Πήγαινε κάτω
Γιώτα
Γιώτα
ΤeamOwner
ΤeamOwner
Αριθμός μηνυμάτων : 187

Παρακλητικός Κανών εις την Υπεραγία Θεοτόκο Ζωοδόχον Πηγήν Empty Παρακλητικός Κανών εις την Υπεραγία Θεοτόκο Ζωοδόχον Πηγήν

Κυρ Νοε 11, 2012 1:33 am
Φήμη μηνύματος : 100% (1 ψήφοι)
Παρακλητικός Κανών εις την 'Υπεραγία Θεοτόκο Ζωοδόχον Πηγήν


Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου
Παρακλητικός Κανών εις την Υπεραγία Θεοτόκο Ζωοδόχον Πηγήν Zoodox10
 

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἴτα τά παρόντα Τροπάρια.

Ἦχος δ΄. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῶ.

Ὡς ἀνεξάντλητος πηγή εὐσπλαγχνίας, Θεοχαρίτωτε Ἁγνή Θεοτόκε, βλύσον ὑμίν τό ὕδωρ τῶν χαρίτων σου• πίστει γάρ προσπίπτομεν, τή ἁγία Πηγή σου, νάματα σωτήρια, πηγαζούση τῷ κόσμω, ἴνα ρυσθῶμεν νόσων ψυχικῶν, καί ἰαμάτων, τήν χάριν ἀντλήσωμεν.

Δόξα, Καί νῦν. Ὅμοιον
Πάθη ποικίλα θεραπεύει Παρθένε, τό θεῖον ὕδωρ τῆς ἁγίας Πηγῆς σου, πίστει θερμή ἐκ ταύτης λαμβανόμενον• ὅθεν τους προστρέχοντας, τῷ πανσέπτω ναῶ σου, κρήνη ζωοδώρητε, Θεοτόκε Μαρία, τῶν ἐν τῷ βίω ρύου πειρασμῶν, καί δίδου πάσιν, εἰρήνην καί ἴασιν.


Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἴτα ὀ κανῶν οῦ ἠ ἀκροστοιχῖς.
’Ύδωρ μοι βλῦσον ζωής Παρθένε. Γερασίμου.

Ὠδή ἅ΄. Ἦχος πλ. δ΄. Ὑγρᾶν διοδεύσας.

Ὑδάτων ἀΰλων ζωοποιῶν, θεοβρυτε κρήνη, Παντευλόγητε Μαριάμ, τοῦ θείου ἐλέους σου τά ρεῖθρα, βλύσον ἠμίν τοῖς πιστῶς σέ δοξάζουσι.

Δροσίζει τό ὕδωρ τῆς σῆς Πηγῆς, καί ἄρδει Παρθένε, καί ἐν πίστει ζωογονεῖ, ψυχᾶς κεκαυμένας πλείστοις πόνοις, τή ἐνεργεία τῆς σῆς ἀγαθότητος.

Ὡς ἤκουσε Κόρη τῆς σῆς φωνῆς, ὁ Λέων ἐφεῦρε, τήν Πηγήν σου τήν θαυμαστήν• ἡ πίστει καί πόθω προσιόντες, ἁγιασμοῦ δωρεᾶς κομιζόμεθα.

Ρυπώσάν μου κάθαρον τήν ψυχήν, τοῖς ρείθροις Παρθένε, τῶν πλουσίων σου οἰκτιρμῶν, καί πλῦνον τόν νοῦν μου Θεοτόκε, τοῖς μυστικοῖς τῶν χαρίτων σου νάμασι.


Ὠδή γ΄. Οὐρανίας ἁψίδος
Μέλι ὥσπερ ἐκ πέτρας, κατά Δαβίδ Ἄχραντε, ἐν τῷ Βυζαντίω τό ὕδωρ, Πηγῆς σου ἔβλυσεν, ὅνπερ πινόμενον, τῶν ἀγαθῶν σου παρέχει, γλυκασμόν σωτήριον, τοῖς σέ
δοξάζουσιν.

Οἱ διψῶντες ἔφ’ ὕδωρ, τό τῆς Πηγῆς σπεύσατε, τῆς Ἀειπαρθένου Μαρίας, καί Θεομήτορος, ἴνα τόν καύσωνα, τῆς χαλεπῆς ἁμαρτίας, σβέσητε καί λάβητε, χάριν καί ἔλεος.

Ἱλασμόν σωτηρίας, ὡς τόν Χριστόν τέξασα, ἔβλυσας τῷ κόσμω Παρθένε• νῦν δέ τήν κρήνην σου, τοῖς πάσι δέδωκας, τῆς ἀφθαρσίας τό νέκταρ, τοῖς πιστῶς προστρέχουσιν, ἀναπηγάζουσαν.

Βροτοκτόνου κακίας, νοΐ Ἁγνή ἄφρονι, πέπωκα ἰόν κατά κόρον, καί τεθανάτωμαι• ἀλλά τῷ ὕδατι, τῆς ζωηφόρου Πηγῆς σου, τήν ψυχήν εὔφρανον καί ζωοποίησον.


Διασωσον ὡς ἀνεξάντλητος βρύσις θείου ἐλέους, Θεοτόκε ἐπηρειῶν τοῦ ἀλάστορος, τούς τῆς Πηγῆς σου τά θαύματα ἀνυμνοῦντας.

Ἐπιβλεψον ἐν εὐμενεία πανύμνητε Θεοτόκε, ἐπί τήν χαλεπήν του σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.


Αἴτησις καί τό Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή

Πηγή ἀγαθῶν, ὑπάρχεις Ἀειπάρθενε, τεκοῦσα Χριστόν, χρηστότητος τήν ἄβυσσον• διο τούς καταφεύγοντας, ζωοδόχε Πηγή τή σή χάριτι, ἀπό παντοίων λύτρωσαι παθῶν, καί δίδου εἰρήνην ταῖς ψυχαῖς ἠμῶν.


Ὠδή δ΄. Εἰσακήκοα Κύριε
Λύσιν πάσης κακώσεως, δρέπονται οἱ σπεύδοντες τῷ σῶ ὕδατι• διά τοῦτο Μητροπάρθενε, τά πολλά σου θαύματα κηρύττομεν.

Ὕδωρ θεῖον ἀθάνατον, στάξον ὡς νεφέλη ἠμίν θεοδρόσος, τοῖς προστρέχουσι Πανάχραντε, τῷ σεπτῶ ναῶ σου μετά πίστεως.

Συντριβέντας τοῖς πάθεσιν, ὡς τῆς εὐσπλαγχνίας πηγή ἀκένωτος, Θεοτόκε ἐπανόρθωσον, τούς θερμῶς προστρέχοντας τή σκέπη σου.

Οἱ δεινοῖς συνεχόμενοι, τῷ σεπτῶ ναῶ σου σπεύδοντες Δέσποινα, ἁπαλλάττονται τῶν θλίψεων, καί τά μεγαλείά σου δοξάζουσι.


Ὠδή ἐ΄. Φώτισον ἠμᾶς
Νέκρωσον ἠμῶν τό γεῶδες Κόρη φρόνημα, ἐνεργεία θαυμαστή ζωοποιῶ, προϊούση ἐκ τοῦ νάματος τῆς κρήνης σου.

Ζώωσον ἁγνή, νεκρωθείσαν τήν καρδίαν μου, ἡ ζωώσασα νεκρούς ὑπερφυῶς, τῷ ραντίσματι τοῦ ὕδατος τῆς κρήνης σου.

Ὤφθη ἀληθῶς, ἰατρεῖον πάσης θλίψεως, Θεοτόκε ὁ τιμώμενος ναός, τῆς Πηγῆς σου θεία κλήσει ὡς ηὐδόκησας.

Ἤρθη μυστικῶς, καί διέδραμε τά πέρατα, Θεοτόκε τῆς ἁγίας σου Πηγῆς, ἡ ἐνέργεια καί χάρις ἡ σωτήριος.


Ὠδή στ΄. Τήν δέησιν
Σωμάτων τάς καχεξίας ἰᾶται, καί δαιμόνων ἀπελαύνει τά σμήνη, τῆς ζωηφόρου Πηγῆς σου τό ὕδωρ, ὡς πεπλησμένον τῆς θείας σου χάριτος• διο θεράπευσον ἠμῶν, τάς ψυχᾶς καί τά σώματα Ἄχραντε.

Πηγάζον, ἀψοφητί ἐν τή πόλει, τή τοῦ Βύζαντος Πηγῆς σου τό ὕδωρ, καθαγιάζει πιστῶν τάς χορείας, πίστει θερμή λαμβανόμενον Ἄχραντε• καί νῦν τῷ θείω σου ναῶ, τούς πιστῶς προσιόντας ἁγίασον.

Ἀνάκτων, πιστῶν δυσίατον πάθος, ὡς ἰάτρευσας Πηγή ζωηφόρε, οὕτω καμού τήν νοσοῦσαν καρδίαν, καί τούς τοῦ σώματος πόνους θεράπευσον, καί χαλεπῶν δυσχερειῶν, Θεοτόκε ἀπήμαντον τήρει μέ.

Ρημάτων, τῆς κατωδύνου ψυχῆς μου, ἐνωτίζου συμπαθῶς Θεοτόκε, καί τήν προσοῦσαν ἐν ταύτη κακίαν, τή συνεργεῖα τοῦ δράκοντος νέκρωσον, καί ἴθυνον μέ πρός ζωήν, μετανοίας καί σῶσον μέ δέομαι.


Διασωσον ὡς ἀνεξάντλητος βρύσις θείου ἐλέους, Θεοτόκε ἐπηρειῶν τοῦ ἀλάστορος, τούς τῆς Πηγῆς σου τά θαύματα ἀνυμνοῦντας.

Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἔπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.


Αἴτησις καί τό Κοντάκιον
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου

Ὡς ζωηφόρος πηγή θείας χάριτος, Παντοβασίλισσα Κόρη Πανύμνητε, τό νάμα τῆς θείας χρηστότητος, βλύσον ἠμίν εἰς πταισμάτων συγχώρησιν• σύ γάρ ἠμῶν μέγα προσφύγιον.


Προκείμενον.
Ἠγίασε τό σκήνωμα αὐτοῦ ὁ Ὕψιστος. (τρίς)
Στίχος: Τοῦ ποταμοῦ τά ὁρμήματα εὐφραίνουσι τήν πόλιν τοῦ Θεοῦ.

Εὐαγγέλιον ἐκ τοῦ κατά Λουκᾶν (Κέφ. Ἅ΄ 39-49, 56)

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστάσα Μαριάμ, ἐπορεύθη εἰς τήν ὀρεινήν μετά σπουδῆς, εἰς πόλιν Ἰούδα, καί εἰσῆλθεν εἰς τόν οἶκον Ζαχαρίου, καί ἠσπάσατο τήν Ἐλισάβετ. Καί ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τόν ἀσπασμόν τῆς Μαρίας, ἐσκίρτησε τό βρέφος ἐν τή κοιλία αὐτῆς• καί ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ, καί ἀνεφώνησε φωνή μεγάλη, καί εἶπεν• Εὐλογημένη σύ ἐν γυναιξί καί εὐλογημένος ὁ καρπός τῆς κοιλίας σου. Καί πόθεν μοί τοῦτο, ἴνα ἔλθη ἡ Μήτηρ τοῦ Κυρίου μου πρός μέ; Ἰδού γάρ, ὡς ἐγένετο ἡ φωνή τοῦ ἀσπασμοῦ σου εἰς τά ὦτά μου, ἐσκίρτησε τό βρέφος ἐν ἀγαλλιάσει ἐν τή κοιλία μου. Καί μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτή παρά Κυρίου. Καί εἶπε Μαριάμ• Μεγαλύνει ἡ ψυχή μου τόν Κύριον, καί ἠγαλλίασε τό πνεῦμά μου ἐπί τῷ Θεῶ τῷ σωτήρί μου, ὅτι ἐπέβλεψεν ἐπί τήν ταπείνωσιν τῆς δούλης αὐτοῦ. Ἰδού γάρ, ἀπό τοῦ νῦν μακαριούσι μέ πᾶσαι αἵ γενεαί• ὅτι ἐποίησε μοί μεγαλεία ὁ Δυνατός, καί ἅγιον τό ὄνομα αὐτοῦ. Ἔμεινε δέ Μαριάμ σύν αὐτή ὡσεί μήνας τρεῖς, καί ὑπέστρεψεν εἰς τόν οἶκον αὐτῆς.

Δόξα.
Ταῖς τῆς Παναχράντου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καί νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.


Στίχος. Ελεήμον, ελέησόν με ο Θεός...
Προσόμοιον.
΄Ήχος β’. Όλην αποθέμενοι.

Κρήνην τήν ἀκένωτον, ἤν ἐφανέρωσας πάλαι, Δέσποινα τῷ Λέοντι, τή ἐπισκιάσει σου ἐθαυμάτωσας, ἐν πολλοῖς θαύμασι• καί γάρ οἱ λαβόντες, καί πιόντες μετά πίστεως, ἀπό τοῦ ὕδατος, πόνων καί παθῶν ἐλυτρώθησαν• διο σέ ἰκετεύομεν, Δίδου καί ἠμίν δόσιν ἄνωθεν, θείας συμπαθείας, καί στάξον γλυκασμόν τόν νοητόν, ταῖς φαρμαχθείσαις ψυχαῖς ἠμῶν τή γεύσει τοῦ χείρονος.

Σῶσον ὁ Θεός τόν λαόν σου

Ὠδή ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας

Θαυμαστῶς ἐδοξάσθη, τῆς ἁγίας Πηγῆς σου τό ὕδωρ Ἄχραντε• παρέχει γάρ ἰάσεις, καί παύει ἀλγηδόνας ψυχῆς ἅμα καί σώματος• ὧν τῆς πικρᾶς συνοχῆς, ρύσαι ἠμᾶς Παρθένε.

Εἰς τά πέρατα πάντα, τῆς Πηγῆς σου ἡ χάρις διαβεβόηται, καί πίστει οἱ νοσοῦντες, ὡς φάρμακον τό ὕδωρ, ἐξ αὐτῆς κομιζόμενοι, ρύονται πάσης φθορᾶς, Παρθένε Θεοτόκε.

Νεκρωθέντα ἐγείρεις, Θετταλόν ἄνδρα Κόρη θείω ραντίσματι, ἁγίου ὕδατός σου• διο καμέ θανόντα, ἁμαρτίας τῷ δήγματι, διέγειρον μέ Ἁγνή, πρός κτῆσιν μετανοίας.

Ἐν τῷ θείω ναῶ σου, ὤ Πηγή ζωηφόρε Παρθένε Ἄχραντε, προστρέχομεν ἐν πίστει, ὡς ἄν τῶν οἰκτιρμῶν σου, τά δωρήματα λάβωμεν, μή οὔν στερήσης ἠμᾶς, Ἁγνή της σῆς εὐνοίας.


Ὠδή ἡ΄. Τόν Βασιλέα
Γέγονας Κόρη, ἁμαρτωλῶν σωτηρία, ὡς κυήσασα τόν πάντων Βασιλέα• ὅθεν Ζωοδόχε, Πηγή σέ ἀνυμνοῦμεν.

Ἔβλυσας κόσμω, ἀθανασίας τά ρεῖθρα• καί νῦν ὄμβρησον οἴα ζωῆς νεφέλη, ὄμβρον ἀφθαρσίας, Ὑπερευλογημένη.

Ρύσαι μέ Κόρη, τῆς τοῦ ἐχθροῦ δυναστείας, καί καταρδευσον διψώσαν τήν ψυχήν μου, νάμασιν ἀΰλοις, ζωῆς καί σωτηρίας.

Ἅπας προστρέχων, τή Ζωοδόχω Πηγή σου, πάσης θλίψεως λυτροῦται καί ἀνάγκης• ὅθεν σέ Παρθένε, ἀεί δοξολογοῦμεν.


Ὠδή θ΄. Κυρίως Θεοτόκον
Σαρκός μου τάς ὀδύνας, παῦσον Θεοτόκε, καί τῆς ψυχῆς μου τά τραύματα ἴασαι, τή κοινωνία τοῦ ὕδατος τῆς σῆς χάριτος.

Ἰλέω ὄμματί σου, ἴδε τούς ἐστώτας, ὤ ζωηφόρε Πηγή τή εἰκόνι σου, καί τά αἰτήματα τούτων πλήρου Πανάμωμε.

Μητράνανδρε Παρθένε, Κεχαριτωμένη, δέχου ἠμῶν τάς δεήσεις ἑκάστοτε, καί τάς ψυχᾶς ἠμῶν πλῆσον φωτός τῆς χάριτος.

Ὁ οἶκος σου πηγάζει, θείαν εὐφροσύνην, ἐπισκιάσει τῆς σῆς ἀγαθότητος, τοῖς ἀνυμνούσι Παρθένε τά μεγαλείά σου.

Ὑπέρτερον τόν νοῦν μου, δεῖξον Θεοτόκε, χαμαιπετῶν λογισμῶν τοῦ ἀλάστορος, καί πότισον ὕδατι τῆς σῆς χάριτος.


Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί  παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί  ἐνδοξοτέραν  ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν  ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Ὕδατι Πηγῆς σου τῆς θαυμαστῆς, κάθαρον τόν ρύπον, τῆς ψυχῆς μου τῆς ταπεινῆς, καί τήν φλόγα σβέσον, Παρθένε τῶν παθῶν μου, ὡς ἄν ἀεί κηρύττω τά μεγαλείά σου.

Τόν Χριστόν ὡς ὄμβρον ζωοποιόν, Κόρη δεξαμένη, ἐν γαστρί σου τή καθαρά, πηγή σωτηρίας, τῷ κόσμω ἀνεδείχθης, πηγάζουσα Παρθένε, χάριν καί ἔλεος.

Ξήρανον τοῖς ρείθροις τῆς σῆς Πηγῆς, βορβορῶδες ρεῦμα, κατακλύζον μου τήν ψυχήν, Κεχαριτωμένη, Παρθένε Θεοτόκε, καί πρός ζωῆς τό ὕδωρ, τόν νοῦν μου ἴθυνον.

Βλύζει ἐπινεύσει σου τή σεπτή, ἐν τῷ Βυζαντίω, ἡ Πηγή σου χύδην ἀεί, ἰάματα πλεῖστα, ὕδατι τῷ ἁγίω, Παρθένε Θεοτόκε, τοῖς ἀνυμνούσι σέ.

Ἴασαι ψυχήν μου τήν ταπεινήν, πάθει ἀνιάτω, τηκομένην ὀδυνηρῶς, ὕδατι ἁγίω, τῆς θαυμαστῆς Πηγῆς σου, καί σῶσον μέ Παρθένε, τόν πεποιθότα σοί.

Χαίρει εὐσεβούντων πάσα πληθύς, προσιοῦσα Κόρη, τῷ ναῶ σου τῷ ἱερῶ, τῷ ἀνακειμένω, Πηγή σου τή ἁγία, καί εὐλαβῶς δοξάζει, τήν σήν χρηστότητα.

Πᾶσαι τῶν Ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἠμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἀπολυτίκιον τῆς Ζωοδόχου Πηγῆς.
Ἦχος γ΄. Τήν ὡραιότητα

Τόν ὑπερούσιον, ὄμβρον κυήσασα, πηγή ζωήρρυτος, Παρθένε πέφυκας, ἀναπηγάζουσα ἠμίν, τό νέκταρ τό ἀθάνατον, ὕδωρ τό ἀλλόμενον, εἰς ζωήν τήν αἰώνιον, νάματα γλυκύρροα, ἐκ τῆς Κρήνης σου πάντοτε, ἐξ ὧν ἐπεντρυφῶντες βοῶμεν• χαῖρε Πηγή ἡ ζωηφόρος.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς

Ἦχος β΄. Ὄτε ἐκ τοῦ ξύλου

Κρήνη ἀληθῶς ὑπερχειλής, θείων οἰκτιρμῶν καί χαρίτων, οὖσα Πανάχραντε, βλύσον τοῖς προστρέχουσι, τή σή ἁγία Πηγή, γλυκασμόν τόν οὐράνιον, καί ζωῆς τά ρεῖθρα, πάσαν
κατακλύζοντα, ἐχθροῦ ἐπήρειαν, δίδου δέ χαράν καί εἰρήνην, καί πταισμάτων ἄφεσιν αἴτει, τοῖς ἀπό ψυχῆς σέ μεγαλύνουσι.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.


Δίστιχον.

Πηγή ζωοδώρητε Ἁγνή Παρθένε
Γερασίμω πήγασον χάριτος ρεῖθρον

Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης