Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1758
https://www.proseyxi.com

Χαιρετισμοί εις την Αγίαν και Υπέρτιμον Ζώνην της Υπεραγίας Θεοτόκου Empty Χαιρετισμοί εις την Αγίαν και Υπέρτιμον Ζώνην της Υπεραγίας Θεοτόκου

Δευ Φεβ 03, 2020 9:59 am
Χαιρετισμοί εις την Αγίαν και Υπέρτιμον Ζώνην της Υπεραγίας Θεοτόκου

Ποίημα Γερασίμου μοναχού Μικραγιαννανίτου
Χαιρετισμοί εις την Αγίαν και Υπέρτιμον Ζώνην της Υπεραγίας Θεοτόκου _o10

Κοντάκιον. Ὴχος πλ.δ´. Τῆ ὑπερμάχω.
Τὴ ὐπερτίμω Θεοτόκε θεία Ζώνη σου, μετ’ εὐλαβείας προσερχόμενοι πληροῦμεθα, φωτισμοῦ καὶ εὐωδίας ὐπερκοσμίου. Ἀλλ’ ὠς πέλαγος Παρθένε ἀγαθότητος, ἠμᾶς ζῶσον τὴ δυνάμει αὐτής Ἄχραντε, τοῦς κραυγάζοντας· Χαῖρε Ζώνη ὐπέρτιμε.

Ἄγγελοι ἀοράτως, τὴν ἀγίαν σου Ζώνην, ἐν φόβω περιέπουσι Κόρη· ἠμεῖς δε ὄντες ἐν σαρκί, προσπίπτομεν πρὸς αὐτήν μετά πίστεως, ἀγιασμόν λαμβάνοντες, καὶ βοῶμεν ἐν εὐλαβεία·

Χαῖρε, ὴ Ζώνη τὴς Θεοτόκου,
Χαῖρε, ὴ φαῦσις παντός τοῦ κόσμου.
Χαῖρε, τὴς Αχράντου Παρθένου διάζωμα,
Χαῖρε, Ἐκκλησίας ἀπάσης θησαύρισμα.
Χαῖρε, Ζώνη πολυτίμητε τὴς Ἀνάσσης ουρανῶν,
Χαῖρε, ἄνθος εὐωδέστατον εὐσεβῶν Χριστιανῶν.
Χαῖρε, ὄτι τὸ σῶμα ἔζωσας τὴς Παρθένου,
Χαῖρε, ὄτι ἐκλύεις τὴν ἰσχύν τοῦ δολίου.
Χαῖρε, λαμπάς τὴς χάριτος πάμφωτος,
Χαῖρε, πηγή θαυμάτων ἀκένωτος.
Χαῖρε, δι’ ής οὶ πιστοί φωταυγοῦνται,
Χαῖρε, δι’ ής οὶ ἐχθροί καταργοῦνται.

Χαῖρε Ζώνη ὐπέρτιμε.

Βλέψον Θεογεννήτορ, ἐν ὄμματι εὐσπλάγχνω, τοῦς πίστει τὴ ἀγία σου Ζώνη, οἴα αἀγιάσματι σεπτῶ, προσπίπτοντας καὶ αὶτούντας τὴν χάριν σου· αἤττητον γάρ δῦναμιν, δίδως δι’ αὐτής τοῖς βοῶσιν·

Ἀλληλούϊα.

Γέγονε Θεοτόκε, τὴς τιμίας σου Ζώνης, ὴ μετένεξις τὴ Βυζαντίδι, πηγή εὐφροσύνης αληθοῦς· τῆν γὰρ βασιλίδα θάττον ιἄσατο, ἠμῖν δε χάριν ἄφθονον, ἀεί παρέχει τοῖς βοῶσι·

Χαῖρε, πηγή χαράς αιωνίου,
Χαῖρε, κρατήρ τρυφής ψυχοτρόφου.
Χαῖρε, ὴν ὴ Πάναγνος Παρθένος διέζωσε,
Χαῖρε, ἤπερ ἐν Ἄθω ὠς φῶς ἐπέλαμψε.
Χαῖρε, ὄτι ἐθεράπευσας τὴν βασίλισσαν Ζωήν,
Χαῖρε, ὄτι βλύζεις ἄπασιν εὐφροσύνην νοητήν.
Χαῖρε, σειρά παναγία τὴς Αγνής Θεοτόκου,
Χαῖρε, βέλος πυρφόρον κατ’ ἐχθροῦ βροτοκτόνου.
Χαῖρε, χαράς αἰτία καὶ πρόξενος,
Χαῖρε, ψυχῶν λιμήν ἀκλυδῶνιστος.
Χαῖρε, Χριστῶ εὐσεβῶς συνδεσμούσα,
Χαῖρε, παθῶν τᾶς ὀρμάς καταργοῦσα

Χαῖρε Ζώνη ὐπέρτιμε.

Δέδωκας τῆν σήν Ζώνην, τῶ Θωμά Θεοτόκε, πρὸς τὸν ‘Υιόν σου ἀνερχομένη· καὶ δι’ αὐτοῦ ὠς δῶρον σεπτόν, καὶ ἀγαθῶν καταλέλοιπας πλήρωμα, αὐτήν ἠμῖν Πανύμνητε, τοῖς σε ὐμνοῦσι καὶ βοῶσιν·

Ἀλληλούϊα.

Έχει Βατοπαιδίου, ὴ ἀγία Μονή σου, ὠς πλούτον ἀναφαίρετον Κόρη, καὶ ὠς στήλην τὴς σής ἀρωγής, τὴν μυρίπνοον καὶ πάντιμον Ζώνην σου, ὴ εὐλαβῶς προσπίπτουσα, ἐν κατανύξει ταῦτη κράζει·

Χαῖρε, ὸ πλούτος τὴς ἀφθαρσίας,
Χαῖρε, ἠ στήλη τὴς σὐμπαθείας.
Χαῖρε, χορηγέ ἀγαθών ἀνεξάντλητε,
Χαῖρε, ἐδρασμέ Μοναστῶν ἀδιάσειστε.
Χαῖρε, Ζώνη πανυπέρτιμε τῶν ‘Αγγέλων χαρμονή,
Χαῖρε, Μοναζόντων στήριγμα καὶ δεινῶν ἀποτροπή.
Χαῖρε, Βατοπαιδίου τὸ πολύτιμον γέρας,
Χαῖρε, τῶν εὐσεβοῦντων ὐμνωδία καὶ κέρας.
Χαῖρε, ὀσμήν οὐράνιον πνέουσα,
Χαῖρε, ἰσχύν αἤττητον νέμουσα.
Χαῖρε, δι’ ἠς Μονασταί κραταιοῦνται,
Χαῖρε, δι’ ἠς δυσμενείς ἀπολούνται.

Χαῖρε Ζώνη ὐπέρτιμε.

Ζωηφόρον ὴ θήκη, τὴς παντίμου σου Ζώνης, παρέχει εὐωδίαν Παρθένε, καὶ δυσωδίαν τὴν τῶν παθῶν, ἀπελαύνει ἀεί ἐκ τῶν ψυχῶν ἠμῶν· διό τα μεγαλείά σου, θαὐμάζοντες ἀναβοῶμεν·

Ἀλληλούϊα.

Η Ἀγία σου Ζώνη, Παναγία Παρθένε, ὠς φῶς ἐκλάμπτει ἐν Όρει Ἄθω, καὶ λαμπηδόνας χρυσοειδείς, πανταχοῦ ἀπαστράπτει τὴς σὴς χάριτος· διό ταῦτης τὰ θαύματα, γεραίροντες πίστει βοῶμεν·

Χαῖρε, θαυμάτων ὴ χορηγία,
Χαῖρε, χαρίτων λαμπαδουχία.
Χαῖρε, κειμηλίων κειμήλιον ἄγιον,
Χαῖρε, καρδιῶν θεοφρόνων λαμπάδιον.
Χαῖρε, Ζώνη ὴν ἐφόρεσεν ὴ Πανάχραντος ἐν γῆ,
Χαῖρε, πᾶσιν ὴ παρέχουσα χάριν καὶ πολλήν ἰσχύν.
Χαῖρε, ὄτι ἐκφαίνεις τὴς Παρθένου τῆν δόξαν,
Χαῖρε, ὄτι ἐκτρέπεις τῶν δαιμόνων τὰ τόξα.
Χαῖρε, πολλάς ἰάσεις βλυστάνουσα,
Χαῖρε, ψυχάς παθῶν ἀπαλλάττουσα.
Χαῖρε, πιστῶν ἀγαλλίαμα θείον,
Χαῖρε, σεπτόν εὐσπλαγχνίας ταμείον.

Χαῖρε Ζώνη ὐπέρτιμε.

Θεοδῶρητον δῶρον, καὶ οὐράνιον ὄλβον, κατέχοντες τῆν Ζώνην σου Κόρη, περιζωννῦμεθα δι’ αὐτής, κατά παθῶν ἀπροσμάχητον δῦναμιν· χάριν γάρ καὶ ἔλεος, ἀεί βραβεύει τοῖς ἐκβοῶσιν·

Ἀλληλούϊα.

Ἴαμα ἀναβλύζει, ὴ ἀγία σου Ζώνη, κατά ψυχήν καὶ σῶμα Κόρη, καθάπερ δρόσον ἐαρινήν, ὠς φησίν ὸ Ησαΐας Πανάχραντε, καὶ γλυκασμόν οὐράνιον, τοῖς εὐλαβῶς ταῦτη βοῶσι·

Χαῖρε, πηγή αὔλων ναμάτων,
Χαῖρε, ροή πολλῶν χαρισμάτων.
Χαῖρε, τὴς Πανάγνου ὴ Ζώνη ὴ πάντιμος,
Χαῖρε, Ἐκκλησίας χαρά ὴ ουράνιος.
Χαῖρε, ἄγιον θησαύρισμα δόσεων πνευματικῶν,
Χαῖρε, ἔνδοξον στεφάνωμα εὐσεβῶν Χριστιανῶν.
Χαῖρε, Βατοπαιδίου ἀρραγέστατον τείχος,
Χαῖρε, παντός τοῦ κόσμου πύργος θείας ἰσχύος.
Χαῖρε, σεπτόν τὴς Παρθένου ζῶνιον,
Χαῖρε, ἠμῶν θεόσδοτον ὤνιον.
Χαῖρε, τὴς μόνης Παρθένου ὴ Ζώνη,
Χαῖρε, πιστῶν θεοβράβευτος ῤώμη.

Χαῖρε Ζώνη ὐπέρτιμε.

Κέκτηται ὴ Μονή σου, ὴ του Βατοπαιδίου, ὠς ἔνθεον θησαύρι¬σμα Κόρη, τὴν σὴν Ζώνην τὴν θαυμαστήν, καὶ τοῖς θαυμασίοις αὐτής σεμνύνεται, καὶ χαριστηρίους ὔμνους σοι, προσάδει ἀναβοῶσα·

Ἀλληλούϊα.

Λάμπον φῶς καθωρᾶτο, τῆ ἀγία σου Ζώνη, ἠνίκα μετηνεκται ἐν Θήρα· ἔνθεν ἐν εὐλαβεία πολλή τη Μονή σου ταύτην μετακόμισαν, ὐμνοῦντές σου τὴν πρόνοιαν, καὶ βοῶντες ἐν εὐφροσύνη.

Χαῖρε, ἠ Ζώνη τῆς Θεοτόκου,
Χαῖρε, ἠ δόξα Βατοπαιδίου.
Χαῖρε, ἤν ἠ χάρις σκιάζει τοῦ Πνευματος,
Χαῖρε, ἤν γεραίρει λαός ὸ Χριστώνυμος.
Χαῖρε, συστοιχία πάντιμος οὐρανίων δωρεῶν,
Χαῖρε, ὐμνωδία ἄπαυστος Μοναστῶν καὶ Ἀσκητῶν.
Χαῖρε, ὄτι πηγάζεις ἰαμάτων τὰ ρείθρα,
Χαῖρε, ὄτι σβεννύεις παθημάτων τὴν φλόγα.
Χαῖρε, σεπτόν τἠς Ἀγνής διάζωσμα,
Χαῖρε, πιστῶν ἀπάντων διάσωσμα.
Χαῖρε, φωτός ἀπαστράπτουσα αἴγλην,
Χαῖρε, παθῶν καταπαύουσα λύμην.

Χαῖρε Ζώνη ὐπέρτιμε.

Μεγαλύνομεν πάντες, τὰ πολλά μεγαλεῖα, τῆς πρὸς ἠμᾶς σου κηδεμονίας, καὶ τὴν Ζώνην σου τὴν ἰεράν, περικυκλούντες ἐν πίστει Πανύμνητε, ἀγιασμού πληρούμεθα, καὶ τῶ Υἰῶ σου ἐκβοῶμεν·

Ἀλληλούϊα.

Νοητήν ὠς νεφέλην, τὴν ἀγίαν σου Ζώνην, ἐφάπλωσον ἠμῖν Θεοτόκε, καὶ πλήρωσον ἠμῶν τὰς ψυχάς, ἀγιασμού καὶ θείας κατανύξεως· πρὸς σε γὰρ καταφεύγομεν, καὶ τὴ Ζώνη σου ἐκβοῶμεν·

Χαῖρε, ἐστία χάριτος θείας,
Χαῖρε, ἠ βρύσις τῆς συμπαθείας,
Χαῖρε, δωρεῶν θεοσδότων θησαύρισμα,
Χαῖρε, τῆς Ἀγνής Θεοτόκου διάζωσμα.
Χαῖρε, ἀσφαλείας σύνδεσμος καὶ εἰρήνης χορηγός,
Χαῖρε, στήριγμα στερρότατον εὐσεβῶν καὶ γλυκασμός.
Χαῖρε, ὄτι ἐκλάμπεις τῶν θαυμάτων ἀκτίνας,
Χαῖρε, ὄτι σκεδάζεις χαλεπάς ἀσθενείας.
Χαῖρε, αὐγή Θεοῦ ἀγαθότητος,
Χαῖρε, ἀλκή ἠμῶν θεοδώρητος.
Χαῖρε, χαράν ἀληθή χορηγοῦσα,
Χαῖρε, φθοράν ψυχικήν θανατοῦσα.

Χαῖρε Ζώνη ὐπέρτιμε.

Ξένα τὰ θαυματά σου, ὤ ὐπέρτιμε Ζώνη, τῆς παντοβασιλίσσης Παρθένου· καὶ ἀσθενείας λοιμικῆς, τὴν Κωνσταντινούπολιν ἠλευθέρωσας, εἰς θαυμασμόν καὶ ἔκπληξιν, τῶν βοῶντων ἐν κατανύξει·

Ἀλληλούϊα.

Όρμος χειμαζομένων, ἠ ἀγία σου Ζώνη, ἐδείχθη Θεοτόκε Παρ¬θένε· ἠ γὰρ χάρις σου ἠ ἐν αὐτή, ἐνεργεί τοῖς προσιούσι τα θαύματα· διό ταύτη προσπίπτοντες, ἀναβοῶμεν μετά πόθου·

Χαῖρε, σορός καλῶν οὐρανίων,
Χαῖρε, κρουνός θαυμάτων ποικίλων.
Χαῖρε, πρὸς ἠμᾶς τῆς Παρθένου ἐπίσκεψις
Χαῖρε, θλιβομένων ψυχῶν ἠ ἀντίληψις.
Χαῖρε, θείον ἐνδιαίτημα ἐνεργείας θεϊκής,
Χαῖρε, ἄγιον θησαύρισμα χάριτος Παρθενικής.
Χαῖρε, ὄτι χολέρας τὸ Βυζάντιον σώζεις,
Χαῖρε, ὄτι τοῖς πᾶσιν ἀρωγήν θᾶττον νέμεις.
Χαῖρε, παθῶν σβεννύουσα ἄνθρακας,
Χαῖρε, υμάς ευφραίνουσα άπαντας.
Χαῖρε, πολλῶν δωρεῶν πρυτανεῖον,
Χαῖρε, σεπτόν θείας δόξης ταμεῖον.

Χαῖρε Ζώνη ὐπέρτιμε.

Πλήρης δόξης ἀγίας, τῆς σῆς Ζώνης ὀρᾶται, ἠ θήκη ἀληθῶς ἠ ἀγία, Θεοτόκε Παρθένε Ἀγνή, καταπλήττουσα ἠμῶν τὴν διάνοιαν· ὀσμή γὰρ ὐπερκόσμιον, διαπνέει τοῖς ἐκβοῶσιν·

Ἀλληλούϊα.

Ράβδος θείας ἰσχύος, ἠ σὴ Ζώνη ἐδόθη, ἠμῖν η θαυμαστή Θεομήτορ· τῆ νοητή γὰρ αὐτής ροπή, ἐκ παντός κινδύνου ἀπαλλαττόμεθα, καὶ χάριτος πληρούμεθα, ἐκβοῶντες ἐν εὐλαβεία·

Χαῖρε, δοχείον ὀσμής ἀγίας,
Χαῖρε, διάδημα ἀφθαρσίας.
Χαῖρε, Μοναζόντων σεμνόν καταφύγιον,
Χαῖρε, τῶν ἐν Ἄθω δόμα ὐπερύμνητον.
Χαῖρε, πάντιμον ἀγίασμα τῆς Παρθένου καὶ ἀγνής,
Χαῖρε, δώρημα παντέλειον ὄντως πρὸς ἠμᾶς αὐτῆς.
Χαῖρε, Βατοπαιδίου ἀληθής εὐφροσύνη,
Χαῖρε, πᾶσης καρδίας εὐσεβοῦς χαρμοσύνη.
Χαῖρε, ὀσμή ἀνθέων τῆς χάριτος,
Χαῖρε, πνοή τῆς ἄνω τερπνότητος.
Χαῖρε, φιάλη ἀρωμάτων θείων,
Χαῖρε, ὐμνωδία θεία ‘Αγίων.

Χαῖρε Ζώνη ὐπέρτιμε.

Σκέπην καὶ προστασίαν, καὶ βοήθειαν θείαν, καρπούμενοι ἀεί Παναγία, ἐκ τῆς μυριπνόου Ζώνης σου, μετά πίστεως ταῦτη προσερχόμεθα, καὶ εὐλαβῶς προσπίπτοντες, τῶ ἐκ σου τεχθέντι βοῶμεν·

Ἀλληλούϊα.

Της ἀγίας σου Ζώνης, χάριτι Θεοτόκε, περίζωσον ἠμᾶς δυναστείαν, κατά τοῦ αρχεκάκου ἐχθροῦ, ὠρυομένου καθ’ ἠμῶν ὠς λέοντος, ὠς ἀν περιγενώμεθα, τῆς τούτου κακίας βοῶντες·

Χαῖρε, ζωστήρ τῆς ‘Αγνής Παρθένου,
Χαῖρε, κρατήρ ἰσχύος Κυρίου.
Χαῖρε, ἠμᾶς ἠ συνδεσμούσα καὶ σώζουσα,
Χαῖρε, τῶν παθῶν τους συνδέσμους ἠ λύουσα.
Χαῖρε, ζῶσμα τιμαλφέστατον τῆς τεκούσης τὸν Χριστόν,
Χαῖρε, δόμα ἰερῶτατον πρὸς τὸν εὐσεβή λαόν.
Χαῖρε, ἠ χορηγούσα ἠμῖν δύναμιν θείαν,
Χαῖρε, ἠ ἀναιρούσα τοῦ ἐχθροῦ τὴν μανίαν.
Χαῖρε, ὤ Ζώνη τῆς Θεομήτορος,
Χαῖρε, ὤ κλέος ἠμῶν καὶ σύνδεσμος.
Χαῖρε, Χριστοῦ Ἐκκλησίας ὸ κόσμος,
Χαῖρε, λαοῦ Ορθοδόξου τὸ σθένος.

Χαῖρε Ζώνη ὐπέρτιμε.

΄’Υμνοις χαριστηρίοις, πανυπέρτιμε Ζώνη, ταΗς τεκούσης τὸν πάντων Κτίστην, ἀνυμνούμεν τὴν σὴν χάριν ἀεί, ἀπολαύοντες τῶν πολλῶν θαυμάτων σου, καὶ τὴν ‘Αγνήν Παντάνασσαν, δοξάζομεν Χριστῶ βοῶντες·

Ἀλληλούϊα.

Φωτοδόχον λαμπάδα, τὴν ἀγίαν σου Ζώνην, Βατοπαιδίου σχοῦσα ἠ Μάνδρα, λαμπρύνεται Παρθένε ἀεί, καὶ τὴν πρὸς αὐτήν δοξάζει σου πρόνοιαν· ὄτι ταύτη δεδώρησαι, τὴν Ζώνην σου πιστῶς βοῶση·

Χαῖρε, ἠ Ζώνη τῆς θεοτόκου,
Χαῖρε, λυχνία φωτός τριφώτου.
Χαῖρε, διεστώτων ἠ ἔνθεος σύναψις,
Χαῖρε, ἀσθενούντων θεόσδοτος δύναμις.
Χαῖρε, κράτος ἠ παρέχουσα θεία Ζώνη τοῖς πιστοῖς,
Χαῖρε, στίφος ἠ ὀλλύουσα τοῦ Βελίαρ πανστρατεῖ.
Χαῖρε, ὄτι ῤωννύεις τῶν ψυχῶν τὰς δυνάμεις,
Χαῖρε, ὄτι ἰθύνεις πρὸς καλάς ἀναβάσεις.
Χαῖρε, ψυχῶν ἐκπλύνουσα τραύματα,
Χαῖρε, ἐχθρῶν συντρίβουσα ἄρματα.
Χαῖρε, ἠμῶν ἀληθής θυμηδία,
Χαῖρε, πιστῶν θεία παραμυθία.

Χαῖρε Ζώνη ὐπέρτιμε.

Χαῖρει Βατοπαιδίου, ἠ Μονή Θεοτόκε, κατέχουσα τὴν θειαν σου Ζώνην, καὶ πᾶσας συγκαλεῖ τὰς Μονάς, πρὸς δοξολογίαν τῶν μεγαλείων σου, δοξάζουσα τὴν δόξαν σου, καὶ ἐκβοῶσα τῆ Τριάδι·

Ἀλληλούϊα.

Ψάλλοντες κατά χρέος, Θεοτόκε Παρθένε, τῆς Ζώνης σου τὴν ἄφθονον χάριν, κηρύττομεν εὐσήμως ‘Αγνή, τὴν πρὸς ἠμᾶς σου πλουσίαν προμήθειαν, καὶ τῆ ἀγία Ζώνη σου, ἐκβοῶμεν πανευχαρίστως·

Χαῖρε, σειρά σεπτή τῆς Παρθένου,
Χαῖρε, χαρά τοῦ Βατοπαιδίου.
Χαῖρε, τοῦς πιστούς πρὸς Θεόν ἠ ἀνάγουσα,
Χαῖρε, πρὸς ζωήν ἀληθή ἠ συνάγουσα.
Χαῖρε, Ζώνη πανυπέρτιμε, Ἐκκλησίας θησαυρέ,
Χαῖρε, κόσμου ἀγαλλίαμα, καὶ ειρήνης χορηγέ.
Χαῖρε, τῶν εὐσεβούντων προσφυγή σωτηρίας,
Χαῖρε, τῶν Μοναζόντων πλούτος παρηγορίας.
Χαῖρε, δι’ ἠς παθῶν καθαρθήσομαι,
Χαῖρε, δι’ ής φωτός πληρωθήσομαι.
Χαῖρε, χαρά ἀληθής τῆς ψυχής μου,
Χαῖρε, λιμήν ἀσφαλής τῆς ζωής μου.

Χαῖρε Ζώνη ὐπέρτιμε.

Ὤ ὐπέρτιμε Ζώνη, τῆς ‘Αγνής Θεοτόκου, ἠ ζώσασα τὸ ἄχραντον σῶμα ( γ´), δίδου ἠμῖν ἐκ τοῦ θησαυροῦ, τῆς ἐν σοί σκηνούσης θείας Χάριτος ζωοποιόν ἐνέργειαν, ἴνα τῶ Χριστῶ ἀεί βοῶμεν·

Ἀλληλούϊα.

Κοντάκιον. Ήχος πλ.δ´. Τῆ ὑπερμάχω.

Τὴ ὐπερτίμω Θεοτόκε θεία Ζώνη σου, μετ’ εὐλαβείας προσερχόμενοι πληροῦμεθα, φωτισμοῦ καὶ εὐωδίας ὐπερκοσμίου. Ἀλλ’ ὠς πέλαγος Παρθένε ἀγαθότητος, ἠμᾶς ζῶσον τὴ δυνάμει αὐτής Ἄχραντε, τοῦς κραυγάζοντας· Χαῖρε Ζώνη ὐπέρτιμε.

Δίστιχον·
Ζώνης τῆς ‘Αγνής Θεοτόκου ἐν οἴκοις,
Γεράσιμος ὔμνησε τὰ μεγαλεῖα.


Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης