Χαιρετισμοί εις τον Όσιο Σίμων τον Μυροβλύτη
Κυρ Ιαν 26, 2020 9:12 am
Χαιρετισμοί εις τον Όσιο Σίμων τον Μυροβλύτη κτήτορα της Ιεράς Μονής Σιμωνόπετρας
Ποίημα Αγίου Νικοδήμου του Αγιορείτου
Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τὸν μυροῤῥόαν ποταμὸν τὸν προερχόμενον, ἐκ τῆς Ἐδὲμ τῆς νοητῆς νῦν προτεθύμημαι, ἱεροῖς ἐν ἐφυμνίοις οἰκολογῆσαι· ἀλλά δίδου μοι, παμμάκαρ, χάριν γνώσεως καὶ ἀπόσμηξον τὸν ῥύπον τῆς καρδίας μου· ἵνα κράζω σοι·
Χαῖρε Σίμων τρισόλβιε.
Ἄγγελος οὐρανόφρων ἐγνωρίσθης ἐν κόσμῳ, ζωὴν ἀγγελικὴν βιοτεύσας· (ἐκ γ΄) κἂν γὰρ ἠλαττωμένος βραχὺ τῷ δεσμῷ τῆς ὕλης τῆς σαρκὸς πέφυκας, λυθείς δὲ ὤφθης ἄϋλος· διό σοι προσφωνῶ τοιαῦτα·
Χαῖρε, νοὸς ἀΰλου φορεῖον·
Χαῖρε, φωτὸς τοῦ Λόγου δοχεῖον.
Χαῖρε, τῆς σοφίας θεότευκτον ἄγαλμα·
Χαῖρε, ἐπιστήμης θεόμορφον ἴνδαλμα.
Χαῖρε, ὕψος θείας γνώσεως δυσερμήνευτον πολλοῖς·
Χαῖρε, βάθος τῆς φρονήσεως δυσανάβλεπτον νοΐ.
Χαῖρε, ὅτι ὡράθης θεωρίας ἀκρότης·
Χαῖρε, ὅτι ἐφάνης πρακτικῆς ποδηγέτης.
Χαῖρε, πλουτῶν ἀρετὴν ἰσάγγελον·
Χαῖρε, τρυφῶν τὴν γνῶσιν τὴν ἄληστον.
Χαῖρε, σφραγὶς νοερᾶς ἀληθείας·
Χαῖρε, στιλπνὸν ἀγαθοῦ ἐκμαγεῖον.
Χαῖρε Σίμων τρισόλβιε.
Περισσότερα Εδώ...

Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης