Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1658
https://www.proseyxi.com

Παρακλητικός Κανών εις τον Άγιο Παρθένιο επίσκοπο Ῥαδοβυζδίου Άρτας Empty Παρακλητικός Κανών εις τον Άγιο Παρθένιο επίσκοπο Ῥαδοβυζδίου Άρτας

Την / Το Πεμ Οκτ 17, 2019 9:03 am
Παρακλητικός Κανών εις τον Άγιο Παρθένιο επίσκοπο Ῥαδοβυζδίου Άρτας

Ποίημα Γεωργίου Μηλίτση
Παρακλητικός Κανών εις τον Άγιο Παρθένιο επίσκοπο Ῥαδοβυζδίου Άρτας Ag_par10


Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τά Τροπάρια.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τῷ τοῦ Χριστοῦ σεμνοπρεπῇ Ἱεράρχη, Ῥαδοσβυσδίου φύλακά τε καὶ ῥύστην, προσπέσωμεν κραυγάζοντες ἐκ βάθους ψυχῆς· Ὅσιε Παρθένιε, Ἱεράρχα Κυρίου, πρόφθασον καὶ λύτρωσαι τοὺς δεινῶς θλιβομένους· μὴ παραβλέψης δέησιν οἰκτράν, τῶν προσπιπτόντων τῇ κάρᾳ σου Ἅγιε.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο, ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ· Σοὺς γὰρ δούλους σώζει ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Καὶ αρχὀμεθα ὸ Κανόνος τοῦ Άγίου.

ᾨδὴ α΄. Ὑγρὰν διοδεύσας.

Δεχθεὶς τὴν ἐπίθεσιν τοῦ ἐχθροῦ, πρὸς σὲ καταφεύγω, Ἱεράρχα θαυματουργέ, καὶ τὴν σὴν βοήθειαν αἰτοῦμαι, ἥν δώρησαί μοι ταχέως Παρθένιε.

Παθῶν τε καὶ νόσων πολυειδῶν, καὶ πάσης κακίας, ἐλευθέρωσον Ἀθλητά, τοὺς εἰς σὲ προσφεύγοντας Θεόφρον, καὶ ἐκζητοῦντας τὴν σκέπην σου Ὅσιε.

Νοσοῦντα τὰ κτήνη θαυματουργέ, θεράπευσον Πάτερ, καὶ ἀπόδος ταῦτα ἡμῖν, καὶ τοὺς γόνυ κλίνοντάς σοι μάκαρ, ἐκ τῶν κινδύνων ἀπάλλαξον Ὅσιε.

Θεοτοκίον.
Νοσούντα τὸ σῶμα καὶ τὴν ψυχήν, ἐπισκοπῆς θείας καὶ προνοίας τῆς παρὰ Σοῦ, ἀξίωσον μόνη Θεομήτορ, ὡς ἀγαθὴ Ἀγαθοῦ τε λοχεύτρια.


ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἱκετεύω σε Πάτερ, τὸν ψυχικὸν τάραχον, καὶ τῆς ἀθυμίας τῆς ζάλης διασκεδάσαι μου· σὺ γὰρ τὸν Κύριον, τὸν ἀρχηγὸν τῆς εἰρήνης, τὸν Χριστὸν ἠγάπησας, Πάτερ Παρθένιε.

Πειρασμῶν καὶ κινδύνων, καὶ τῶν παθῶν κοίμησιν, τῶν πολυειδῶν νοσημάτων τὴν ἀπολύτρωσιν, αἴτει Παρθένιε, παρὰ τῶν πάντων Δεσπότου, ὑπὲρ τῶν τιμώντων σε, ἀξιοτίμητε.

Τῇ δυνάμει σου σπεύδω σεμνοπρεπῶς Ὅσιε, καὶ γονυκλινῶς ἱκετεύω, Πάτερ βοήθει μοι· σὲ γὰρ προσκέκτημαι, μετὰ Θεὸν προστασίαν, ὁ πιστῶς τῇ σκέπῃ σου, ἀεὶ προστρέχων σοι.

Θεοτοκίον.
Χαλεπαῖς ἀῤῥωστίαις καὶ νοσεροῖς πάθεσιν, ἐξεταζομένῳ Παρθένε, Σύ μοί βοήθησον· τῶν ἰαμάτων γάρ ἀνελλιπή Σε γινώσκω, θησαυρόν Πανάμωμε, τόν ἀδαπάνητον.


Διάσωσον, ἀπὸ κινδύνων τοὺς πίστει σοι προσιόντας, ὅτι πάντες σεμνοπρεπῶς πρὸς σὲ ἀνακράζομεν, ὡς ἔχοντα πρὸς Θεὸν παῤῥησίαν.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Νοσούντων σωτήρ, πενήτων ἡ βοήθεια, πενθούντων χαρά, ἀλόγων ἰατήριον, καὶ Ἠπείρου πρόμαχος, ἀνεδείχθης Ὅσιε πάντιμε, δι’ ὅ μὴ παύση πάντας τοὺς πιστούς, παρέχων ἰάματα Παρθένιε.


ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἀποδίωξον τάχειον, τῇ σῇ μεσιτείᾳ Πάτερ Παρθένιε, τῆς σαρκός μου τὰ σκιρτήματα, καὶ τῶν ἁμαρτάδων μου τὴν ζόφωσιν.

Καταπράϋνον Ὅσιε, Κυρίου θυμόν τε ταῖς ἱκεσίαις σου, ὡς προστάτην γὰρ σὲ ἔχομεν, πάντες οἱ ἱκέταις σου Παρθένιε.

Ὀρθοδόξων τὸ στήριγμα, καὶ Χριστιανῶν στεῤῥὸν καταφύγιον, σὺ τὸν Κύριον ἱκέτευε, δυσχερείας πάσης ἐκλυτρούμενος.

Θεοτοκίον.
Ἡ ἐλπίδα καὶ στήριγμα, καὶ τῆς σωτηρίας τεῖχος ἀκράδαντον, κεκτημένοι Σε Πανύμνητε, δυσχερείας πάσης ἐκλυτρούμεθα.


ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Σκέδασον σοφέ, τῶν παθῶν μου τὰ σκιρτήματα, καὶ τῷ Θεῷ σὺ αἴτει θαυματουργέ, ἵνα ῥυσθῶμεν, τῆς αἰωνίου κολάσεως.

Ἔμπλησον ἡμῶν, τὰς καρδίας θείας χάριτος, θαυματουργὲ Ῥαδοσβυσδίου Ποιμήν, ἵνα ζωῆς εἰρήνης τύχωμεν Ὅσιε.

Λύτρωσαι ἡμᾶς, Ἱεράρχα παμμακάριστε, ἐκ πάσης νόσου καὶ πικρὰς θλίψεως, καὶ σούς ἱκέτας μετανοίας καταξίωσον.

Θεοτοκίον.
Ἴασαι Ἁγνή, τῶν παθῶν μου τήν ἀσθένειαν, ἐπισκοπῆς Σου ἀξιώσασα, καί τήν ὑγείαν, τῇ πρεσβείᾳ Σου παράσχου μοι.


ᾨδὴ στ΄. Τὴν δέησιν.
Προστάτην, ὡς ἀλόγων Ὅσιε, καὶ φρουρὸν τῶν Χριστιανῶν σὲ τιμῶμεν· τῶν πειρασμῶν γὰρ σκεδάζεις τὸν ὄχλον, καὶ δυσσεβῶν ἐκδιώκεις ἐπήῤῥειαν, καὶ δέομαι διὰ παντός, ἐκ φθορᾶς τῶν παθῶν μου διάσωσον.

Θανάτου, τοῦ αἰφνιδίου ῥῦσαί με, καὶ πασῶν τῶν συμφορῶν θεοφόρε· καταφυγὴ γὰρ ἡμῶν τῶν ἀλγούντων, καὶ ὁ λιμὴν ἀνεδείχθης ἀκύμαντος, καὶ δέομαι θαυματουργέ, ἐκ παντοίας ἀνάγκης με λύτρωσαι.

Ὡς τεῖχος, καταφυγῆς καλοῦμέν σε, Ὀρθοδόξων οἱ χοροὶ θεοφόρε, καὶ ἰατρὸν ἐν τοῖς νόσοις παμμάκαρ, σὲ ὀνομάζομεν Ὅσιε πάντιμε, καὶ δέομαί σου ἀγαθέ, τῶν παθῶν καὶ κινδύνων διάσωσον.

Θεοτοκίον.
Ἐν κλίνῃ, νῦν ἀσθενῶν κατάκειμαι, καί οὐκ ἔστιν ἴασις τῇ σαρκί μου· ἀλλ’ ἡ Θεόν καί Σωτῆρα τοῦ κόσμου, καί τόν Λυτῆρα τῶν νόσων κυήσασα, Σοῦ δέομαι τῆς Ἀγαθῆς, ἐκ φθορᾶς νοσημάτων ἀνάστησον.


Διάσωσον, ἀπὸ κινδύνων τοὺς πίστει σοι προσιόντας, ὅτι πάντες σεμνοπρεπῶς πρὸς σὲ ἀνακράζομεν, ὡς ἔχοντα πρὸς Θεὸν παῤῥησίαν.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.

Ἀντιλήπτωρ τῶν Χριστιανῶν ἀκαταίσχυντος, καὶ ἡμῶν τῶν πιστῶν σὺ φρουρὸς ὁ ἀκοίμητος, μὴ παρίδης Χριστιανῶν δεήσεων φωναῖς, ἀλλὰ σπεῦσον σὺ θαυματουργέ, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν θερμῶς ἐκβοώντων σοι, τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς θεραπείαν, ὡς ἀντιλήπτωρ τῶν πιστῶν, σὺ Παρθένιε μακάριε.


Προκείμενον.
Οἱ Ἱερεῖς Σου, Κύριε, ἐνδύσονται δικαιοσύνην καί οἱ Ὅσιοί Σου ἀγαλλιάσει ἀγαλλιάσονται.
Στ. Θαυμαστὸς ὁ Θεός ἐν τοῖς Ἁγίοις Αὐτοῦ.

Εὐαγγέλιον ἐκ τοῦ κατὰ Ἰωάννην (Κεφ. ι΄ 9 – 16).

Εἶπεν ὁ Κύριος· ἐγώ εἰμι ἡ θύρα• δι᾽ ἐμοῦ ἐάν τις εἰσέλθῃ σωθήσεται καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται καὶ νομὴν εὑρήσει. Ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ• ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσιν καὶ περισσὸν ἔχωσιν. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός• ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων• ὁ μισθωτὸς καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ ἔστιν τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησιν τὰ πρόβατα καὶ φεύγει καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει τὰ πρόβατα. Ὁ δὲ μισθωτὸς φεύγει, ὅτι μισθωτός ἐστιν καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν· καθὼς γινώσκει με ὁ Πατὴρ, κἀγὼ γινώσκω τὸν Πατέρα• καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης• κἀκεῖνα δεῖ με ἀγαγεῖν καὶ τῆς φωνῆς μου ἀκούσουσιν καὶ γενήσονται μία ποίμνη, εἷς ποιμήν.


Δόξα.
Ταῖς τοῦ Ἱεράρχου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.


Στιχ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Μεταβολή τῶν ἐν κινδύνοις, ἀπαλλαγὴ τῶν ἀλγουμένων, πανεύφημε Ἱεράρχα Κυρίου, σῶζε κτήνη καὶ λαόν, τῶν ἀδικουμένων ὁ προστάτης, ἐλευθερωτὴς τῶν αἱχμαλώτων, ἁπάντων Ὀρθοδόξων ἀρωγός.


ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ῥαθυμίας ἀμέτρου, καὶ δεινῆς ἀῤῥωστίας ταῖς ἱκεσίαις σου, Παρθένιε παμμάκαρ, προστρέχοντά σοι ῥῦσαι, τῇ σῇ σκέπῃ κραυγάζοντα· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Πειρασμῶν καὶ κινδύνων, καὶ ἀνάγκης καὶ θλίψεως ἐλευθέρωσον, ἐκ νόσου τοῦ καρκίνου, σὺ φύλαξον θεόφρον, τοὺς ἐν πίστει κραυγάζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ἐπηρείας παντοίας, καὶ δεινῶν ἀῤῥωστείας ῥῦσαι Παρθένιε, τοὺς πόθῳ τε καὶ πίστει, προστρέχοντάς σοι Πάτερ, καὶ θερμῶς ἀνακράζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.
Σωμάτων μαλακίας, καί ψυχῶν ἀῤῥωστίας, Θεογεννήτρια, τῶν πόθῳ προσιόντων, τῇ σκέπῃ Σου τῇ θείᾳ, θεραπεύειν ἀξίωσον, ἡ τόν Σωτῆρα Χριστόν, ἡμῖν ἀποτεκοῦσα.


ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τοὺς ἀσθενούντας, καὶ τοὺς ἐν ζάλαις τοῦ βίου, μὴ παρίδης Παρθένιε Πάτερ, ἀλλὰ ταῖς λιταῖς σου, γενοῦ μοι ἀντιλήπτωρ.

Τὰς ἐπιθέσεις, τοῦ ἀοράτου Βελίαρ, φυγαδεύεις πρεσβείαις σου μάκαρ, καὶ τοὺς ἐν ἀνάγκαις, κουφίζεις θεοφόρε.

Τὰς ἀσθενείας, σὺ τῶν πιστῶν ἰατρεύεις, καὶ ἀλόγων τὰς νόσους παμμάκαρ, δι’ ὅ σὲ ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.
Τῶν πειρασμῶν Σύ, τάς προσβολάς ἐκδιώκεις, καί παθῶν τάς ἐφόδους, Παρθένε· ὅθεν Σε ὑμνοῦμεν, εἰς πάντας τούς αἰῶνας.


ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Νοσούντων καὶ πλεόντων, καὶ τῶν ἐν κινδύνοις, φρουρὸς σοφὲ ἀνεδείχθης ἀκοίμητος, καὶ τῶν στενόντων ἐκ πόνων τὸ παραμύθιον.

Παθῶν μου τὴν μανίαν, νέκρωσον θεόφρον, καὶ τοῦ νοός μου τὴν ζάλην κατεύνασον, ἵνα ἀπαύστως δοξάζω σὲ τὸν μακάριον.

Πηγὴ τῶν ἰαμάτων, ὄντως ἀνεδείχθης, καὶ δωρημάτων κρουνὸς ὁ ἀκένωτος, δι’ ὅ σὺ πάντας θεόφρον σκέπε καὶ φύλαττε.

Θεοτοκίον.
Κακώσεως ἐν τόπῳ, τῷ τῆς ἀσθενείας, ταπεινωθέντα Παρθένε θεράπευσον, ἐξ ἀῤῥωστίας εἰς ῥῶσιν μετασκευάζουσα.


Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί  παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί  ἐνδοξοτέραν  ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν  ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα μεγαλυνάρια,
Χαίροις τῶν Ἀγράφων θεῖος βλαστός, καὶ Ῥαδοσβυσζίου, Ἀρχιθύτης ὁ ἐκλεκτός· χαίροις τῆς Δουσίκου, τὸ σέμνωμα καὶ δόξα, Ἀρχιερέων κλέος, Πάτερ Παρθένιε.

Χαίροις Θεσσαλίας θεῖος καρπός· χαίροις τῆς Ἠπείρου, ἀντιλήπτωρ καὶ ἀρωγός· χαίροις τῶν Ἀγράφων, θησαύρισμα τὸ νέον, πηγὴ τῶν ἰαμάτων, μάκαρ Παρθένιε.

Χαίροις ἀσθενούντων ὁ ἰατρός, καὶ τῶν ἐν ἀνάγκαις, καταφύγιον ἰσχυρόν, μάκαρ τῆς Ἠπείρου, ἀγλάϊσμα τὸ νέον, σὺ ὄντως ἀνεδείχθης, Πάτερ Παρθένιε.

Φύλαξον τοὺς δούλους σου θαυμαστέ, νόσου τοῦ καρκίνου, καὶ τῶν ἄλλων ἀσθενειῶν, τοὺς προσερχομένους, ἐν τῇ Μονῇ Δουσίκου, ἐν πόθῳ προσκυνῆσαι, θεῖά σου λείψανα.

Ψάλλουσι πανδήμως σεμνοπρεπῶς, μοναζόντων τάξεις, Ὀρθοδόξων τε οἱ χοροί, καὶ ἀνευφημοῦσι, σὲ Πάτερ Ἱεράρχα, τὸν ἄκακον Ποιμένα, μάκαρ Παρθένιε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.


Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Δεῦτε, Ἱερέων οἱ χοροί, καὶ Ἀρχιερέων οἱ δῆμοι, τῶν Ὀρθοδόξων πληθύς, ὕμνοις ἀνυμνήσωμεν τὸν Ἱεράρχην Χριστοῦ, Θεσσαλίας τὸ καύχημα, Ἠπείρου Ποιμένα, τῶν Ἀγράφων κλέϊσμα, Ῥαδοσβυσδίου φρουρόν· ὅθεν, ἱκετεύομεν μάκαρ, φύλαξον ἡμᾶς ταῖς λιταῖς σου, ἀπὸ πάσης Ἅγιε κακώσεως.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.


Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.

_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης