Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1638
https://www.proseyxi.com

Παρακλητικός κανών Αγίου Ανδρέα ο δια Χριστόν Σαλός. Empty Παρακλητικός κανών Αγίου Ανδρέα ο δια Χριστόν Σαλός.

Την / Το Τετ Οκτ 31, 2012 4:43 am
Φήμη μηνύματος : 100% (2 ψήφοι)
Παράκληση Αγίου Ανδρέα ο δια Χριστόν Σαλός.

Ποιήμα του Δρος Χαραλάμπη Μ. Μπουσιά

Παρακλητικός κανών Αγίου Ανδρέα ο δια Χριστόν Σαλός. Ag-and10

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τά Τροπάρια.

Ἦχος δ'. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τὸν καταράξαντα ἐχθροῦ μεθοδείας, ἐν τρόποις ξένοις, ἐν σαλότητι βίου, ἐν πνεύματος πραότητι καὶ ἐν ἀκλινεΐ ἐμπαιγμῷ, τιμήσωμεν θεοφόρον πατέρα, τὸν κλεινὸν συνώνυμον Πρωτοκλήτου, βοῶντες ὑπὲρ ἡμῶν, Ἀνδρέα, ἐκτενῶς Χριστὸν δυσώπει, τῶν Ὕμνοις τιμώντων σε.

Δόξα, Τό αὐτό.Καὶ νῦν. Θεοτόκιον
Οὐ σιωπήσομεν ποτε, Θεοτόκε, τάς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τὶς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τὶς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ• σούς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.


Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Κανών, οὗ ἡ Ἀκροστιχὶς
«Ἀνδρέα, ἐπίγειε ἄγγελε, ἐπάκουσόν μοι. Χ.»

Ὠδὴ α'. Ἦχος πλ. δ'. Ὑγράν διοδεύσας.

Ἀνδρέα, ἐπίγειε ἀσκητά, συνόμιλε δόξῃς, τῶν ἀγγέλων ἐν οὐρανοῖς αὐτῶν τῆς χαρᾶς ἀξίωσόν με, τὸν ἐκδεχόμενον χάριν τὴν θείαν σου.

Νικήσας, Ἀνδρέα, τὸν πονηρόν, ἀσκήσει συντόνῳ, ταπεινώσει καὶ προσευχή, ὁδὸν καθυπέδειξας ἀρίστην, ἡμῖν βαδίσαι τοῖς σὲ μακαρίζουσι.

Δικαίως ἠξίωσαι δωρεῶν, ἀφθίτων, Ἀνδρέα, ὃ γυμνότητι καὶ λιμῷ, ἀνύσας τὸν βίον, ἵνα πάντας λιμοῦ ἐπάρσεως σώσῃς σούς πρόσφυγας.

Θεοτοκίον.
Ῥοὰς τῶν δακρύων μου, Μαριάμ, ἀπόσμηξον μάκτρῳ τῶν ἐνθέρμων σου προσευχῶν, πρὸς Ὂν ἀπεκύησας ἀφράστως, μονογενῆ σου Υἱόν, Μητροπάρθενε.


Ὠδὴ γ'. Οὐρανίας ἁψῖδος.
Ἐγκωμίοις, Ἀνδρέα, σὲ μυστικοῖς στέφοντες, τάς πρὸς τὸν Θεὸν ἱκεσίας, σοῦ ἐκδεχόμεθα, ἵνα ἐχθροῦ μηχανάς, τάς πολυπλόκους ταχέως, ἀσκητὰ Θεόφιλε, καταπατήσωμεν.

Ἀσκητῶν ὡραιότης, ὁ βιοτὴν πρόσκαιρον, ἀπαθῶς ἔμπαιζων, Ἀνδρέα, πᾶσιν ὑπόδειξον, ἡμῖν ἀρίστην ὁδόν, πρὸς οὐρανίους ἐπάλξεις, ἄγουσαν τοῖς μέλπουσι, σὰ κατορθώματα.

Ἑξανθήσας ὡς ῥόδον, ἐν ταῖς αὐλαῖς εὔοσμον, τοῦ θεοῦ ἡμᾶς εὐωδίας, ἔπλησας ἅπαντας, τοὺς ἐκβοῶντας πιστῶς χαῖρε, Ἀνδρέα, μεσῖτα ἔνθερμε πρὸς Κύριον, τῶν εὐφημούντων σε.

Θεοτοκίον
Παναγία Παρθένε, τῶν ἀσθενῶν ἴασις, καὶ τραυματιῶν θεραπεία, σοῦ τῶν δεήσεων, φαρμάκῳ ἄλγη ψυχῶν, ἡμῶν θεράπευσον τάχος, καὶ σωμάτων, ἄχραντε Θεογεννήτρια.


Ὁμόζηλε ἀγγέλων δόξῃς, Ἀνδρέα πνευματοφόρε, ὃ σαλότητος τὴν ὁδὸν βαδίσας ὡς ἐξηχός, ἀξίωσον δόξῃς ἡμᾶς ἀφθίτου.

Ἐπιβλέψον ἐν εὐμένεια, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψηχής μου τὸ ἄλγος.


Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β'. Πρεσβεία θερμή.

Ἀνδρέα σοφέ, μωράνας προσποιήσεσι  μωραϊς σοῦ ἐχθρόν, τὸν σοφιστήν, πανόλβιε, τῆς κακίας, τήρησον ἀπαθεῖς ἒν τῷ κόσμῳ σοῦς πρόσφυγας, καὶ κοινωνοὺς ἀνάδειξον ἡμᾶς, χαρὰς αἰωνίου τοὺς τιμῶντας σέ.


Ὠδὴ δ'. Εἰσακήκοα Κύριε.
Ἰθυνὸν με, ἐπώνυμε  τῆς ἀνδρείας, κῆπον πρὸς εὐωδεστατον  σωφροσύνης καὶ συνέσεως,  θαυμαστὲ Ἀνδρέα, κῆπε χάριτος.

Γεγηθότες βοῶμέν σοι  ὃ εἰς ὕψος φθάσας ἀποκαλύψεων  θεῖον, ἴσχυσον ἱκέτάς σου  νόμων εἰς Ὑψίστου φθάσαι πλήρωσιν.

Ἐκ Θεοῦ κλῆσιν εἴληφας,  ὅσιε Ἀνδρέα, τῆς προσποιήσεως τοῦ ἔξηχου, καὶ τὴν δύναμιν  προστατεύειν ὕμνοις τοὺς τιμῶντας σε.

Θεοτοκίον.
Ἰσχυροὺς δεΐξον, Δέσποινα, ἐν τοῦ βίου μάχαις τοὺς μακαρίζοντας σὲ εὐτάκτως, καὶ τὴν χάριν σου ἀρετῆς πρὸς κτῆσιν ἐκζητούντάς σου.


Ὠδή ε'. Φώτισον ἡμᾶς.
Ἐν σεπτῶ ναῷ, Βλαχερνὼν ὃ θεασάμενος Θεοτόκον, περισκέπουσαν πιστούς, σκέπε, ἃπαντας, Ἀνδρέα, τοὺς τιμῶντάς σε.

Ἄνερ ἱερέ, ὃ κυσὶ συναυλισάμενος καὶ γευσάμενος, Ἀνδρέα, διωγμούς, ἕλκυσον μὲ πρὸς ζωήν, τὴν αἰωνίζουσαν.

Γνῶναι τοῦ Θεοῦ, τὰ σωτήρια ἐντάλματα καταξίωσον, Ἀνδρέα, τοὺς πιστῶς ὥσπερ γνώσεως Θεοῦ, φανὸν ὕμνοῦντάς σε.

Θεοτοκίον.
Γῆθεν πρὸς νομάς, οὐρανῶν ἡμᾶς ἀνάγαγε τοὺς βοώντας Χαῖρε, Μῆτερ τοῦ Θεοῦ, χαρμονῆς αἰωνιζούσης, κόσμου πρόξενε.


Ὠδὴ στ'. Τὴν δέησιν.
Ἐπάκουσον πάντων δεομένων σου, ἀσκητὰ πνευματοφόρε, Ἀνδρέα, Ἀναστασίας Φαρμακολυτρίας καὶ Θεολόγου δεχθεὶς τὴν βεβαίωσιν, εὐαρεστήσεως Θεοῦ, ἐκ σαλότητος τρόπων τῶν ξένων σου.

Λαμπρότησιν ὃ καλλωπιζόμενος ἀρετῶν, καὶ ὑπὲρ λόγον σοφίας, ὃ ἓν τῇ γῇ τῶν πραέων σκηνώσας, καὶ ἐνωθεὶς τῇ ἀγάπῃ τοῦ Κτίσαντος, Ἀνδρέα, ἔνωσον ἡμᾶς, τοῖς χοροῖς τῶν φιλούντων τὸν Ὕψιστον.

Ἐκδίωξον χαλεπὰ νοσήματα τῶν τιμώντων σέ, Ἀνδρέα θέοφρον, καὶ καταπράϋνον τάς ἀλγηδόνας τῶν εὐφημούντων σοῦς τρόπους σαλότητος, δι' ὧν ἐδέξω ἀληθῶς, τὸ βραβεῖον ἀφθίτου λαμπρότητος.

Θεοτοκίον.
Ἐφύμνιον ᾆσμα, Μητροπάρθενε, σοὶ προσάγομεν πιστῶν αἱ χορείας ὅτι ἒν πάσαις κακώσεσι βίου καὶ πειρασμοῖς καὶ δεινοῖς καταφεύγομεν, σὴ προστασία ἀκλινεῖ, καὶ θερμὴ μεσιτία, πανύμνητε.


Ὁμόζηλε ἀγγέλων δόξῃς, Ἀνδρέα πνευματοφόρε, ὃ σαλότητος τὴν ὁδὸν βαδίσας ὡς ἐξηχός, ἀξίωσον δόξῃς ἡμὰς ἄφθιτου.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ' ἐσχάτων τῶν ἡμέρων τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.


Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β'. Τοῖς τῶν αἱμάτων σου.

Σταυρὸν σαλότητος ἀναλαβόμενον ἐπ' ὤμων, καὶ τὸν μωρὸν προσποιούμενον, ἵνα κερδήση ζωὴν τὴν αἰώνιον, Ἀνδρέαν μέλψωμεν, πόθῳ αἰτούμενοι αὐτοῦ τάς πρεσβείας πρὸς Κύριον.


Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στίχος. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.

Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ματθαῖον  (ια' 27-30)

Είπεν ό Κύριος τοϊς εαυτού μαθηταϊς• Πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν υἱὸν εἰ μὴ ὁ πατήρ, οὐδὲ τὸν πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ᾿ ὑμᾶς καὶ μάθετε ἀπ᾿ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.

Δόξα.
Ταῖς τοῦ Σου Ὁσίου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.


Στίχ. Ἐλέημον, ἐλεησόν με,  Θεός,
Προσόμοιον.
Ἦχος πλ. β'. Ὅλην ἀποθέμενοι.

Τὸν πολιτευσάμενον ἐπὶ τῆς γῆς ἰσαγγέλως, καὶ  ἐχθροῦ ὀλέσαντα φάλαγγας ὡς ἔξηχον προσποιήσεσι, ταῖς μωραῖς μέλψωμεν, εὐκλεῆ Ἀνδρέαν, Βασιλίδος ἐνδιαίτημα, καὶ θεῖον μέτοχον, δόξῃς καὶ εὐκλείας ἀτέρμονος, ἐκθύμως ἀνακράζοντες ἔμψυχε ναὲ ταπεινώσεως, ῥΰσαι σοῦς ἱκέτας ἐχθίστου ἐπηρείας καὶ δεινῶν ἐπερχομένων πρεσβείαις σου, πρὸς Θεὸν τὸν εὔσπλαγχνον.

Σῶσον, ὁ Θεὸς τὸν λαόν σου
Κύριε, ἐλέησον  (ιβ´).

Ὠδὴ ζ'. Οἱ ἐκ τῆς Ἰουδαίας.

Πολυτίμητον σκεῦος, Παρακλήτου, Ἀνδρέα, ὃ τὰ ἐσόμενα, δυνάμενος προλέγειν καὶ βλέπειν τὰ ἐν πόλω, μυστικὰ καὶ ἀθέατα, πέμψον ἡμῖν δαψιλώς, ἐλέη τοῦ Ὑψίστου.

Ἀπολαύσαι, Ἀνδρέα, εὐφροσύνης ἀλήκτου ἡμᾶς ἀξίωσον, σὲ ἀνυμνολογοῦντας ὡς σύσκηνον Ἀγγέλων, καὶ συνόμιλον τάγματος Ὁσίων, διὰ Χριστὸν σάλων ἀποκληθέντων.

Κατ' ἐχθροῦ μισοκάλου, νικητὰς σοῦς ἱκέτας ταχὺ ἀνάδειξον, τοὺς ἐπικαλουμένους τὴν θείαν σοῦ πρεσβείαν, πρὸς τὸν εὔσπλαγχνον Κύριον, Οὐ ἀπολαύεις τὸ φῶς, μορφῆς τῆς πανιέρου.

Θεοτοκίον.
Οὐρανῶν ὑπερτέραν, τὴν ἁγνὴν Θεοτόκον καὶ παντευλόγητον, Κυρίαν σκηνωμάτων τῆς δόξῃς μελωδοῦντες, εὐλαβῶς ἀνακράζομεν  προστάτις χριστιανῶν, Θεοκυῆτορ, πέλεις.


Ὠδὴ η'. Τὸν Βασιλέα.
Ὑμνολογουντὲς σέ, θεοφόρε Ἀνδρέα, ὡς ἀειρρυτον κρήνην ἐλέους, σᾶς θερμὰς πρὸς Κτίστην εὐχὰς ἀποζητοῦμεν.

Σταυροῦ δυνάμει περιφραχθείς, τάς ἐνέδρας τοῦ ἔχθιστου διέλυσας, πάτερ θεαυγές, Ἀνδρέα, ἡμῶν ἀκέστορ θεῖε.

Ὁδήγησάν με πρὸς σωτηρίας ἐπάλξεις, ὁ σαλότητι, μάκαρ Ἀνδρέα, σὲ αὐτὸν ἴθυνας πρὸς θεϊκὰς σκηνώσεις.

Θεοτοκίον.
Νικήσαι πάθη σαρκός, ἁγνὴ Θεοτόκε, καταξίωσον σὲ τοὺς ὑμνοῦντας καὶ δοξολογοῦντας τὸν ἄχραντόν σου Τόκον.


Ὠδὴ θ'. Κυρίως Θεοτόκον.
Μωράνας τῆς κακίας σοφιστήν, Ἀνδρέα, ταῖς σαῖς μωραῖς προσποιήσεσι, σοφισον τοὺς σούς ἱκέτας, δεικνύων αὐτοῖς τὰ κρείττονα.

Ὁμόζηλε μαρτύρων καὶ ὁσίων πάντων, πνευματοφόρε Ἀνδρέα, ἰσότιμε, ἡμῖν ἰλέωσαι Κτίστην, τὸν πανευΐλατον.

Ὑπέρτερε γηΐνων καὶ ῥευστῶν, Ἀνδρέα, σούς ὑμνητὰς ὑπερόπτας ἀνάδειξον, σχέσεως πάσης προσύλου καὶ ματαιότητος.

Θεοτοκίον.
Μὴ παύσῃ δυσωποῦσα, Κεχαριτωμένη, σὺν τῷ πανσέπτῳ Ἀνδρέᾳ τὸν Τόκον σου, ὑπὲρ τῶν Ὕμνοις εὐήχοις μακαριζόντων σε.

Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί  παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί  ἐνδοξοτέραν  ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν  ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα μεγαλυνάρια,
Χαίροις, τῆς σοφίας καὶ ἀρετῆς, τῆς ἐνθέου πλήρης, προσποιήσεσιν ὃ μωραϊς, διανύσας βίον ἰσάγγελον, Ἀνδρέα, ἐν πόλει Βασιλίδι, πνευματοφόρητε.

Χαίροις, προσποιήσεσιν ὃ μωραῖς, καὶ σκληραγωγία, ὑπὲρ ἔννοιαν σεαυτόν, ταπεινώσας μάκαρ, Ἀνδρέα, ἵνα πόλου, εὐκλείας ἀπολαύσῃς καὶ δόξῃς κρείττονος.

Ἐλεημοσύνης τὸν τιμητήν, ταπεινοφροσύνης, ἐργαστήριον καὶ εὐχῆς, ἀσιγήτου σκεῦος, Ἀνδρέαν, ὡς σοφίας, ταμεῖον τῆς ἐνθέου, ἀνευφημήσωμεν.

Χαίροις, ἐν τεμένει τῶν Βλαχερνών, τὴν ἁγνὴν Παρθένον θεασάμενος τοὺς πιστούς,σκέπουσαν, Ἀνδρέα, αὐτῆς τῷ μαφορίω, τῷ ἱερῷ αὐτόπτα, ξένου θεάματος.

Χαίροις, ὁ μωράνας τὸν πτερνιστήν, τρόποις σου ἐνθέοις, καὶ εὐφράνας τὸν Λυτρωτήν, σὴ ἀσκήσει, πάτερ, φωτοειδές Ἀνδρέα, πολλῶν θορύβων μέσον, ὃ βιωσάμενος.

Σμῆνος τῶν δαιμόνων ὅ τῷ ἐσμῷ, ἀρετῶν σκορπίσας, ὡς κηφῆνας καὶ τὸ γλυκύ, μέλι τῆς σοφίας, τῆς ὑπὲρ νοῦν συλλέξας, Ἀνδρέα, σὴ ἀσκήσει, κόσμον καθήδυνας.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.


Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἀπολυτίκιον.  
Ἦχος πλ. α'. Τὸν συνάναρχον Λόγον.

Τὸν μωραΐς προσποιήσεσι καὶ σαλότητι, καθυποτάξαντα πάθη τὰ ψυχοκτόνα σαρκός, καὶ συντρίψαντα μισόκαλον τὸν δόλιον, ὡς θείου Πνεύματος ναὸν καὶ ὁσίων ἀσκητῶν, τιμήσωμεν λαμπηδόνα, σοφὸν Ἀνδρέαν, πρεσβείας αὐτοῦ πρὸς Κύριον αἰτούμενοι.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς

Ἦχος β'. Ὅτε ἐκ τὸν Ξύλου σὲ νεκρὸν

Πάτερ, ὃ δουλεύσας τῷ Χριστῷ, ταπεινοφροσύνη τελεία, γυμνώσει καὶ ἐμπαιγμοῖς, καὶ Βελίαρ δύναμιν τὴν διαφθείρουσαν, ἤθη σαῖς προσποιήσεσι μωραΐς θριαμβεύσας, λύτρωσαι κακότητος τοῦ παναλάστορος, πάντας καὶ στενώσεων βίου, τοὺς εἰλικρινῶς σὲ τιμῶντας,  ἄνθρωπε, Ἀνδρέα, ἰσουράνιε.

Δέσποινα, πρόσδεξαι τάς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τήν πάσαν ἐλπίδα μου εἰς  σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπό τήν σκέπην σου.

Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.

Δίστιχον.

Δανιηλαίων συνοδίαν, Ἀνδρέα,
σέ τιμώσαν σκέπε, βοᾶ Χαραλάμπης.

_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης