Παρακλητικός Κανών εις την Ένδοξον Προμήτωρα της Θεοτόκου Μαρίαν
Δευ Δεκ 16, 2019 1:02 pm
Παρακλητικός Κανών εις την Ένδοξον Προμήτωρα της Θεοτόκου Δικαίαν Μαρίαν
Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας
Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.

Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.

Ἦχος πλ. δ'’. Ο ὑψωθείς ἐν τῷ Σταυρῶ.
Τῆς Θεοτόκου τήν προμήτορα πάντες, ἐξ ἦς καί ἔλαβε τήν πάνσεπτον κλῆσιν, Μαρίαν, εὐφημήσωμεν πιστοῖ ἐκτενῶς, τοῦ Ματθάν τήν σύζυγον, τοῦ σεμνοῦ ἱερέως, καί τριῶν ὑπέρτιμον θυγατέρων μητέρα, ὡς εὐσεβῶν θερμήν καταφυγήν, παραμυθίαν καί σκέπην καί στήριγμα.
Δόξα. Τό αὐτό. Καί νῦν. Θεοτοκίον.
Οὐ σιωπήσωμεν ποτέ, Θεοτόκε, τάς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μή γάρ σύ προΐστασο πρεσβεύουσα, τις ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τίς δε διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Ούκ ἀποστῶμεν, Δέσποινα, ἐκ σου˙ σου γάρ δούλους σῴζεις ἀεί ἐκ παντοίων δεινῶν.
Εἶτα ὁ Ν' (50) Ψαλμός
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
καί ὁ Κανών, οὐ ἡ Ἀκροστιχίς:
«Μαρία, Θεοτόκου προμήτορι, προσπίπτω. Χ.»
Ἦχος πλ. δ'’. Ὑγράν διοδεύσας.
Μαρίαν, προμήτορα τήν σεμνήν, τῆς μόνης πανάγνου Θεοτόκου, πανευλαβῶς ὑμνοῦντες αὑτῆς τήν προστασίαν καί ἀρωγήν καί φρουράν ἐκδεχόμεθα.
Ἀνάδειξον πάντας προσκυνητάς, Μαρία, προμῆτορ Θεοτόκου, τῆς σής σεπτῆς εἰκόνος ἐν Ἱεροσολύμοις τῆς οὐρανῶν Βασιλείας οἰκήτορας.
Ῥανίδας ἀπόσμηξον, Μαριάμ, ἡμῶν τῶν δακρύων μανδηλίῳ σῶν προσευχῶν, προμῆτορ σεμνή τῆς Θεοτόκου καί Ελισάβετ, τεκούσης τόν Πρόδρομον.
Θεοτοκίον.
Ἰδεῖν καταξίωσον ἐν σκηναῖς παμφώτοις τοῦ πόλου, Θεοτόκε, τοῦ σου Υἱοῦ μορφήν τήν σεπτήν κατακειμένους ἐν τῆ σκιά καί ὀμίχλη τῶν θλίψεων.
ᾨδή γ’. Οὐρανίας ἁψῖδος.
Ἄννης μῆτερ ἀγία, σεμνῇ, ἀγνῇ, πάγκαλε, τῆς Θεογεννήτορος Κόρης, καί τῆς προμήτορος Προδρόμου καί Βαπτιστοῦ Χριστοῦ, Σοβῇς τῆς ἐντίμου, Μαριάμ, ἁγίαζε τούς προσκυνοῦντας σε.
Θησαυρόν ὤσπερ θεῖον τό σόν σεπτόν ἔκτυπον, τῆς Σεϊδανάγιας ἡ Μάνδρα ἔχει καί ἄσυλον ὄλβον, Μαρία κλυτῇ, προμῆτορ τῆς Θεοτόκου, ὅ χαράς πληρούμεθα κατασπαζόμενοι.
Ἐλεοῦσα μή παύσῃ τούς σοι πιστῶς σπεύδοντας καί ἀσπαζομένους εἰκόνα σήν χαριτόβρυτον, Μαρία, θεοειδές προμῆτορ τῆς Θεοτόκου, τῆς τεκούσης Κύριον παντελεήμονα.
Θεοτοκίον.
Ὁδοδείκτης γενοῦ μοι, Μῆτερ Θεοῦ ἄχραντε, πρός τάς οὐρανίους ἐπάλξεις καί πρός τά δώματα τῆς αἰωνίου χαράς προμήτορος σου Μαρίας ἱκεσίαις, Δέσποινα, κόσμου διάσωσμα.
Ἁγίαζε καί ἐπευλογεῖ, Μαρία, σεμνῇ προμῆτορ Θεοομήτορος τῆς ἀγνῇς, τούς σοι καταφεύγοντας καί πίστει σόν ἔκτυπον προσκυνοῦντας.
Ἐπίβλεψον ἐν εὐμενεία, πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.
Αἴτησις καί τό Κάθισμα
Ἦχος β’. Πρεσβεία θερμή.
Παρθένου ἀγνῇς Προμῆτορ θεοδόξαστε, Μαρία, Ματθάν τοῦ ἱερέως σύνευνε, ἐκθύμως τιμώμέν σε εκβοώντες˙ σύν Ἄννῃ ἱκέτευε καί Ελισάβετ, Ἔκγονον τόν σόν, Χριστόν, ὑπέρ πάντων τῶν τιμώντων σε.
ᾨδή δ'. Εἰσακήκοα Κύριε.
Τόν Θεάνθρωπον Κύριον Ἔκγονον ἡ ἔχουσα καί τόν Πρόδρομον σύν αὑτῶν μητράσι πρέσβευε, Μαριάμ, ὑπέρ τῶν εὐφημούντων σε.
Οὐρανίου φρονήματος ἔμπλησον, Μαρία, τούς ἀνυμνοῦντας σε Θεοτόκου ὡς προμήτορα, γένος χοϊκῶν τήν οὐρανῶσασαν.
Καθοδηγεῖ σούς πρόσφυγας πρός ὀδούς, Μαρία, ὁλοκληρώσεως ἐν Χριστῷ, σεπτῷ Ἐκγόνῳ σου, μόνῳ δυναμένῳ σώσαι μέροπας.
Θεοτοκίον.
Οὐ παυόμευα, Δέσποινα, μεγαλύνειν πλῆθος τῶν θαυμασίων σου καί ἑτοίμην προστασίαν σου, δι’ ἦς σκέπεις γένος τό χριστώνυμον.
ᾨδή ἕ’. Φώτισον ἡμᾶς.
Ὕμνοις σε φαιδροῖς καταστέφομεν καί ἄσμασι, τήν προμήτορα Παρθένου τῆς ἀγνῇς, θεαυγές Μαρία, φύλαξ τῶν τιμώντων σε.
Πρόσδεξαι ἡμῶν τάς λιτάς, Μαρία ἔνθεε, σε τιμώντων ὤσπερ ῥίζαν εὐγενῆ τοῦ Προδρόμου καί Χριστοῦ τοῦ πανοικτίρμονος.
Ῥῦσαι συμφορῶν ἀλγεινῶν καί περιστάσεων σου τούς πρόσφυγας, Μαρία ἀγαθή, Ἄννης μῆτερ, τοῦ Κυρίου τῆς προμήτορος.
Θεοτοκίον.
Οἱ προσκυνηταί τῆς Ἀγίας Γῆς εἰκόνα σου ἀσπαζόμενοι, Μαρία, εὐλαβῶς Θεοτόκου μάμμη, χάριτος πληρούμεθα.
ᾨδή στ’. Τήν δέησιν.
Μεσίτριαν σε θερμήν κατέχομεν πρός Χριστόν, τόν Ἔκγονον σου, Μαρία, τῆς Ελισάβετ καί τῆς Θεοτόκου σεπτῇ προμῆτορ, οἱ νῦν τήν εἰκόνα σου Σεϊδανάγιας ἐν Μονῇ τῆ πανσέπτῳ πιστῶς ἀσπαζόμενοι.
Η σύνευνος τοῦ Ματθάν, ἡ τέξασα τάς μητέρας τοῦ Χριστοῦ καί Προδρόμου Αὑτοῦ, Μαρία, καθιλευουμένη μή διαλίπῃς ἡμῖν, πανευΐλατε, τοῖς σε τιμῶσιν ἀκλινῶς, Ἰησοῦν, σόν Θεάνθρωπον Ἔκγονον.
Τρυχόμενοι ἐκ τοῦ βίου θλίψεων καί στενώσεων καί πόνων, Μαρία, σῇ προστασίᾳ προστρέχομεν πίστει καί ἀρωγή τῆ ἑτοίμη, πανεύφημε προμάμμῃ Λόγου τοῦ Θεοῦ, τοῦ παρέχοντος κόσμῳ ἀνάστασιν.
Θεοτοκίον.
Ὁμόνοιαν καί εἰρήνην δώρησαι τοῖς δεινῶς πολεμουμένοις, Παρθένε, ἡ τόν ειρήναρχον Λόγον τεκοῦσα ὑπερφυῶς τοῦ Ὑψίστου, Μητρόθεε, καί διχονοίας τήν ἀχλύν ἀφ’ ἡμῶν σαῖς αὐγαῖς ἀπελαύνουσα.
Ἁγίαζε καί ἐπευλογεῖ, Μαρία, σεμνή προμῆτορ Θεομήτορος τῆς ἀγνῇς, τούς σοι καταφεύγοντας καί πίστει σόν ἔκτυπον προσκυνοῦντας.
Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ανερμηνεύτως ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον ὡς ἔχουσα μητρικήν παρρησίαν.
Αἴτησις καί τό Κοντάκιον.
Ἦχος β’. Τοῖς τῶν αἱμάτων σου.
Θεοῦ προμάμμης, Μαρίας, αἰτούμενοι θερμάς λιτάς οἱ δεινῶς ἐμπερίστατοι αναβοώμεν˙ ἡ ῥίζα ἡ πάντιμος τοῦ Ἰησοῦ, ἐξανθήσαι ἀξίωσον ἡμᾶς ἀρετῆς ἄνθη εὔοσμα.
Προκείμενον.
Αγαλλιάσθε δίκαιοι ἐν Κυρίῳ, τοῖς εὐθέσι πρέπει αἴνεσις.
Στίχος: Μακάριοι πάντες οἱ φοβούμενοι τόν Κύριον.
Εὐαγγέλιον. ἐκ τοῦ κατᾶ Λουκᾶ (Κεφ. η’ 16 – 21)
Εἶπεν ὁ Κύριος οὐδείς λύχνος ἅψας καλύπτει αὑτόν σκεύει, ἤ ὑποκάτω κλίνης τίθησιν˙ ἀλλ’ ἐπί λυχνίας ἐπιτίθησιν, ἶνα οἱ εἰσπορευόμενοι βλέπωσι τό φώς. Οὐ γάρ ἔστι κρυπτόν, ὁ οὐ φανερόν γενήσεται˙ οὐδέ ἀπόκρυφον, ὁ οὐ γνωσθήσεται καί εἰς φανερόν ἔλθῃ. Βλέπετε οὑν πώς ακούετε˙ ὅς γάρ ἀν ἔχῃ, δοθήσεται αυτώ˙ καί ὅς ἀν μή ἔχῃ καί ὅ δοκεῖ ἔχειν, ἀρθήσεται ἀπ’ αὑτοῦ. Παρεγένοντο δε πρός αὑτόν ἡ Μήτηρ καί οἱ ἀδελφοί αὑτοῦ καί οὑκ ἠδύναντο συντυχεῖν αὑτῷ διά τόν ὄχλον. Καί ἀπηγγέλθη αὑτῷ λεγόντων˙ ἡ Μήτηρ σου καί οἱ ἀδελφοί σου ἑστήκασιν ἔξω, ἰδεῖν σε θέλοντες. Ο δε ἀποκριθείς, εἶπε πρός αὑτούς. Μήτηρ μου καί ἀδελφοί μου ούτοί εἰσίν, οἱ τόν λόγον τοῦ Θεοῦ ἀκούοντες καί ποιοῦντες αὑτόν.
Δόξα.
Ταῖς λιταῖς Προμμάμης Σῆς θείας, Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καί νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Προσόμοιον.
Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι.
Στίχος: Ἐλεῆμον, ελέησόν με, ὁ Θεός,...
Πίστεως λευκάνθεμον, Θεοῦ προμάμμῃ, Μαρία, σῦν ταῖς θυγατράσι σου ταῖς τρισί, πανύμνητε, καί ἐκγόσι σου, τῆ μητρί, ἔνθεε, τοῦ σεπτοῦ Προδρόμου, Ελισάβετ τῆ θεόφρονι, καί Θεομήτορι τῆ ἀχράντῳ, σκέπε καί φύλαττε καί φρούρει καί ἁγίαζε καί χαρίτων πλήρου ἑκάστοτε τούς ἐκδεχομένους εὐχάς σου τάς σεπτᾶς καί ἀκλινῶς σή ἀντιλήψει προσφεύγοντας ἐν τοῦ βίου κλῦδωσι.
Σῶσον, ὁ Θεός, τόν λαόν Σου…
ᾨδή. ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ῥαντισμῷ προσευχῶν σου καθαγίαζε πάντας τούς καταφεύγοντας σή χάριτι Μαρία, ἀγίας Ἄννης μῆτερ, καί φαιδρῶς μελῳδοῦντας σε ὡς εὐσεβῶν χαρμονήν καί ἀρωγόν καί σκέπην.
Ἴον πίστεως θείας μυροβόλον, Μαρία, ἡ καθηδύνασα τῶν εὐσεβῶν χορείας, ἀρρήτῳ εὐωδία τῶν βλαστῶν τῆς νηδύος σου πλῆσον ἡμᾶς προσευχῶν σῶν θείων εὐωδία.
Πᾶσιν αἴτει, Μαρία, ἱλασμόν σοῖς ἱκέταις τοῖς προσκυνοῦσι σου εἰκόνα τήν ἀγίαν ἐν Ἱεροσολύμοις, τήν τά ὄμματα κλείουσαν τοῦ μή ἰδεῖν τάς ἡμῶν δεινάς παρανομίας.
Θεοτοκίον.
Ῥύπου ἀμπλακημάτων καί παθών κατωδύνων εὐχῶν σου νάμασι πρός τόν μονογενῆ σου Υἱόν, Θεοκυήτορ παντευλόγητε, κάθαρον τούς εἰς αἰῶνας λαμπρῶς σε ἀνυμνολογούντας.
ᾨδή η’. Τόν Βασιλέα.
Ὀμίχλην λῦσον ἡμῶν πταισμάτων, Μαρία, ἀστραπαῖς προσευχῶν σου παμφώτοις πρός τόν Φωτοδότην, Υἱόν τῆς σής Ἐκγόνου.
Γοβής ἡ Μήτηρ, τεκούσης τήν Ελισάβετ, τοῦ Προδρόμου μητέρα τήν θείαν, μετανοίας τρίβους σαφῶς υπόδειξόν μοι.
Παντοίων ῥῦσαι κινδύνων σε τούς ὑμνοῦντας, τοῦ Ὑψίστου προμάμμη, Μαρία, καί ἀσπαζομένους εἰκόνα σου τήν θείαν.
Θεοτοκίον.
Ἱκετηρίους ἡμῶν εὐχάς, Θεοτόκε, τῷ Υἱῶ σου προσάγαγε τάχος, σῴζοντι τό γένος ἡμᾶς ἐκ τοῦ θανάτου.
ᾨδή θ’. Κυρίως Θεοτόκον.
Προστάτευε, Μαρία, πάντας χριστωνύμους καί πρός ὀδόν καθοοδήγει σωτήριον τούς καταφεύγοντας πίστει τῆ προστασία σου.
Τῶν ἱκετῶν σου κόρας ἄνοιξον, Μαρία, βλέπειν ἀεί τῶν ψυχῶν τά συμφέροντα, τῶν προσκυνούντων μορφήν σου τήν χάριν βλύζουσαν.
Ὡς οὐρανῶν, Μαρία, κληρονόμον πάντες σε ἀνυμνοῦντες θερμῶς δυσωποῦμεν σε˙ πολίτας δεῖξον τοῦ πόλου τούς σοι προστρέχοντας.
Θεοτοκίον.
Χαρίτων τοῦ Υἱοῦ σου, Θεανθρώπου, πλῆσον ἡμῶν καρδίας, Παρθένε, ὑμνούντων σε Θεογεννήτρια Μῆτερ, ψαλμοῖς καί ἄσμασι.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
καί τά παρόντα Μεγαλυνάρια.
Μάμμη Θεοτόκου πανευλαβές, σύνευνε ἀγία ἱερέως σεμνοῦ, Ματθάν, Ἄννης, Ελισάβετ καί τῆς Μαρίας μῆτερ, Μαρία σκέπε πάντας σε μεγαλύνοντας.
Πάντες προσκυνοῦντες πανευλαβῶς, εὐκλεές προμῆτορ Θεοτόκου, τήν σήν μορφήν ἐν τῆ περιδόξῳ Μονῇ, Σεϊδανάγιας, Μαρία, ἐκζητοῦμεν σκέπην τήν θείαν σου.
Χαίροις, ἡ πρεσβεύουσα ἐκτενῶς τῷ Χριστῷ, Ἐκγόνῳ σου τῷ θείω, καί Λυτρωτή, πάντων τῶν μερόπων, Μαρία τρισόλβια, ἡμῖν ἰσχύν βραβεύσαι, σθένος καί δύναμιν.
Ὄμματα διάνοιξον τῆς ψυχῆς οἰκετῶν σου βλέπειν τά σωτήρια ἀληθῶς, θεαυγές Μαρία, προμῆτορ Θεοτόκου, ἡ ὄμματα εἰκόνος σής διανοίγουσα.
Εἰρηναίαν βράβευε βιοτήν σε τοῖς προσιοῦσι καί ὑμνοῦσι σε ἀκλινῶς, εὐλαβές Μαρία, προμάμμῃ τοῦ Ὑψίστου, τοῦ μόνου Εἰρηνάρχου καί Παντοκράτορος.
Κάθαρον τόν ῥύπον ἡμῶν παθῶν νάμασιν εὐχῶν σου καί ὑσσώπῳ τῶν σῶν λιτῶν πρός τόν Ἔκγονον σου, Θεάνθρωπον, Μαρία, τόν αἴροντα τοῦ κόσμου τά ἁμαρτήματα.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες, μετά τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καί τό Ἀπολυτίκιον.
Ἦχος πλ. ἀ’. Τόν συνάναρχον Λόγον.
Θεοτόκου προμῆτορ, Μαρία πάντιμε, Ἄννης, Σοβῇς καί Μαρίας μῆτερ, δυσώπει θερμῶς τόν σόν Ἔκγονον, Χριστόν, τοῖς σε γεραίρουσι πέμψαι πληθύν τῶν οἰκτιρμῶν καί ἐλέους ποταμόν ὡς πρέσβειρα κόσμου θεία, ἶνα ὀδόν τήν εὐθεῖαν καί σωστικήν καλῶς ὁδεύσωμεν.
Ἐκτενής καί Ἀπόλυσις, μεθ’ ἤν ψάλλομεν τό ἐξῇς
Ἦχος β’. Ὅτε ἐκ τοῦ Ξύλου.
Ἄννης τῆς προμήτορος Χριστοῦ μῆτερ, θεοφόρε Μαρία, τήν σήν ἀγίαν μορφήν πόθῳ ἀσπαζόμενοι πιστῶν οἱ σύλλογοι ἐκτενῶς σου δεόμεθα˙ ἡ ἔχουσα θεία Έκγονα τόν Πρόδρομον καί τόν Θεάνθρωπον, φρούρει καί εὐλόγει καί ῥύου πάσης ἐπηρείας τοῦ πλάνου τούς εἰλικρινῶς ἀνευφημοῦντας σε.
Δέσποινα, πρόσδεξαι τάς δεήσεις τῶν δούλων σου καί λύτρωσαι ἡμᾶς ἀπό πάσης ἀνάγκης καί θλίψεως.
Τήν πᾶσαν ἐλπίδα μου εἰς σε ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπό τήν σκέπην σου.
Δι’ ευχῶν τῶν 'Αγίων Πατέρων ἠμῶν.
Κύριε Ίησοῦ Χριστέ ό Θεός ἠμῶν έλέησον ἠμᾶς.
’Αμήν.
Δίστιχον·
Μαρία, προμῆτορ Θεοτόκου, ῥύου κακῶν σούς
πρόσφυγας, βοᾶ Χαραλάμπης.

- Παρακλητικός Κανών εις την ΄Αγιαν Μυροφόρον και Ίσαπόστολον του Χριστού Μαρίαν τήν Μαγδαληνήν
- Παρακλητικός Κανών εις τον Άγιον και Ένδοξον Στέφανον
- Παρακλητικός Κανών εις τον Άγιον Ένδοξον Απόστολον Βαρνάβα
- Παρακλητικός Κανών εις τον Άγιον Ένδοξον Απόστολον Θωμά
- Παρακλητικός Κανών εις τον Άγιον Ένδοξον Απόστολον Μάρκο
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης