Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1658
https://www.proseyxi.com

Χαιρετισμοί εις τον Άγιον Νικολάο Αρχιεπισκόπου Μύρων της Λυκίας του Θαυματουργού Νο2 Empty Χαιρετισμοί εις τον Άγιον Νικολάο Αρχιεπισκόπου Μύρων της Λυκίας του Θαυματουργού Νο2

Την / Το Κυρ Οκτ 20, 2019 12:28 pm
Χαιρετισμοί εις τον Άγιον Νικολάο Αρχιεπισκόπου Μύρων της Λυκίας του Θαυματουργού Νο2

Μοναχού Γρηγορίου
Χαιρετισμοί εις τον Άγιον Νικολάο Αρχιεπισκόπου Μύρων της Λυκίας του Θαυματουργού Νο2 Nikola10

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμὰχῳ.
Τῷ τὸν Μυρέων Ἱεράρχην μύρα βλύζοντι, ὡς τροπαιούχῳ νικητῇ τὰ αἰσθητήρια, ὑπανοίγοντες αὐτῷ τῷ εὐσυμπαθήτῳ, ἐκβοήσωμεν ἐφύμνια προσφθέγγοντες, ἐκ παντοίων ἡμᾶς λύτρωσαι κακώσεων, ἵνα κράζωμεν·
Χαίροις Μάκαρ Νικόλαε.

Ἄγγελος οὐρανόφρων, ἐγνωρίσθης ἐν κόσμῳ, ζωὴν ἀγγελικήν βιοτεύσας· (ἐκ γ΄) σῶμά σου δὲ τὸ σεπτὸν μύρα προχέον καὶ εὐωδίαν ἀέναον βλύζον, ἐξιστᾶ τοὺς πάντας καὶ πείθει τοῦ βοᾶν σοι ταῦτα·

Χαῖρε, τὸ νῖκος τῆς εὐσεβείας·
χαῖρε,  τὸ κράτος τῆς Ἐκκλησίας.
Χαῖρε, στεῤῥὸν τῆς πίστεως ἔρεισμα·
χαῖρε,  στιλπνὸν τῶν Μυρέων καύχημα.
Χαῖρε, ὕψος θείας γνώσεως, δυσερμήνευτον πολλοῖς·
χαῖρε,  βάθος τῆς φρονήσεως, δυσαντίβλεπτον βροτοῖς.
Χαῖρε, τῶν θαυμάτων πηγὴ ἀνεξάντλητε·
χαῖρε,  πηγάζων πιστοῖς ἰάσεις ἑκάστοτε.
Χαῖρε, ὁ θεῖον ζῆλον ἐν καρδία σου φέρων·
χαῖρε,  ὁ εὐωδίαν ἐκ τοῦ οἴκου σου βρύων.
Χαῖρε, λαμπτὴρ εὐσεβοῦς ἀληθείας·
χαῖρε,  σφραγὶς ὀρθοδόξου λατρείας.

Χαίροις Μάκαρ Νικόλαε.

Βλέπουσα ἡ Μυρέων, τὸ παράδοξον θαῦμα, τὰ μύρα τοῦ σεπτοῦ σου λειψάνου, σὺν πόθῳ τὴν πολλήν σου χάριν καὶ ἰάσεων προχοὴν γεραίρει, πρὸς Θεὸν βοῶσα·

Ἀλληλούϊα.

Γνωστικὸς συνεκράθης, ἐκ ψυχῆς μυῤῥορόα, Χριστῷ τῷ νοητῷ ὄντως μύρῳ, καὶ ταῖς Τούτου ἀεὶ συνῶν εὐωδίαις θείαις καὶ διαδόσεσι, μύρον καινὸν ἀνέβλυσας· διὸ σοι ἐκβοῶμεν ταῦτα·

Χαῖρε, ἡ δόξα τῶν Ἱερέων·
χαῖρε,  τὰ κλέος Ἀρχιερέων.
Χαῖρε, τῆς Τριάδος ὁ οἶκος ὁ πάντερπνος·
χαῖρε,  τῶν ἁγίων Ἀγγέλων ὁ σύσκηνος.
Χαῖρε, πρέσβυς ὁ θερμότατος εἰσακούων τοὺς πιστούς·
χαῖρε,  τόξον τὸ ὀξύτατον ἐκδιώκων τοὺς ἐχθρούς.
Χαῖρε, λύχνε διακρίσεως ἀπαστράπτων ἐμφανῶς·
χαῖρε,  ἄστρον διοράσεως καταυγάζων τηλαυγῶς.
Χαῖρε, καρπῶν τοῦ Πνεύματος ἔμπλεως·
χαῖρε,  πασῶν χαρίτων ἀνάμεστος.
Χαῖρε, τῶν ἐν θαλάσσῃ ὁδηγὸς καὶ προστάτης·
χαῖρε,  τῶν ἐν πελάγει ἀπλανὴς κυβερνήτης.

Χαίροις Μάκαρ Νικόλαε.

Διαπτὰς ἐν λειμῶνι, τῶν τοῦ Πνεύματος λόγων, τῷ τρόπῳ φιλοπόνου μελίσσης καὶ ἐκ τούτων μάκαρ ἀπανθῶν, ἄνθη ἐδρέψω Νικόλαε ἡδύπνοα, σκευάσας ἐν καρδίᾳ σου τὸ θεῖον μύρον, κράζων·

Ἀλληλούϊα.

Ἔχοντες τὸν ναόν σου τὸν πανίερον τοῦτον, ἀκένωτον πηγὴν ἰαμάτων, προστρέχομεν εὐλαβῶς καὶ τὴν χάριν ἀπαντλοῦντες δαψιλῶς, βοῶμεν εὐχαρίστως οὕτω·

Χαῖρε, κρατὴρ πανευώδους μύρου·
χαῖρε,  πηγὴ μυριπνόου ῥείθρου.
Χαῖρε, μυροδόχον ἀγγεῖον τοῦ Πνεύματος·
χαῖρε,  μυροθήκη εὐώδης τῆς χάριτος.
Χαῖρε, μύρον πολυσύνθετον ἐξ εὐπνόων ἀρετῶν·
χαῖρε,  φιάλη ἀρωμάτων γέμουσα μυρεψικῶν.
Χαῖρε, ὁ μύρου θείου τὴν πηγαίαν πλουτήσας·
χαῖρε,  ὁ κράμμα ξένον τοῖς ἀνθρώποις κεράσας.
Χαῖρε, καρπῶν τοῦ Πνεύματος ἔμπλεως·
χαῖρε,  πασῶν χαρίτων ἀνάμεστος.
Χαῖρε, Χριστοῦ τὸ θεῖον ὀσφράδιον·
χαῖρε,  πιστῶν τὸ ξένον λουτήριον.

Χαίροις Μάκαρ Νικόλαε.

Ζάλην πᾶσαν τοῦ κόσμου, ἐκφυγὼν Ἱεράρχα, ἐποίμανας τὸν λαὸν τῶν Μυρέων, καὶ θαυμάτων πλήθη ἐνεργῶν, διέσωσας ἐκθρέψας νοητῶς, καὶ πρὸς τὴν μάνδραν ἤλασας τῆς ἄνω Βασιλείας, Θεῷ βοῶντας·

Ἀλληλούϊα.

Ἡ ὀσμὴ σῶν λειψάνων, φρέαρ ὕδατος ὤφθη, ποτίζων μύρον ἀθανασίας, καὶ τῶν θείων μύρων ἡ ῥοή, μυρεψικὴν παντοίων ὀδμὴν πηγάζοντα γνωρίζεται, τοῖς σοί βοῶσιν ἐκ ψυχῆς τοιαῦτα·

Χαῖρε, εὔοσμον ἀλάβαστρον ψυχῶν·
χαῖρε,  ἔλαιον ἱλαρύνων νοῦν ἡμῶν.
Χαῖρε, ποιμὴν λογικῶν προβάτων·
χαῖρε,  λιμὴν τῶν ἐν θαλάσσῃ πλεόντων.
Χαῖρε, ὅτι ἐθεράπευσας τοὺς νοσοῦντας πολλαπλῶς·
χαῖρε,  ὅτι ἐμεσίτευσας ἁμαρτάνουσι πυκνῶς.
Χαῖρε, τῶν λυπουμένων παραμύθιον πέλων·
χαῖρε,  τῶν θλιβομένων παρηγόρημα θεῖον.
Χαῖρε, ἀθῴους θανάτου ῥυσάμενος·
χαῖρε,  ἀπίστους ἐκ πλάνης σωσάμενος.
Χαῖρε, δι’ οὗ ἐδοξάσθη ἡ πίστις·
χαῖρε,  δι’ οὗ χαίρει σύμπασα κτίσις.

Χαίροις Μάκαρ Νικόλαε.

Θαῦμα μέγα ὁρᾶται, πῶς ἡ ἄνικμος λάρναξ, τοῦ θείου καὶ σεπτοῦ σου λειψάνου, μύρων πηγὰς ἔβλυσεν, ἰάματα νοσοῦσι παρασχὼν χάριτι, τοῦ σὲ μύρῳ νοητῷ χρίσαντος, ὡς Ἱεράρχην ἄξιον, αὐτῷ βοῶντα·

Ἀλληλούϊα.

Ἴδιον οὐκ ἐκτήσω, ἐπὶ γῆς θεοῤῥῆμον, Χριστὸν δὲ μόνον ἀεὶ ἀναπνέων, ἐν Αὐτῷ ζῶν, καὶ πρὸς Αὐτὸν ἀφορῶν ἀκλινῶς, Τοῦτον ἐκέκτησο φῶς καὶ ἔρωτα, διὸ σοι προσφωνοῦμεν πόθῳ·

Χαῖρε, Ἀρείου τῆς πλάνης ἔλεγχε·
χαῖρε,  Ὀρθοδόξου λαοῦ ὑπέρμαχε.
Χαῖρε, Ἀρχιερέων ἀγλάϊσμα ἔξοχον·
χαῖρε,  τῶν κακοδόξων φυγάδευμα εὔστοχον.
Χαῖρε, λίαν συμπαθέστατε καὶ φιλόπτωχε Ποιμήν·
χαῖρε,  ἄγαν εὐμενέστατε καὶ γαλήνιε λιμήν.
Χαῖρε, ὃν ἀνυμνοῦσιν ἐν τοῖς πέρασι κόσμου·
χαῖρε,  ὅτι ἀντλοῦσι τοῦ σοῦ μύρου εὐόσμου.
Χαῖρε, κανὼν πίστεως θεόδεκτος·
χαῖρε,  εἰκὼν πραότητος πανάριστος.
Χαῖρε, ὀρθῆς πολιτείας ὁ γνώμων·
χαῖρε,  σοφῆς προμηθείας νοήμων.

Χαίροις Μάκαρ Νικόλαε.

Κήρυκες τῶν πολλῶν σου, γεγονότες θαυμάτων, Νικόλαε ἐδείχθησαν οἱ τρεῖς στρατηλάται, οὓς ἐῤῥύσω ἐμφανείᾳ σου φρικτῇ παρανόμου σφαγῆς, Ἀβλάβιον ἐλέγξας φιλοχρήματον· οἵ καὶ σωθέντες χάριτι, τῷ θαυμαστῷ Θεῷ ἐβόων·

Ἀλληλούϊα.

Λάμψας ἐν Μυρέων, θεοσδότῳ καθέδρᾳ, ἐδίωξας τῆς πλάνης τὸ σκότος· τοῖς γὰρ λόγοις νουθετῶν ἅπαντας, λύμης Ἀρείου τοῦ δεινοῦ ἔσωσας· διόπερ οἱ ῥυσθέντες ἐβόων σοι σοφὲ τοιαῦτα·

Χαῖρε, σάλπιξ ἁγία τὸν Σωτῆρα κηρύξας·
χαῖρε,  ἄλπεις τὰς θείας Παραδείσου οἰκήσας.
Χαῖρε, ἕνεκα μύρου τοῦ θείου σου σώματος·
χαῖρε,  ἄθεον λῆρον ἐλέγξας τοῦ σκώμματος.
Χαῖρε, ἄμπελε κυπρίζουσα τῶν ἀνθέων τὰς πνοάς·
χαῖρε,  σύμβολον λαμπρότητος τῆς ἐνθέου προσφορᾶς.
Χαῖρε, δωρεὰν ἰώμενος ἅπαντας·
χαῖρε,  χαρᾶς πλήρων τοὺς προστρέχοντας.
Χαῖρε, ῥοὴ πανολβίου λύσεως·
χαῖρε,  ὀσμὴ τῆς διττῆς ὀσφρήσεως.
Χαῖρε, δ’ οὗ θεραπεύονται νόσοι·
χαῖρε,  δι’ οὗ ἐκδιώκονται πάθη.

Χαίροις Μάκαρ Νικόλαε.

Μῦρον ἐξεκενώθη, τῇ ψυχῇ σου ἀφρόνως, καυθὲν τοῦ Παρακλήτου τῇ θέρμῃ· κῆπον γὰρ ἀσματικῶς τὸ σὸν πνεύσας νότος, ὁ θερμὸς Χριστοῦ πόθος σου, μύρα πᾶσιν ἀνέβλυσε Νικόλαε, Χριστῷ βοῶσιν·

Ἀλληλούϊα.

Νέος μάκαρ ἐφάνης, Ἀβραὰμ τῷ Σωτῆρι, τὸν νοῦν ὡς Ἰσαὰκ θυσιάσας, ἀναιμάκτους Αὐτῷ λατρείας καθαρῶς ἀνενέγκας, ἀνθ’ ὧν σοι προσφωνοῦμεν ταῦτα·

Χαῖρε, τὸ ἄνθος τῆς ἀφθαρσίας·
χαῖρε,  τὸ νῖκος τῆς κληρουχίας.
Χαῖρε, χειμαζόμενων ὁ ἀχείμαστος ὅρμος·
χαῖρε, τῶν ἀποῤῥήτων ἀγαθῶν κληρονόμος.
Χαῖρε, ὅτι σοῦ τὸ λείψανον βρύει μύρα δαψιλῶς·
χαῖρε,  ὅτι σοῦ τὸ τέμενος νέμει χάριν πολλαπλῶς.
Χαῖρε, ὑμῖν χαρίζων χαρίτων τὸ πέλαγος·
χαῖρε,  πᾶσι ποτίζων σοῦ μύρου τὸ ἔλεος.
Χαῖρε, τροφὴ πεινόντων ἐν Πνεύματι·
χαῖρε,  τρυφὴ πλουτούντων ἐν χάριτι.
Χαῖρε, λαμπρὰ καθέδρα αἰσθήσεων·
χαῖρε,  κλεινὸν πηξίον τοῦ Πνεύματος.

Χαίροις Μάκαρ Νικόλαε.

Ξενηκαύστων θαυμάτων, αὐτουργὸς σὺ ἐγένου, καὶ ζῶν καὶ μετὰ πότμον τρισμάκαρ, ἐν θαλάσσῃ γάρ, καὶ χέρσῳ φθάνεις ὀξέως τοῖς καλοῦσί σε, καὶ λυτροῦσαι θανάτου πικροῦ Ἅγιε, Θεῷ βοῶσιν·

Ἀλληλούϊα.

Ὅλος ὢν ἐν τοῖς ἄνω, καὶ ἡμῖν πάλιν κάτω, συνὼν Νικόλαε Ἱεράρχα, θαῦμα πᾶσαν ἀκοὴν καὶ διάνοιαν ἐκπλήττων· ἡμεῖς δὲ τοῖς θαυμασίοις ἐκπληττόμενοι, βοῶμεν πρὸς σὲ τοιαῦτα·

Χαῖρε, σοφίας Θεοῦ ὁ πλήρης·
χαῖρε,  προνοίας Αὐτοῦ ὁ μύστης.
Χαῖρε, ῥήτωρ θεοδίδακτε, πρὸς Χριστοῦ ἐκδιδαχθείς·
χαῖρε,  ῥεῖθρα τῶν ἰάσεων, ὁ παρέχων τοῖς πιστοῖς.
Χαῖρε, ἄμπελε κυπρίζουσα τῶν ἀνθέων ταῖς πνοαῖς·
χαῖρε,  σύμβολον πραότητος καὶ ἁγνείας ἀκραιφνοῦς.
Χαῖρε, τῆς σμυρναλόης τὸ ἀμβρόσιον ᾆσμα·
χαῖρε,  κηρομαστίχης τὸ ἡδύπνοον κράμμα.
Χαῖρε, πλουτῶν τὸ κέρας τοῦ χρίσματος·
χαῖρε,  αὐχῶν τὸ μύρον τοῦ Πνεύματος.
Χαῖρε, αἱρετιζόντων καθαιρέτης ὁ μέγας·
χαῖρε,  τῶν Ὀρθοδόξων ὁ προστάτης καὶ γίγας.

Χαίροις Μάκαρ Νικόλαε.

Πᾶσαν χάριν ἐδέξω, οὐρανόθεν τρισμάκαρ Νικόλαε, θαυμάσια ἐκτελεῖν πᾶσι· τὸν ἀπρόσιτον γὰρ ὡς Θεόν, γεγονέναι ἔφης πρόσιτον ἄνθρωπον, εἰς κόσμου σωτηρίαν, τοῖς μελῳδοῦσιν οὕτως·

Ἀλληλούϊα.

Ῥήτορας πολυστρόφους, ὡς ἰχθύας ἀφώνους, ἀπέδειξας σοφὲ Πνεύματος τῇ δυνάμει· ὁμοούσιον γὰρ τῷ Πατρὶ τὸν Υἱὸν ἐκήρυξας, καὶ ᾄσματα τῆς νίκης σου παρ’ ἡμῶν ἀκούεις·

Χαῖρε, λαμπρὸν εὐδρομούντων κλέος·
χαῖρε,  στεῤῥὸν κλονουμένων σθένος.
Χαῖρε, τῆς Λυκίας βλαστὸς εὐθαλλέστατος·
χαῖρε,  Εὐαγγελίου καρπὸς ὁ ἀμάραντος.
Χαῖρε, μύρα εὐωδέστατα ὁ πηγάζων τοῖς πιστοῖς·
χαῖρε,  ῥεῖθρα τῶν ἰάσεων ὁ προχέων τοῖς λαοῖς.
Χαῖρε, ὁ ἐκτεφρώσας τοὺς βωμοὺς τῶν δαιμόνων·
χαῖρε,  ὁ ἐκνευρίσας τὴν ὀφρὺν τῶν εἰδώλων.
Χαῖρε, ὁ ἀνατέλλων τῶν θαυμάτων ἀκτῖνας·
χαῖρε,  ὁ ἀναστέλλων τῶν δαιμόνων μανίας.
Χαῖρε, ὀσμὴ τῆς Χριστοῦ εὐωδίας·
χαῖρε,  τρυφὴ τῆς πιστῶν εὐωχίας.

Χαίροις Μάκαρ Νικόλαε.

Σῶσον πάντας τοὺς πόθῳ, τῷ πανσέπτῳ ναῷ σου, προστρέχοντας Νικόλαε μάκαρ καὶ παντοίας βλάβης καὶ δεινῶν συμφορῶν λύτρωσαι, παῤῥησίαν μεγίστην ὡς ἔχων πρὸς Χριστόν, σῴζειν ἑκάστοτε τοὺς ἐκβοῶντας·

Ἀλληλούϊα.

Τεῖχος Ὀρθοδοξίας κεκτημένοι σε πάντες, ἐκτρέπομεν κακοδόξων τερθρείας· τὸν γὰρ Σωτῆρα καμάτοις ἐθεράπευσας καὶ ἔργοις σου ἐδόξασας καὶ ἀντεδοξάσθης παρ’ Αὐτοῦ· ὄθεν σοι εὐλαβῶς βοῶμεν·

Χαῖρε, θνητῶν ἀθάνατον νέκταρ·
χαῖρε,  βροτοῖς ἀνθηφόρον ἔαρ.
Χαῖρε, ἄνθρωπε οὐράνιε Βασιλείας τοῦ Θεοῦ·
χαῖρε,  Ἄγγελε ἐπίγειε τοῦ Σωτῆρος Ἰησοῦ.
Χαῖρε, ἡμῖν χαρίζων σῶν χαρίτων πελάγη·
χαῖρε,  πᾶσι πορίζων σῶν θαυμάτων ἐλέη.
Χαῖρε, δένδρον θαυμάτων τοὺς πολλοὺς καρποὺς φέρον·
χαῖρε,  τῶν ἰαμάτων τοὺς βλαστοὺς ἀναθάλλων.
Χαῖρε, ἡ λύρα τῆς Χριστοῦ Ἐκκλησίας·
χαῖρε,  ἡ μοῦσα οὐρανῶν Βασιλείας.
Χαῖρε, ψυχῶν εὐώδης ἀντίληψις·
χαῖρε,  σαρκὸς μυρίζουσα ἴασις.

Χαίροις Μάκαρ Νικόλαε.

Ὕμνος ἅπας ἡττᾶται συνακολουθεῖν θέλων, τῷ πλήθει τῶν πολλῶν σου θαυμάτων ἐγκωμίων πληθύν· καὶ γὰρ ἂν προσάξωμέν σοι Νικόλαε, οὐδὲν τελοῦμεν ἄξιον εἰς ἀμοιβὴν χαρίτων σου, ἀλλ’ οὖν βοῶμεν·

Ἀλληλούϊα.

Φωτοπάροχον χάριν τοῖς ἐν σκότει τοῦ βίου, αὐγάζοντα σὲ ἔγνωμεν Πάτερ· ὁδηγοῦντα πρὸς σωτηρίους ἀτραπούς καὶ πρὸς γνῶσιν ἀληθῆ ἅπαντας καὶ τῷ φωτὶ προσάγων τῷ Χριστῷ· δι’ ὅ σοι προσφωνοῦμεν ταῦτα·

Χαῖρε, δι’ οὗ τὸ φῶς καθωράθη·
χαῖρε,  δι’ οὗ τὸ σκότος ἠλάθη.
Χαῖρε, Βασιλείας τῆς ἄνω συμμέτοχε·
χαῖρε,  τῶν Ἁγίων Ἀγγέλων συνόμιλε.
Χαῖρε, ἔσοπτρον ἐμφάσεων καθαρῶν χωρητικόν·
χαῖρε,  ἄξιον θησαύρισμα τῶν Χριστοῦ μακαρισμῶν.
Χαῖρε, τῶν σοί  προσφευγόντων ἀσφαλὲς φυλακτήριον·
χαῖρε,  τῶν σοί προσιόντων ταχινὸν παραμύθιον.
Χαῖρε, πύργος ὁ φθάνων πρὸς αἰθέριον ὕψος·
χαῖρε,  τεῖχος διεῖργον ἀντιπάλων τὸ νῖκος.
Χαῖρε, λαμπρὸν τῆς πίστεως γνώρισμα·
χαῖρε,  φαιδρὸν τῆς χάριτος ἥδυσμα.

Χαίροις Μάκαρ Νικόλαε.

Χαῖρέ σοι προσφωνοῦμεν, Ἱεράρχα Κυρίου, Νικόλαε μονῆς σου προστάτα· ποιμὴν γὰρ παρ’ Αὐτοῦ ἀνεδείχθης τοῦ χριστωνύμου λαοῦ καὶ ἡμῶν φρουρὸς καὶ ἐπίκουρος· ὅθεν ἀκούεις ῥύστης, τῷ Σωτῆρι ψάλλων·

Ἀλληλούϊα.

Ψάλλοντές σου τὴν χάριν τὴν τῶν μύρων κροτοῦμεν, ἑστῶτες ἐν ἁγίῳ ναῷ σου· μόνος γὰρ θαυμαστὸς Μυροβλύτης κυρίως κέκλησαι Νικόλαε· διὸ εἰς ὀσμὴν μύρων σου τρέχομεν, βοῶντες πόθῳ σοι ταῦτα.

Χαῖρε, ψυχὴν πρὸς Θεὸν ὁ ἐκτεῖνας·
χαῖρε,  σαρκὸς τὰς ὁρμὰς ἀναστείλας.
Χαῖρε, Ποιμὴν θρεμμάτων τῆς χάριτος·
Χαιρε, λιμὴν πλεόντων ἀχείμαστος.
Χαῖρε, ὁ τὸ ἀστραπόμορφον ἀναβλέψας νοερῶς·
χαῖρε,  σκεῦος εἰσδεξάμενον θεῖον μύρον ἀληθῶς.
Χαῖρε, πυρσὸς τῶν ἐν θαλάσσῃ πλεόντων·
χαῖρε,  φωστὴρ τῶν ἐν τῷ σκότει κειμένων.
Χαῖρε, πολλοὺς ἐκ πείνης διασώσας·
χαῖρε,  αὐχμοὺς καὶ λιμοὺς διαλύσας.
Χαῖρε, καλῶν εὐωδίαν προχέων·
χαῖρε,  κακῶν δυσωδίαν ἐκτρέπων.

Χαίροις Μάκαρ Νικόλαε.

Ὢ τρισόλβιε Πάτερ· ὁ λαμπρὸς μὲν ἐν πᾶσι Νικόλαε ἐν μύροις δὲ μᾶλλον (ἐκ γ΄) δυσωδίαν πᾶσαν τῶν παθῶν, ψυχῶν τε καὶ σωμάτων ἡμῶν ἀπόσμηξον καὶ εὐωδίας πλήρωσον τῶν μύρων σου τοὺς ἐκβοῶντας·

Ἀλληλούϊα.

Κοντάκιον ἕτερον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμὰχῳ.
Ὡς ἀντιλήπτωρ καὶ θερμὸς φρουρὸς Νικόλαε, ἀεὶ προφθάνεις βοηθὸς ἐν περιστάσεσι· διὸ ᾄσμασιν ἡ ποίμνη σου Ἱεράρχα, εὐφημοῦμέν σε πιστῶς καὶ ἐπιγράφομεν, τῆς Μονῆς σου ὡς προστάτην καὶ ὑπέρμαχον, ἀνακράζοντες·
Χαίροις Μάκαρ Νικόλαε.

_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης