄρον σου τά ὄμματα Μαριάμ καί ἴδε εὐσπλάχνως, τούς Εἰκόνι Σου τή σεπτή παρεστώτας Κόρη, καί Σέ παρακαλοῦντας καί πλήρωσον αἰτήσεις τούτων Πανύμνητε.

Ἴδοιμι Παρθένε ψυχορραγῶν, ἐν καιρῶ θανά του, τήν Εἰκόνα Σου τήν σεπτήν, παραμυθουμένην καί ἱλαρῶς ὀρώσαν, καί ὄψεις τῶν δαιμόνων ἀποδιώκουσαν.

Τέτρωμαι τῷ πόθω Σου Μαριάμ, φλέγει μέ ὁ ἔρως, καθορᾶν Σου τῆς ἱερᾶς, Εἰκόνος Παρθένε, τό κάλλος καί τήν δόξαν, καί κόρον οὐ λαμβάνω τοῦ μεγαλύνειν Σέ.

Τί ἀνταποδώσομεν οἱ οἰκτροί δοῦλοι Σου, Παρθένε ἀντί χάριτος τῆς πολλῆς, ἦνπερ ἀνεδείξω, ἠμίν χαρισαμένη εἰκόνα Σου τήν Θείαν πλοῦτον οὐράνιο;

Πᾶσαι τῶν Ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τό σωθῆναι ἠμᾶς.

Εἶτα Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν το ἑξῆς

Ἦχος β’. Ὄτε ἐκ τοῦ ξύλου.

Πάντας τούς τήν θείαν καί σεπτήν, σού ἀσπαζομένους Εἰκόνα, Γοργοϋπήκοε, νόσων ἐλευθέρωσον, ψυχῆς καί σώματος, ἐξ ἐθνῶν ἐπιθέσεως, λιμοῦ, λοιμοῦ, Κόρη, ἀκρίδος, χαλάζης τέ, κάμπης καί πάσης πληγῆς? ἴνα ἐκ παντοίων κινδύνων, πάντοτε λυτρούμενοι πάντες, σού τό θεῖο ὄνομα δοξάζωμεν.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.


Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.



Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης