Πήγαινε κάτω
Γιώτα
Γιώτα
ΤeamOwner
ΤeamOwner
Αριθμός μηνυμάτων : 187

Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Τριχερούσαν Empty Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Τριχερούσαν

Τετ Νοε 14, 2012 4:19 am
Φήμη μηνύματος : 100% (1 ψήφοι)
Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Τριχερούσαν

Ποίημα Αθανασίου Ιερομονάχου Σιμωνοπετρίτου
Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Τριχερούσαν Trixer11
Την εύρισκομένην έν τη Σεβασμία καί Ἰερα Μονή τοῦ Χιλανδαρίου Ἀγίου Ὄρους Ἄθω

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τά Τροπάρια.

Ἦχος δ´. Ὁ ὑψωθείς ἐν τῷ σταυρῷ.

Ὡς τῆς Τριάδος κυησάσῃ τόν Ἕνα, καί ὦς ἐκ τούτου παρρησίαν ἐχούσῃ, σοί ἐκτενῶς προσπίπτομεν Παρθένε "Ἀγνῇ, καί κατασπαζόμεθα τῆς μορφῆς τόν τύπον, Τριχεροΰσα ἔνδοξε, ἐκ ψυχῆς ἐκβοῶντες, παντοίας ῥῦσαι Μῆτερ ἀπειλῆς, τά σά τεκνία, Χριστόν ἱκετεύουσα.

Δόξα, καί νΰν. "Ὅμοιον
Χριστιανῶν ἤ κραταιᾷ προστασίᾳ, καί μοναστῶν ἤ γλυκυτάτῃ ἡδύτης, Σύ ἐκ Θεοΰ δεδώρησαι τοΰ Λόγου σκηνῇ, ὅθεν πάντων πλήρωσον τάς αἰτήσεις Κυρία, καί Χριστῷ προσάγαγε Τριχεροϋσα τούς ὅσοι, σοί ὦς Μητρί προστρέχομεν θερμῶς, καί εὐλογίαν τήν σήν ἐξαιτούμεθα.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Ό Κανών, οὗ ἤ ἀκροστιχίς:
« Ώ Τριχεροϋσα ὄρεξον τῆ σῇ ποίμνη χεῖρα!» Α (θανάσιος)

Ὠδή ἀ . ’Ἠχός πλ. δ'. Ὑγράν διοδεύσας

Ὡς Μήτηρ ὑπάρχουσα ἀγαθοῦ, Θεοΰ Λόγου Κόρη, καί προσφύγιον τῶν πιστῶν, δεήσεις τάς νΰν προσαγομένας, ὦ Τριχεροϋσα σεμνή πάσας πλήρωσον.

Τοΰ κλήρου σου Ἄθω εἷ χαρμονή, καί Χιλανδαρίου ἤ παντέφορος ἀρωγῇ, πανύμνητε Μῆτερ Τριχεροϋσα, καί πρός Θεόν ἤ ἀείποτε πρέσβειρα.

Ῥητόρων τά πλήθῃ οὐκ ἐξαρκεῖ, τόν πλοῦτον Παρθένε χαρισμάτων σου ἐξειπεῖν, διό τοΰ ἀγγέλου έκβοώμεν, χαρμονικώς Τριχεροϋσα τό, Χαῖρε σοι.

Ιλέωσαι Μῆτερ τόν σόν Υἱόν, ὑπέρ τῶν καθ’ ὤραν, ἁμαρτίαις Αὑτόν πολλαῖς, πταιόντων καί μήπω ἰσχυόντων, ταῖς ἑαυτῶν ἐπιστρέψαι δυνάμεσι.

'Ὠδή γ΄. Οὐρανίας ἁψῖδος.
Χάριν πᾶσαν Κυρία παρά Θεοΰ εἴληφας, ὅτε σεαυτήν τῷ ἁγίῳ Αύτοΰ θελήματι, σαφῶς ὑπέταξας, ὅθεν πηγάζεις ἀφθόνως, τοῖς πιστῶς τιμῶσι σε, χάριν άείζωον.

Εύρηκυια Παρθένε, ἤ πανσεβάσμιος Λαύρα σου, τού Χιλανδαρίου ὦς πλοῦτον σε πολυτάλαντον, πᾶσαν ἀνέθηκε, μέριμναν σοί ὦς έφόρω, Τριχερούσα πάναγνε καί ἐπαγάλλεται.

Ῥῶσιν πάρεχε Κόρη τήν ἐκ Θεοῦ ἅπασι, τοῖς προσπτυσσομένοις σου πόθῳ σεπτόν ἐκτύπωμα, καί καθοδήγησον, πρός τήν ζωήν τήν ἀγήρῳ, Τριχερούσα Δέσποινα θεομακάριστε.

Ὅτε Σάββας ὅ θεῖος Θεοχαρίτωτε ἤνεγκε, ἐκ τῆς Παλαιστίνης εἰς "Ἄθω σόν ἐξεικόνισμα, κλῆρον κατέλιπε, καί ἀρραγῆ σε προστάτιν, όρθοδόξοις ἅπασι καί θεία Λαύρα σου.


Διάσωσον, ἀπό κινδύνων σούς δούλους ὦ Τριχερούσα, ὅτι πάντες μετά Θεόν εἰς σέ καταφεύγομεν, ὦς ἄσυλον  τεῖχος καί σωτηρίαν.

Ἐπίβλεψον, ἐν εύμενεία πανύμνητε Τριχερούσα, ἐπί τήν ἐμήν χαλεπήν τού σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.


Αἴτησις, Καὶ τό Κάθισμα.
Ἠχός β'. Πρεσβεῖα θερμῆ

Γλυκείαν χαράν, ἔν θλίψεσι σε ἔχομεν, τάς χεῖρας ἀεί, πρός Κύριον ἐκτείνουσαν, Τριχερούσα πάντιμε, οἵ ἀνάξιοι δοῦλοι σου, διό ἔν πόθῳ πολλῷ, σήν μορφήν ἀσπαζόμεθα.


Ὠδή δ΄. Εἰσακήκοα Κύριε.
Ὑετόν τῆς σής χάριτος, πέμψον Τριχερούσα τοῖς αἰτουμένοις σου, τήν πρεσβείαν πρός Ὄν ἔτεκες, καί πλημμελημάτων τήν συγχώρησιν.

Σύναψόν μου Πανάμωμε, πάσας τάς δυνάμεις ἆς διεσκόρπισα, Τωάννου ὤσπερ ἥρμοσας, τήν κοπεῖσαν χεῖρα θείου λάτρου σου.

Ἀναιδῶς ἐκπειράζει με, ὅ εἰκονομάχος Σατάν Θεόνυμφε, ἀποστῆναι τού Κυρίου μου, ὅθεν ἱκετεύω, σύ με στήριξον.

Ὁρατός καί ἀόρατος, κόσμος διά σε δεδημιούργηται, τήν κοσμήσασαν Πανάχραντε, ἀκοσμίαν πτώσεως τοῦ σύμπαντος.


Ὠδή ἕ' . Φῶτισον ἡμᾶς
Ῥῦσαι τῶν δεινῶν, Τριχερούσα τούς ἱκέτας σου, καί τρίτη χείρ γενοῦ τοῖς δώσοις σου πιστῶς, καταφιλοῦσι, τό πανάγιον ἐκτύπωμα.

Εὕρομεν Ἀγνῇ, σέ λιμένα ἀσφαλέστατον, ἐκ κυμάτων τῶν τού βίου λυπηρῶν, καί ὦς ὄρνιν, σά νοσσία περισκέπουσαν.

Ξύλον τῆς Ζώῃς, ἐφευρίσκομεν εἰκόνος σου, ἀσπαζόμενοι τό ξύλον τό σεπτόν, ὦ Τριχερούσα, ὅ Παράδεισος ὅ ἔμψυχος.

Ὅλον μου τόν νοῦν, ἐργαστήριον ἀπόδειξον, τῆς νοερᾶς εὐχῆς γλυκέος Ἰησοῦ, διακρατοῦντα, Τριχερούσα θείαν ἔννοιαν.


Ὠδή στ΄. Τήν δέησιν ἐκχέω.
Νεάζω, κεκμηκώς Πανάμωμε, προσκυνῶν σου τήν ἀγίαν εἰκόνα, καί ἐναργῶς, τήν ἀπόδειξιν ἔχω, τῆς φιλανθρώπου καί θείας ἀγάπης σου, διό θερμῶς καταφιλῶν, Τριχεροϋσα οὐ παύσω τόν τύπον σου.

Τριάδος, γεγονυῖα Ἄσπιλε, συνεργός πρός σωτηρίαν τοΰ κόσμου, τριαδικήν, θείαν πρόνοιαν δείκνυς, τρίτη χειρί ὑπαρχούσῃ εἰκόνι σου, καί τοῦτο Κόρη δίκαιον ἔστιν, δευτερεῖα Τριάδος ἐχούσης σου.

Η Λαύρα σου, Τριχεροϋσα πάντιμε σε γινώσκει Ἡγουμένην ἔν πᾶσι, καί ὅ λαός ὀρθοδόξων σε ἔχει, τῆς εὐλαβείας παλλάδιον τίμιον, καί πᾶς πιστός σε κρήνην θεϊκήν, ἐνεργείας ἀκτίστους προχέουσαν.

Σαββάτισον, τόν λαόν σου Δέσποινα, ἀπό πάντων τοΰ παρόντος αἰῶνος, καί πρός Θεόν, τάς καρδίας ἐκτείνειν, πώς δεῖ Παρθένε ἡμᾶς καθοδήγησον, ἤ πάντοτε ἔν τῆ σεπτῇ, σοΰ εἰκόνι Χριστόν ἐνδεικνύουσα.


Διάσωσον, ἀπό κινδύνων σούς δούλους ὦ Τριχεροϋσα, δτι πάντες μετά Θεόν εἰς Σε καταφεύγομεν, ὦς ἄσυλον τεῖχος καί σωτηρίαν.

Ἄχραντε, ἤ διά λόγου τόν Λόγον άνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὦς ἔχουσα μητρικήν παρρησίαν.

Αἴτησις, Καὶ τὸ Κοντάκιον.
Ἠχός β'. Προστασία τῶν Χριστιανῶν.

Τριχεροϋσα σεπτῇ λαοῦ σου ἐπάκουσον, τάς λιτάς καί αὐτάς Κυρίῳ ἀνάφερε, δτι ταχύ δεήσεις μητρικάς, ἐκπληροῖ ὅ ἀγαθός, καί πέμπει ἔλεος αύτοΰ, τοῖς τιμῶσι σε Πάναγνε, ὅθεν πιστῶς βοῶμεν, έκχεε τῆν σῆν χάριν, διαφυλάττουσα ἡμᾶς, ἀπό πάσης περιστάσεως.


Καὶ εὐϑὺς τὸ Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. (δίς)
Στίχ. Ἄκουσον, Θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάϑου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου καὶ ἐπιϑυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. (δίς)

Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. α΄ 39-49, 56).

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη μετὰ σπουδῆς εἰς την Ὀρεινήν, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξί καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός καὶ ἅγιον τὸ ὄνομά Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ, ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.


Δόξα.
Ταῖς τῆς Τριχερούσης πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήϑη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταἷς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήϑη τῶν ἐμῶν ἐγκλημάτων.


Στίχ. Ἐλεῆμον, έλέησόν με ὅ Θεός...
Προσόμοιον.
Ἤχός πλ. β'. Ὀλήν ἀποθέμενοι

Ὅλην σου τήν ὕπαρξιν, ἀπό νηπίου Παρθένε, τῷ Θεῶ ἀνέθηκας, ξένως χρηματίσασα, αύτοΰ ὄργανον, τόν Χριστόν τέξασα, ὑπέρ λόγον Κόρη, διό εἴληφας Πανάμωμε, χάριν ὑπέρτιμον, ἤν καί μεταδίδως εἴκοσι σου, ὦς πείρα ἐπεγνώκαμεν, σήν μορφήν ἀγίαν κατέχοντες, Τριχεροϋσα θεία, ἐκτύπωμα προσώπου σου σεπτοῦ, δ' προσκυνοῦντες σεβόμενοι, πόθῳ ἀγαλλόμεθα.


Ὠδή ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας
Η πάναγνος μορφή σου, Τριχεροϋσα Μῆτερ, ποίμνης τῆς σής τό προσφύγιον πέφυκε, καί ὀρθοδόξων ἁπάντων, σέβασμα τίμιον.

Πολέμησον Παρθένε, ὑπέρ εὐσεβούντων, πολεμουμένων ἐχθροῦ ἐπιθέσεσι, καί τήν εἰρήνην Υἱοῦ σου, ψυχαῖς ἐγκαίνισον.

Ὀρθόδοξοι τιμῶντες, θείαν σου εἰκόνα, ὦ Τριχεροϋσα εὑρίσκομεν ἄφεσιν, παραπτωμάτων καί ἄνεσιν ἐκ τῶν θλίψεων.

Ἰσχῦς κραταιοτάτῃ, δέδοσαι σή ποίμνη, ὦ Τριχεροϋσα ἐκ Σάββα θεόφρονος,καί εὐλαβέσι θεόθεν, στήριγμα ἄρρηκτον.


’Ὠδή η'.Τον Βασιλέα
Μή διαλίπῃς, ὦ Τριχεροϋσα ὀρέγειν, τῷ λαῷ σου χεῖρα οὐρανόθεν, ἰνᾷ σε τιμῶμεν Ἀγνῇ εἰς τούς αἰῶνας.

Νενεκρωμένας ψυχάς άνάστησον Κόρη, Τριχεροϋσα ἐκ τῆς ἁμαρτίας, ὄπως σε ἀπαύστως τιμῶμεν εἰς αἰῶνας.

Η δαψιλής σου, χορηγία Παρθένε, Τριχεροϋσα μή παυσάτω πᾶσι, τοῖς πιστῶς τιμῶσι, δωρεῖσθαι εἰς αἰῶνας.

Χριστόν τεκοῦσα, τόν Σωτῆρα τοϋ κόσμου, Θεοτόκε Μῆτερ Τριχεροϋσα, τοῦτον έξιλέου, εἰς πάντας τούς αἰῶνας.


Ὠδή θ΄. Κυρίως Θεοτόκον.
Ἐκ πάσης με ἀνάγκης, φύλαττε Παρθένε, τήν κληρουχίαν σου Κόρη Πανάμωμε, ἀσπαζομένην σεπτήν σου, εἰκόνα "Ἄχραντε.

Ἰάσεις ἐκ παντοίας ἀσθενείας Κόρη, σοῖς ὑμνηταῖς Τριχεροϋσα ἀπόστειλον, καί οὐρανῶν βασιλείας, μετόχους ποίησον.

Ῥευμάτων θείων χάριν, Τριχεροϋσα δίδου, τῷ σῶ λαῷ καί τῆ ποίμνη ἀείροον, σόν χαρακτῆρα τιμώντων, τόν θεοτύπωτον.

Ἀνύμφευτε Παρθένε, κάθαρον ψυχήν μου, καί τῷ Νυμφίῳ ἁγνήν ταύτην ἅρμοσον, θείων χειρῶν σου πρεσβείαις, Νύμφη πανάμωμε.

Ἀγάλλεται καρδία, πᾶσα Τριχεροϋσα τῶν ὀρθοδόξων εἰκόνα τιμῶσα σου, καί ταῖς εὐχαῖς σου ἐλπίζει, ζωήν αἰώνιον.


Ἄξιον ἐστιν ὡς ἀληϑῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τῆν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφϑόρως Θεὸν Λόγον
τεκοῦσαν τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια.
Δεῦτε μετά πόθου καί χαρμονῆς, Τριχερούσης τύπον καί εἰκόνα θαυματουργόν, προσκυνοῦντες χάριν, Θεοῦ καί εὐλογίαν, πρεσβείαις ταύτης πάντες προσπορισώμεθα.

Θεῖε Ἰωάννη Δαμασκηνέ, Θεοτόκου λάτρα, Τριχερούσης σής ἰατροῦ, ὤσπερ τήν κοπεῖσαν, χεῖρα ἐθεραπεύθης, ψυχῆς ήμών δυνάμεις, πάσας ίάτρευσον.

Σῦν τῷ Νικολάῳ τῷ θαυμαστῶ, Μῆτερ Τριχεροϋσα, ὄπισθεν σου εἰκονικῶς, ὄντι ὀρθοδόξων τάς ἐκτενεῖς δεήσεις, προσᾴξατε Κυρίῳ, τῷ Παντοκράτορι.

Πἄσαι τῶν ᾿Αγγέλων αἱ στρατιαΐ, Πρόδρομε Κυρίου, ᾿Αποστόλων ἡ δωδεκάς, οἱ ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωϑῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς

Ἠχός β'. Πάντων προστατεύεις

Πάντας τούς τήν θείαν σου μορφήν, Τριχεροϋσα Κόρη τιμῶντας εὐλόγει πάντοτε, νόσων τε καί θλίψεων ἐξαιρουμένῃ ταχύ, καί ἀγάπην ἐμφύτευσον, πρός τόν σόν Δεσπότην, καί Υἱόν γλυκύτατον τῆ μητρικῇ σου στοργῇ, ὅπως, εὐχαρίστως τόν ὕμνον, τῆς εὐχαριστίας διδόντες, εὕρωμεν αἰώνιον ἀνάπαυσιν.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.

Στίχοι

Τριάδος σεπτῆς οἶκον με δεῖξον Κόρη
τρίτη χείρ ἔν βίῳ μου σύ φαινομένη θεία.




Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης