Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1758
https://www.proseyxi.com

Δυο Ευχές εις τον Αγιον Τρύφωνα Empty Δυο Ευχές εις τον Αγιον Τρύφωνα

Την / Το Σαβ Δεκ 07, 2019 4:17 am
Δύο Ευχές εις τον Αγιον Τρύφωνα

Δυο Ευχές εις τον Αγιον Τρύφωνα S_ieii10

Α' ΕΥΧΗ
Πρὸς τὸν ἅγιον Τρύφωνα


Πανένδοξε μάρτυς τοῦ Χριστοῦ, καὶ στρατιῶτα τοῦ ἐπουρανίου Βασιλέως, Τρύφων παμμακάριστε, τῆς ἀκηράτου τρυφῆς ὁ ἐπώνυμος· ὁ γενναίως τὸν Χριστὸν ἐπὶ γῆς ὁμολογήσας, καὶ διὰ τοῦτο νῦν ἐν οὐρανοῖς τῆς ἀϊδίου ἀπολαύων μακαριότητος, καὶ μετὰ παῤῥησίας τῷ θρόνῳ τῆς τρισπλίου Θεότητος παριστάμενος· σοῦ τῇ μαρτυρικῇ μεγαλειότητι προστρέχομεν μετὰ Θεὸν πάντες ἡμεῖς οἱ ἁμαρτωλοὶ καὶ ἀνάξιοι δοῦλοί σου· καὶ ἱκετεύομεν τὴν συμπαθεστάτην καὶ χρυστομίμητόν σοῦ φιλανθρωπίαν, ἵνα σπλαγχνισθεὶς ἐφ᾽ ἡμᾶς τοὺς ἐν ἀνάγκη ὄντας καὶ περιστάσει, ἀποδιώξῃς μακρὰν τῶν χωραφίων καὶ κήπων καὶ ἀμπελώνων ἡμῶν πάντα τὰ ἐρπετὰ καὶ ἀκρίδας καὶ κάμπιας καὶ πολυειδῆ ζωῦφια καὶ θηρία, τὰ βλάπτοντα τοὺς καρποὺς καὶ φύλλα καὶ ῥίζας τῶν δένδρων καὶ πάντων τῶν λαχάνων τε καὶ γεννημάτων καὶ ὀσπρίων ἡμῶν. Σὺ γὰρ ἐξαίρετον καὶ ἰδιαιτέραν εἴληφας τὴν χάριν ταύτην, Πολύαθλε, παρὰ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ· οὐ μόγον πρώην ἔτι ζῶν διὰ τὴν θεάρεστον πολιτείαν σου, ἀλλὰ πολλῷ μᾶλλον νῦν, μετὰ θάνατον, διὰ τὸ μαρτυρικὸν καὶ δι᾽ αἵματος τέλος, ὃ ὑπὲρ τῆς Αὐτοῦ ὁμολογίας καὶ πίστεως ὑπέμεινας· ναὶ ὁμολογοῦμεν, ὅτι διὰ τὰς ἁμαρτίας ἡμῶν, ταύταις ταῖς συμφοραῖς παρεδόθημεν, καὶ τῇ τοῦ Θεοῦ ὀργῇ ὑπεπέσαμεν, ἀλλὰ σύ, γενναῖε Ἀθλητά, εἰ μόνον θελήσεις τῇ μαριυρικῇ σου παῤῥησίᾳ χρήσασθαι, πιστεύομεν ὅτι ῥαδίως κατασβέσεις τὴν καθ᾽ ἡμῶν ἐξαφθεῖσαν ταύτην τοῦ Θεοῦ ἀγανάκτῆσιν, καὶ τὴν ἀθυμίαν ἡμῶν εἰς εὐθυμίαν μεταβαλεῖς· ὅθεν ἐπειδὴ διὰ τὸ πλῆθος τῶν ἀνομιῶν καὶ ἁμαρτιῶν ἡμῶν, οὐκ ἔχομεν παῤῥησίαν στῆναι ἐνώπιον τῆς ἀθλοφορικῆς σοῦ δόξης καὶ ἀμέσως τὴν ἱκεσίαν ποιήσασθαι, διὰ τοῦτο μεσίτην ἀντὶ ἡμῶν πρὸς σὲ προβαλλόμεθα αὐτό σου τὸ αἷμα, ὃ ὑπὲρ Χριστοῦ ξέχεας, Πανεύφημε, καὶ αὐτὰ τὰ μαρτυρικὰ ἀγωνίσματα, ἅπερ ὑπήνεγκας ἐν τῷ αθλητικωτάτῳ σοῦ σώματι. Ἔπιδε τοίνυν, εὐσπλαγχνικώτατε Μάρτυς, ἐπ᾽ αὐτά, δι᾽ ὧν τὸν Χριστὸν ὡμολόγησας, καὶ τὸν ἀμαράντινον τοῦ μαρτυρίου ἔλαβες στέφανον, καὶ ἐπάκουσον τῆς δεήσεως ἡμῶν τῶν ταπεινῶν ἱκετῶν σου, καὶ τῆς ἐνεστώσης ἀνάγκης τῶν ἑρπετῶν, καὶ ἀκρίδων, καὶ θηρίων, καὶ πολυειδῶν ζωὐφίων, τῶν λυμαινομένων τοὺς καρποὺς τῶν Χωραφίων καὶ ἀμπελώνων, καὶ κήπων ἡμῶν, ἀπολύτρωσα· ὅτι κινδυνεύομεν ὑπ᾽ αὐτῶν λιμῷ καὶ θανάτῳ καὶ παντελεῖ αραδοθῆναι ἀφανισμῷ, ἡμεῖς τε καὶ πᾶσα ἡ ὕπαρξις ἡμῶν, ἐάν μὴ οἱ οἰκτιρμοί σοῦ ταχέως ἡμᾶς προκαταλάβωσιν· ἵνα διὰ τῆς σῆς ὀξείας προστασίας, τοῦ ἐπικειμένου κινδύνου ἀπαλλαγέντες, ἀκαταπαύστως καὶ χρεωστικῶς τὸ σὸν μεγαλύνωμεν ὄνομα, σωτῆρα ἡμῶν καὶ εὐεργέτην καὶ ἀντιλήπτορα μετὰ Θεὸν σὲ ἐπιγραφόμενοι· καὶ διὰ σοῦ δοξάζομεν τὸν κοινὸν Δεσπότην, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν ἐν γῇ καὶ οὐρανῷ σὲ δοξάσαντα· ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, σὺν τῷ Πατρί καὶ τῷ ἁγίῳ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας. Ἀμήν.


Β' ΕΥΧΗ
Τοῦ ἁγίου Μάρτυρος Τρύφωνος εἰς κήπους, ἀμπελῶνας καὶ χωράφια


Ὂντως μου ἐν Λαμψάκῳ κώμη, καὶ τὰς χῆνας ἐπιμελουμένου καὶ βόσκοντος, ὀργὴ κατῆλθεν ἀπὸ Θεοῦ Παντοκράτορος, οὗκ εἰς τὸν τόπον ἐκεῖνον μόνον, ἀλλὰ καὶ εἰς τὰς κύκλῳ περιχώρους, τουτέστιν ὀργὴ πρὸς πᾶσαν ἄμπελον, χώραν τε καὶ κῆπον,
ἀθρόως τῶν φύλλων καὶ τῶν καρπῶν βριθομένων, μαραινομένων καὶ ἀφανιζομένων. Ὁρῶν οὖν ἐγὼ ὁ ἐλάχιστος Τρύφων, οὕτω τηκομένους τοὺς καρπούς, καὶ διὰ ταύτην τὴν αἰτίαν δαπαγωμένους τοῦς ἀνθρώπους, τῷ παντελεῖ ἀφανισμῷ τῶν καρπῶν τῆς γῆς τῶν τε χωραφίων, ἀμπέλων, κήπων καὶ λαχάνων καὶ παντοίων δένδρων τῷ τοιούτῳ ὀλέθρῳ παραδιδομένων, διαπονηθεῖς ἐδεήθην πρὸς τὸν Κύριον καὶ Θεόν μου, τοῦ γενέσθαι ἀφανῆ πάντα τὰ θηρία, τὰ πρὸς ἀδικίαν καὶ φθορὰν ὑπάρχοντα τῶν τε κήπων, καὶ χωραφίων, καὶ ἀμπέλων, καὶ παντοίων δένδρων τε καὶ λαχάνων, καὶ μάλιστα τῶν τὴν κώμην ἐκείνην οἰκούντων τῆς παρακειμένης λίμνης, καὶ πρὸς ὑπόκλισιν, καὶ πρόσκλησίν μου παραγενομένων. Καὶ δὴ εἰς προσευχὴν κλίναντός μου τὸ γόνυ, καὶ τὰς χεῖρας πρὸς τὸν Θεὸν ἐκπετάσαντος, ὁ εἰσακούων τῶν εἰς αὐτὸν πεποιθότων Θεός, αὐτὸς ἐξαπέστειλεν ἐξ ἑτοίμου κατοικητηρίου αὐτοὺ Ἄγγελον, τοῦ πατάξαι πᾶν φῦλον, καὶ πᾶν γένος κακούργων θηρίων, τῶν ἀδικούντων τὴν ἄμπελον, τὴν χώραν τε καὶ τὸν κῆπον τῶν δούλων αὐτοῦ, ὁ καὶ τῶν θηρίων τούτων τὰ ὀνόματα σαφῶς ἐπιστάμενος: οἷα κάμπη, σκώληξ, σκωληκοκάμπη, σκάνθαρος, βροῦχος, ἀκρίς, ἐπίμαλος, καλιγάρις, μακρόπους, μύρμηγξ, φθείρ, ῥυγίτης, ψυλλίτης, καυλοκόπος, ἐρυσίβη, κοχλοί, ψαλίτης, καὶ εἴτι ἄλλο προσφυσοῦν καὶ μαραῖνον τὸν καρπὸν τῆς σταφυλῆς, καὶ τῶν λοιπῶν εἰδῶν καὶ λαχάνων· οὐ μὴν δὲ, ἀλλὰ καὶ αὐτὸς ἐγὼ ὅρκῳ ταῦτα ἐδέσμουν, τοῦ μηκέτι τοὺς τόπους τῶν ἐμὲ προσκαλουμένων ἐπιβαίνειν τούτους καὶ διατρίβειν, ἀλλ᾽ ἐπὶ ἀβάτων τόπων ἐπέταξε ἀπελθεῖν.

Ὁ δὲ ὅριτος τοιοῦτός ἐστιν·
Ὁρκίζω ὑμᾶς κατὰ τῶν ἁγίων πολυομμάτων Χερουβίμ, καὶ τῶν ἑξαπτερύγων Σεραφίμ, τῶν ἱπταμένων κύκλῳ τοῦ θρόνου, καὶ κραζόντων το· Ἅγιος, Ἅγιος, Ἅγιος Κύριος Σαβαώθ, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Ὁρκίζω ὑμᾶς κατὰ τῶν ἁγίων Ἀγγέλων, καὶ πάσης Δυνάμεως, καὶ τῶν μυρίων μυριάδων, καὶ χιλίων χιλιάδων, τῶν φόβῳ πολλῷ ἱσταμένων κατενώπιον τῆς δόξης Κυρίου· μὴ ἀδικήσητε τὴν ἄμπελον· μήτε τὴν χώραν· μήτε τὸν κῆπον τῶν δένδρων τε καὶ λαχάνων τοῦ δούλου τοῦ Θεοῦ (τοῦ δεῖνος), ἀλλὰ ἀπέλθετε εἰς τὰ ἄγρια ὄρη, εἰς τὰ ἄκαρπα ξύλα, εἰς ἃ ἐχαρίσατο ὑμῖν ὁ Θεὸς τὴν καθημερινὴν τροφήν. Ὁρκίζω ὑμᾶς κατὰ τοῦ τιμίου Σώματος καὶ Αἵματος Χριστοῦ τοῦ ἀληθινοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν, δι᾽ οὗ καὶ ἡ σωτηρία ἐδόθη ἡμῖν καὶ ἀπολύτρωσις καὶ ὑπὲρ οὗ μέλλομεν ἀποθνήσκειν μὴ ἀδικήσητε μήτε τὴν χώραν, μήτε τὴν ἄμπελον, μήτε τὸν κῆπον, μήτε πᾶν δένδρον κάρπιμόν τε καὶ ἄκαρπον, ἢ φύλλον λαχάνων ἀδικήσετε, ἐκ τοῦ περιορισμοῦ καὶ τόπου τοῦ δούλου τοῦ Θεοῦ (τοῦ δεῖνος)· εἰ δὲ παρακούσητέ μου, καὶ παραβῆτε τὸν ὅρκον, ὃν ὥρκισα ὑμᾶς, οὐκ ἔχετε πρὸς ἐμὲ τὸν ταπεινὸν καὶ ἐλάχιστον Τρύφωνα, ἀλλὰ πρὸς τὸν Θεὸν τοῦ Ἀβραάμ, καὶ Ἰσαάκ, καὶ Ἰακώβ, τὸν ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς. Διό, καθὼς προεῖπον ὑμῖν, ὑπάγετε εἰς τὰ ἄγρια ὄρη καὶ εἰς τὰ ἄκαρπα ξύλα. Εἰ δὲ μὴ ἀκούσητέ μου, ἱκετεύειν μέλλω τὸν φιλάνθρωπον Θεόν, τοῦ ἀποστεῖλαι τὸν Ἄγγελον αὐτοῦ τὸν ἐπὶ τῶν θηρίων, καὶ σιδήρῳ καὶ μολύβδῳ δήσει ὑμᾶς. καὶ ἀποκτενεῖ, ἀνθ᾽ ὧν τοὺς ὅρκους καὶ τὴν προσευχὴν ἐμοῦ τοῦ ταπεινοῦ ἠθετήσατε Τρύφωνος· ἀλλὰ καὶ οἱ στρουθοί, πεμπόμενοι δι᾿ ἐμῆς προσευχῆς καταφάγονται ὑμᾶς. Ἔτι ὁρκίζω ὑμᾶς κατὰ τοῦ μεγάλου Ὀνόματος, τοῦ ἐπὶ τῆς πέτρας ἐπιγραφέντος, καὶ μὴ βαστασάσης, ἀλλὰ διαῤῥαγείσῃς, ὡσεὶ κηρὸς ἀπὸ προσώπου πυρός. Ἐξέλθετε ἐκ τῶν καθ᾽ ἡμᾶς, εἰς οὺς προεῖπον ὑμῖν τόπους ἀβάτους, καὶ ἀνύδρους, καὶ ἀκάρπους· ἐξέλθετε ἀπὸ τοῦ τόπου καὶ περιορισμοῦ τῶν δούλων τοῦ Θεοῦ, τῶν κἀμὲ προσκαλουμένων εἰς βοήθειαν αὐτῶν καὶ άντίληψιν καὶ σωτηρίαν· ἵνα καὶ ἐν τούτοις δοξασθῇ τὸ πανάγιον ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, καὶ αἱ προσευχαί, καὶ αἱ αἰτήσεις τοῦ ταπεινοῦ Τρύφωνος ἐκπληρωθῶσιν· Ὅτι τῷ Θεῷ πρέπει δόξα, καὶ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης