Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1758
https://www.proseyxi.com

Παρακλητικός Κανών εις τον Όσιο Θεόφιλο τον Μυροβλύτη Empty Παρακλητικός Κανών εις τον Όσιο Θεόφιλο τον Μυροβλύτη

Κυρ Φεβ 02, 2020 10:50 am
Παρακλητικός Κανών εις τον Όσιο Θεόφιλο τον Μυροβλύτη

Παρακλητικός Κανών εις τον Όσιο Θεόφιλο τον Μυροβλύτη Theofi10

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τά Τροπάρια.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ σταυρῷ.

Θεοφίλου τὰς λιτὰς ἐκζητήσωμεν, οἱ καθ’ ἑκάστην χαλεπῶς χειμαζόμενοι, καὶ στένοντες κραυγάζοντες ἐκ βάθους ψυχῆς· Ἄθω σεμνολόγημα, καὶ τοῦ Ὄρους τό ἔρνος, ἐφ’ ἡμῖν σπλαγχνίσθητι, σοῖς ἀχρείοις ἱκέταις, καὶ ἀπὸ πάσης ῥῦσαι συμφορᾶς, τοὺς προσκυνοῦντας σὸν ἄφθαρτον σκήνωμα.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα ὁ Κανών.

ᾨδή α΄. Ἦχος δ΄. Ἀνοίξω τό στόμα μου.  

Ἐλπίς μου Θεόφιλε, καί δόξα θεία, γεγέννησαι∙ τῆς μάνδρας γάρ πρόβατον, κἀγώ τῆς φίλης σου∙ διό δέξαι μου, τόν ὕμνον Μυροβλύτα, κροτοῦντα τοῦ μύρου σου, τὴν χάριν σήμερον.

Ῥευμάτων βορβόρου με, καί δυσωδίας Θεόφιλε, ἀπόσμηξον δέομαι τῶν ἀκαθάρτων παθῶν∙ καί τῷ μύρῳ σου λαμπρῶς εὐωδιάσας, Χριστοῦ μύρου ποίησον, ἄξιον σκήνωμα.

Ζωῆς ἐφιέμενος, τῆς ἀϊδίου καί κρείττονος, εἰκότω ἠλόγησας, τῆς ἐπικήρου ζωῆς, μακρυνόμενος, σαρκίνης συγγενείας, Χριστῷ συννεκρούμενος, καί συζωούμενος.

Θεοτοκίον.
Φανεῖσαν Πανάμωμε, μύρου τοῦ θείου ἀλάβαστρον, καί σκεῦος ἐξαίρετον, τῆς εὐωδίας Χριστοῦ, ἱκετεύω Σε, παθῶν τῆς δυσωδίας, βορβόρου τε λύτρωσαι, τῆς ἁμαρτίας με.


ᾨδή γ΄. Τούς Σούς ὑμνολόγους.  
Ναμάτων τῆς χάριτος ἐπλήσθης, ἀσκήσει συντόνῳ καθαρθείς, δακρύοις δέ λουσάμενος, καθαρτικοῖς Θεόφιλε, κρᾶσιν καινήν τετέλεκας, πηγή τῶν μύρων γενόμενος.

Ὁ τάφος σου Μάκαρ ὥσπερ κρήνη, ναμάτων ὁρᾶται ζωτικῶν, ὡς ῥεύματα τά μύρα σου, ποταμηδὸν προχέουσα, θαλάσσας τῶν παθῶν ἡμῶν, καί λογισμῶν κατακλύζοντα.

Τό μύρον Χριστὸς ἐν τῇ ψυχῇ σου, Θεὸφιλε ῥεῦσαν νοητῶς, ὡς χείλεσι σοῖς μέλεσι, μύρου πηγὴν ἐξέχεε, τῆς χάριτος τοῦ Πνεύματος, σεπτὸν δεικνύων σε σκήνωμα.

Ἐν σώματι Ἄγγελος ἐδείχθης, θείε σύν Ἀγγέλοις λειτουργῶν, πάχους σαρκός καί φύσεως ὑπερηρμὲνος Ὅσιε, θεουργικῶς λαμπόμενος, καί θαυμαστῶς κλεϊζόμενος.

Θεοτοκίον.
Ἰδού ἡ Παρθὲνος ἀνακράζει, τῷ πάντων Δεσπότη καί Υἱῷ∙ καλὸς εἶ ὁ Νυμφίος μου, ἰδού καλός ὡραῖος τε∙ εἰς τὴν ὀσμὴν τοῦ μύρου Σου, σπουδῇ δραμούμαι ὀπίσω Σου.


Ὡς ἕτοιμον, ἐν συμφοραῖς καὶ κινδύνοις ἡμεῖς προστάτην, καταφεύγομεν εὐλαβῶς πρὸς σὲ Θεόφιλε, σεπτὲ τοῦ Ἄθωνος Μυροβλύτα.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Αἲτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Ἀκέστωρ ταχὺς ὑπάρχεις ὦ Θεόφιλε, τοῖς πόθῳ ἀεὶ τῷ σκήνει σου προστρέχουσι, καὶ τρανῶς κραυγάζουσιν· ἀφθαρσίας σὲ τῷ ἐνδύσαντι, χιτῶνα πρέσβευε Παμβασιλεῖ, ἐνδῦσαι ἡμᾶς στολὴν χρηστότητος.


ᾨδή δ΄. Τήν ἀνεξιχνίαστον.  
Ὥριμον ὡς βότρυν σε μάκαρ Χριστὸς, θείας ἐξ ἀμπέλου δεξάμενος, ἐναποθλίβει, τῆς ἐρημίας τῷ ληνῷ∙ τὸ καταρρεῦσαν γλεῦκος δέ, μύρου θείαν βρύσιν εἰργάσατο.

Ποῦ μένεις Νυμφίε μου, ποῦ τὴν σκηνὴν, Σοῦ ἐν μεσημβρίᾳ κατέπληξας; Ὁ Μυροβλύτης ἀνεβόα τῷ Χριστῷ∙ εἰς τὴν ὀσμὴν τῶν μύρων Σου, μύρον ἐκδραμοῦμαι ληψόμενος.

Ῥεύματα Θεόφιλε, πλάνης δεινῆς, κλύσας τῶν δακρύων σου χύσεσιν, ἁμαρτιῶν μου, καὶ παθῶν τούς ποταμοὺς, εἰς τὲλος ἀποξήρανον, μύρων σου τοῖς ρεύμασι δὲομαι.

Θεοτοκίον.
Λέγε μοι Νυμφίε μου, λέγε τρανῶς∙ ποῦ ποτε ποιμαίνεις τά πρόβατα; Ἡ Νύμφη κράζει, τῷ Νυμφίῳ καί Υἱῷ∙ ὀσμή γάρ ἡ τῶν μύρων Σου, πὰντας τούς φιλοῦντας Σε εἵλκυσεν.


ᾨδή ε΄. Ἐξὲστη τά σύμπαντα.  
Ὁ μέγας ἐν Ἄθωνι, Θεόφιλος τοῖς δάκρυσιν, ἱδρῶτας κεράσας τῶν ἀγώνων, μύρον τό θεῖον ἡμῖν ἐσκεύασε, πυρί τῷ τοῦ Πνεύματος καλῶς, ἑψήσας τό φάρμακον, εἰς ψυχῶν καινὴν κάθαρσιν.

Σωμάτων τά τραύματα, καί τῶν ψυχῶν Θεόφιλε, ὥσπερ ἀντιδότῳ δραστηρίω, μύρῳ καθαίρεις τῷ ἐκ τοῦ τὰφου σου, ἰὸν ἀποπλύνων νοητόν, ζήλῳ τοῦ Δεσπότου σου, σταλαγμοῖς τῶν δακρύων σου.

Πυρὸς ἐνεργέστερον, τό μύρον σου Θεόφιλε, πᾶσαν διατρέχον Ἐκκλησίαν, βλύζει πηγάζει, ζεῖ τε καί δρᾷ μυστικῶς, τοῖς πίστει προστρέχουσιν αὐτῷ, φλὲγον ἁμαρτήματα, καί τεφροῦν πάθη ἅπαντα.

Ὑπήρεισε Ὅσιε, στύλοις ἑπτά τοῦ Πνεύματος, Πάτερ, ἑπταρίθμοις ἐπιπνοίαις, οἶκον οἰκεῖον σε ἡ ἑκούσιος, καί ζῶσα Σοφία τοῦ Θεοῦ, ὧ ἐπανεπαύσατο, σύν Πατρί καί τῷ Πνεύματι.

Θεοτοκίον.
Ὁ Λόγος ἐν μήτρᾳ Σου, Κόρη σκηνώσας εἴργασται, ταύτην μυροθήκην καινού μύρου∙ ὅθεν Παρθὲνε Ἁγίων θεῖαι ψυχαί, ὀπίσω Σου ἔδραμον θερμῶς∙ εἶ καλή βοῶσαι Σοι, εἶ καλή κόρη Δέσποινα.


ᾨδή στ΄. Τὴν θείαν ταύτην.  
Ἀνάστα δεῦρο πλησίον μου, ψυχῇ τοῦ Θεοφίλου προσφθὲγγεται, Νυμφίος Κύριος∙ οἴκῳ τοῦ νάρδου εἰσέλθωμεν, καί τῆς ὀσμῆς τοῦ μύρου μου μεταλάβωμεν.

Καινά Θεόφιλε κράζει σοι, Νυμφίος ὁ Χριστός τά τελούμενα∙ ὁ χειμὼν λέλυται, δεῦρο τό ῥόδον ἐξήνθησεν∙ εἰς τὴν ὀσμὴν ὡς φίλος δράμε τῶν μύρων μου.

Ἐγώ φησὶν ὁ ἐρώμενος, ἐγώ Νυμφίε σπεύδω ὀπίσω Σου∙ ὀσμὴ γάρ μύρων Σου, πάντων τῶν μύρων ὑπὲρκειται, ἥτις ἡμῶν τὸν πόθον, μύρον εἰργάσατο.

Γλυκύ μοι πρᾶγμα καί ὄνομα, ὑπάρχει ὦ Θεόφιλε ἔνδοξε∙ γλώσσης ἐντρύφημα∙ τερπνὸν καρδίας μελέτημα∙ καί τοῦ νοός μοι ἥδιστον ἀγαλλίαμα.

Θεοτοκίον.
Νοός μου πᾶσαν σκοτόμαιναν, ἀπέλασον καί, δώρησαι Ἄχραντε τῇ παναθλίᾳ μου, ψυχῇ ἀκτῖνα Σῆς χάριτος, σύ γάρ ἐλπίς ἁπάντων καί ἡ βοήθεια.


Διάσωσον, ἀπὸ παντοίων κινδύνων τοὺς σοὺς ἱκέτας, ὅτι πρὸς σὲ θερμῶς θεοφόρε προστρέχομεν, ὡς ῥύστην σὲ ἔχοντες καὶ προστάτην.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Αἲτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Πρεσβεία θερμή.

Προστάτα θερμὲ καὶ πάντων καταφύγιον, καὶ νόσων δεινῶν ταχὺ ἀλεξιτήριον, ἐκτενῶς βοῶμέν σοι, θεοφόρε Θεόφιλε· πρόφθασον φάνηθι, καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, σὲ γὰρ βεβαίαν ἐλπίδα κεκτήμεθα.


Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Εὐαγγέλιον ἐκ τοῦ κατὰ Ματθαῖον (Κεφ. ια΄ 27-30).

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς• πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου• καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱὸν εἰ μὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ Υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν• ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.


Δόξα.
Ταῖς τοῦ Σοῦ Ὁσίου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καί νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στ. Ἐλέησόν με, ὁ Θεός...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Ὅλην μου Θεόφιλε, εἰς σὲ τηρῶ τὴν ἐλπίδα, καὶ θερμοῖς τοῖς δάκρυσιν, ἀπὸ τῆς καρδίας μου ἱκετεύω σε, πρὸς Θεὸν ποίησον, ἱκεσίαν μάκαρ, τῶν πταισμάτων λύσιν δοῦναί μοι, καὶ ἀγαλλίασιν, ψυχικὴν καὶ βίου διόρθωσιν· καὶ νῦν σε πρὸς τὸν Κύριον, πρεσβευτὴν θερμότατον κέκτημαι· ἔχεις καὶ γὰρ Πάτερ, ἰσχὺν πρὸς τὸ πρεσβεύειν ἐκτενῶς, ὑπὲρ τῶν πίστει τιμώντων σε, ἀξιομακάριστε.


ᾨδή ζ΄. Οὐκ ἐλάτρευσαν.  
Ἱερούργησας, ἀμέμπτως ὦ Θεόφιλε θυσίαν ἄμωμον, τῷ Βασιλεῖ τοῦ παντός∙ καρδίαν καθάρας σου, εὐχαῖς καί δάκρυσιν· ὅθεν δίδωσι, σοι ἀμοιβὴν κατάλληλον, μύρον ἄλλοις δεδειχώς σε.

Σεσωμάτωται, τό μύρον τό οὐράνιον, Χριστὸς ὁ Κύριος, διά φιλίαν βροτῶν· αὐτὸν δὲ Θεόφιλος φιλὴσας ἄριστα, Χριστὸς γίνεται, μύρῳ καινῷ χρισάμενος, ἐκ σαρκός δ’ἐκβλύζει μύρα.

Μύρω χρίσας με, Χριστός ἀγαλλιάσεως, δουλείας ἔλυσε, καί τυραννίδος πικρᾶς∙ ἀλλ’αὖθις δεδούλωμαι, αἰσχίσταις πράξεσιν ἐλευθέρωσον, αἰσχρᾶς δουλείας. Ὄσιε, σοῦ τῷ μύρῳ καταχρίσας.

Συναγάλλου, οὐρανέ συνευφρανέσθωσαν, ἀνθρώποις, σήμερον Ἀγγέλων αἱ στρατιαί, βροτὸς ἐπουράνιος, Ἄγγελος, γήϊνος ἑορτάζεται, νῦν ὁ θεόφρων Ὅσιος, εἰς τιμὴν Θεοῦ τῶν ὅλων.

Ὑψιβάμων, ἀρεταῖς ὑπερουράνιος, πάνσοφε Ὅσιε, τῇ πολιτεία τελῶν, τό φρόνημα μέτριος, ὑπῆρχες καί ταπεινός, ὑπὲρ ἅπαντας∙ Θεός σε, καί ἀνύψωσεν, ὑπὲρ πάντας θαυμασίως.

Θεοτοκίον.
Ἐκλεξάμενος, Νυμφίος ὁ ὡραῖος Σε, Παρθὲνε, Δὲσποινα, τῶν γηγενῶν, ἐκ φυλῆς, λαμπρῶς παρεστὴσατο, ἐκ δεξιῶν Αὐτοῦ. Δεῦρο, Νύμφη μου ἀπό Λιβάνου λέγων Σοι, δεῦρο νύμφη μου καί Μῆτερ.


ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.  
Ὑψώσας Χριστὸν ἐν Ἐκκλησία, ἀλήθειαν σοῦ ὁ λάρυγξ ἐμελὲτησεν∙ στόμα σὸν λελάληκε, σοφίας τά ρήματα∙ τῶν ἀρωμάτων ὤφθησαν αἱ σιαγὸνες σου, φιὰλαι∙ διά τοῦτο Χριστὸς σε, μύρου θείου κρὴνην, ἀνὲδειξε τῷ κόσμῳ.

Νέος οὐρανός μοι καθορᾶται, ὁ θεῖος ναός σου ᾦ Θεόφιλε, ἐν ᾧ εἰσερχόμενος, βλὲπω ὥσπου ἥλιον, τὴν ἱεράν εἰκόνα σου καί ἐνοπτρίζομαι, τὴν χάριν σου, καθάπερ σελήνην, καί ὡς λαμπρὸν ἄστρον, τό λείψανόν σου Πὰτερ.

Πληροῦται σοι ρῆμα Ἡσαΐου, προγνῶναι σε πονηρόν γάρ ὦ Θεόφιλε, ἐξελέξω ἄριστα, ἀγαθόν πανεὺφημε∙ ὀπίσω του δ’ ἔδραμες γνώμης εὐθητητι, ἀκρότατον, ἐφέσεως ἕως, ἔφθασας ὦ μάκαρ, Θεὸν εἰς τούς αἰῶνας.

Σύ μοι προστασία γενοῦ Πάτερ παρὸντι βραχεῖ ἐν βίῳ διατρίβοντι∙ σύ νοσοῦντι, φάνηθι, βοηθὸς Θεόφιλε∙ καί σύ ψυχοραχοῦντι μοι ἐγγύς παράστηθι καί κρίσεως, ἐν βήματι ὄντι, σύ μοι δίδου χεῖρα, καί ρῦσαι καταδίκης.

Θεοτοκίον.
Ὄλβον Σε κοινὸν ὦ Θεοτόκε, καί δόξαν οἱ Σέ τιμῶντες πάντες ἔχοντες, πίστει Σοι προστρέχομεν, πόθῳ Σου δεόμενοι, τῆς ἀδοξίας λύτρωσαι, τῆς ἐν τῷ μέλλοντι, τρυφῆς τῆς αἰωνίου καί δόξης, ἐν σκηναῖς δικαίων, ἡμᾶς καταξιοῦσα.


ᾨδὴ θ΄. Ἅπας γηγενὴς.  
Γῆ καί οὐρανὸς, τὸ μύρον θαυμάζουσι, τό σὸν Θεόφιλε∙ τὴν γὰρ ἐν σαρκὶ ζωὴν, καλῶν παντοίων κοσμήσας εἴδεσιν, τό κατ’εἰκόνα Ὅσιε, λαμπρῶς ἀπείληφας∙ σῶμα δὲ σου, τηρήσας ἀμόλυντον, Βασιλεύς ὡς λαμπρός μύρῳ κέχρισαι.

Ἵνα τὴν στολὴν, ἐνδύσῃ Θεόφιλε, ἥν ἐξεδύσατο, πρὶν ὁ παλαιὸς Ἀδάμ, Ἀδὰμ τὸν νὲον καλῶς, ἐνδέδυσαι, καὶ τῆς σαρκὸς τό κώδιον, χαίρων ἀπέρριψας· διά τοῦτο, μύροις τε καί στὲμμασι, Βασιλείαν λαμπρὰν σοι μνηστεύεται.

Νοῦς οὐκ ἐξαρκεῖ, καί λόγος ἀνθρὼπινος ἐκδιηγήσασθαι, τάς ὑπερφυεῖς τιμάς, καί δόξας Πὰτερ, ἅς περ ἀπείληφας, συμβασιλεύων ἄληκτα, Χριστῷ μακάριε∙ τό δὲ μύρον, σύμβουλον σαφὲστατον, ὑπέρ φύσιν ἐκβλύζον ἐκ τάφου σου.

Χαίρεις νῦν χαράν, τὴν ὄντως ἀΐδιον καί ἀνεκλάλητον, δόξης ἀστραπτόμενος, ἀκαταλήπτου θείαις λαμπρότησι, Θεόφιλε πανάριστε καί τῆς θεώσεως, ἀπολαύεις, πανολβίως πάντοτε, τρισηλίου φωτὸς αὐγαζόμενος.

Θεοτοκίον.
Λάμψον μοι χαρᾶς τό φὲγγος δι’ἄφατον τῆς εὐσπλαχνίας Σου ἔλεος καί δίωξον, τὰ νέφη πὰντα τῆς κατηφείας μου, καί ἀληθῆ ἀπόδος μοι τὴν ἀγαλλὶασιν∙ ἵνα πίστει, τὴν θείαν λοχείαν Σου, ἀνυμνῶ καί ἀεί μεγαλύνω σε.


Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καί τά παρόντα Μεγαλυνάρια,
Δεῦτε εὐφημήσωμεν οἱ πιστοί, τὸν νέον ὁπλίτην, Θεόφιλον τὸν σοφόν, τὸν τῆς Ἐκκλησίας, θερμότατον προστάτην, πάντων δὲ τῶν ἐν θλίψει, ῥύστην καὶ πρόμαχον.

Κάραν σου τὴν πάντιμον ἀσκητά, τιμῶμεν ἐκ πόθου, τὴν συνθλάσασαν τοῦ ἐχθροῦ, ὀλέθριον κάραν, καὶ λύτρωσαι κινδύνων, Θεόφιλε τρισμάκαρ, τῇ μεσιτείᾳ σου.

Νῦν τὸν τῆς ἀσκήσεως ἀθλητήν, μοναστῶν τὸ κλέος, τόν Θεόφιλον οἱ πιστοί, ἀξίως τιμῶμεν· λοιμοῦ γὰρ καὶ κινδύνων, λυτροῦται τοὺς ἐν πίστει, αὐτῷ προστρέχοντας.

Πάντων τῶν Ὁσίων τὰς ἀρετάς, καλῶς ἀνεμάξω, ὦ Θεόφιλε καὶ λαμπτήρ, μέγιστος ἐγένου, Τριάδος τῆς ἀκτίστου, τὸ φῶς ἡμῖν ἐκπέμπων, τοῖς εὐφημοῦσί σε.

Χαίροις τῶν Ὁσίων ἡ καλλονή, καὶ τῶν ἐκ καρδίας, δυσωπούντων πανευσεβῶς, τὰς παντοίας νόσου, ἀεὶ ἀποδιώκων, τῶν ἐπικαλουμένων σε σεπτέ Θεόφιλε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.


Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς:

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Ὅλην ὦ Θεόφιλε εἰς σέ, τηρῶ τὴν ἐλπίδα, καὶ θερμοῖς τοῖς δάκρυσιν, ἀπὸ τῆς καρδίας μου, ἱκετεύω σε, πρὸς Θεὸν ποίησον, ἱκεσίαν μάκαρ, τῶν πταισμάτων λύσιν δοῦναί μοι, καὶ ἀγαλλίασιν, ψυχικὴν καὶ βίου διόρθωσιν. Καὶ νῦν σε πρὸς τὸν Κύριον, πρεσβευτὴν θερμότατον κέκτημαι· ἔχεις καὶ γὰρ Πάτερ, ἰσχὺν πρὸς τὸ πρεσβεύειν ἐκτενῶς, ὑπὲρ τῶν πίστει τιμώντων σε, ἀξιομακάριστε.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.


Δι’ ευχών τῶν 'Αγίων Πατέρων ἠμῶν.
Κύριε Ίησοῦ Χριστέ ό Θεός ἠμῶν έλέησον ἠμᾶς.
’Αμήν.


Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης