Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1758
https://www.proseyxi.com

Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον Καθολικής Ρόδου Empty Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον Καθολικής Ρόδου

Τρι Οκτ 08, 2019 9:35 am
Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον Καθολικής Ρόδου

Ποίημα του Σεβασμιωτάτου Μητροπολίτου Ρόδου Κυρίλλου
Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον Καθολικής Ρόδου Panagi37

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τά Τροπάρια.

Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τῇ Θεοτόκῳ οἱ πιστοὶ νῦν προσδράμωμεν, καὶ ἀγαλλώμενοι Αὐτῆς ἀσπασώμεθα, Εἰκόνα τὴν ὑπέρτιμον, βοῶντες ἐκ ψυχῆς• Δέσποινα ἐπίβλεψον, ἐφ᾿ ἡμᾶς ἀοράτως, τοὺς ὁμολογοῦντάς σε, εὐσεβῶς Θεοτόκον, καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, Καθολικὴ τῇ θερμῇ ἀντιλήψει Σου.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι• εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο, ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ• Σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.


Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα ὁ Κανὼν, οὗ ἡ ἀκροστιχίς ἐν τῷ δ´ Τροπαρίῳ ἑκάστης ᾨδῆς• Κυρίλλου.

ᾨδὴ α´. Ἦχος πλ. δ´. Ὑγρὰν διοδεύσας.

Παρθένε Μαρία Καθολική, τοὺς ἐν τῷ Ναῷ Σου, καταφεύγοντας εὐλαβῶς, ὡς Μήτηρ ἀμόλυντος τοῦ Κτίστου, τῆς θεαυγοῦς Σου ἀξίωσον χάριτος.

Ἑτοίμη ὡς πέλουσα βοηθός, τῶν προσερχομένων, τῇ Εἰκόνι Σου τῇ σεπτῇ, παθῶν ψυχοφθόρων τρικυμίας, Καθολικὴ Παντευλόγητε λύτρωσαι.

Πανάχραντε Μῆτερ Καθολική, τοὺς κατεστιγμένους, ἡμᾶς πλήθει ἁμαρτιῶν, ἴασαι φαρμάκῳ σωτηρίῳ, τῆς πρὸς Θεὸν εὐπροσδέκτου πρεσβείας Σου.

Κινδύνων ἐκλύτρωσαι χαλεπῶν, τῶν ἀσπαζομένων, τὴν Εἰκόνα Σου εὐσεβῶς, ἐν ᾗ ἀνεκφοίτητος Παρθένε, Καθολικὴ διαμένει ἡ χάρις Σου.


ᾨδὴ γ´. Οὐρανίας ἁψῖδος.
Ἡ Εἰκών Σου πηγάζει, Καθολικὴ Δέσποινα, ῥεῖθρα δαψιλῶς ἰαμάτων, τοῖς προσπελάζουσιν· ὅθεν αἰτοῦμέν Σε, ἀσθενειῶν τῶν κατ᾿ ἄμφω, καὶ ἡμᾶς ἀπάλλαξον, τοὺς εὐφημοῦντάς Σε.

Τοὺς ἐν βίου ἀνάγκαις, Καθολικὴ στένοντας, τὴν ἀναψυχὴν φιλευσπλάγχνως, Σὺ ἐπιβράβευσον, ἐκ τῆς Εἰκόνος Σου, τῶν μητρικῶν οἰκτιρμῶν Σου, φῶς αὐτοῖς τὸ ἄϋλον, ἐξανατέλλουσα.

Μητρικαῖς Σου πρεσβείαις, πρὸς τὸν Χριστὸν Ἄχραντε, σκέπε καὶ διάσῳζε πάντας, ἡμᾶς ἐκ θλίψεων• τῇ γὰρ Εἰκόνι Σου, Καθολικὴ Θεομῆτορ, εὐσεβῶς προσπίπτομεν, ὑμνολογοῦντές Σε.

Ὑπερεύχου Παρθένε, Καθολικὴ πάντοτε, τῶν καταφευγόντων τῇ θείᾳ, πιστῶς Εἰκόνι Σου, καὶ προσκυνούντων Σου, τὸν ἀνερμήνευτον τόκον, δι᾿ οὗ κόσμος σέσωσται, τῆς παραβάσεως.


Διάσωσον, Καθολικὴ Θεομῆτορ Εὐλογημένη, τοὺς τῇ Εἰκόνι Σου πίστει προστρέχοντας, ἀπὸ κινδύνων καὶ πάσης κακοπραγίας.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Αῖτησις καὶ τὸ Κάθισμα.
Ἦχος β´. Πρεσβεία θερμή.

Παρθένε Ἁγνή, Καθολικὴ Μητρόθεε, Εἰκόνι τῇ Σῇ, προσπίπτομεν οἱ ἄθλιοι, εὐλαβῶς βοῶντές Σοι• Παναγία Δέσποινα πρόφθασον, καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, ὑμνοῦντας τὸ πλῆθος τῶν θαυμάτων Σου.


ᾨδὴ δ´. Εἰσακήκοα Κύριε.
Εὐμενῆ ἡμῖν ἔργασαι, τὸν ἐκ Σοῦ ἀφράστως ἐνανθρωπήσαντα, μητρικαῖς Σου παρακλήσεσι, ὦ Καθολικὴ Θεοχαρίτωτε.

Φοβερᾶς προστασίας Σου, φώτισον τῇ αἴγλῃ τοὺς ἀτενίζοντας, τὴν μορφήν Σου τὴν ὑπέρλαμπρον, ὦ Καθολικὴ ἐν τῇ Εἰκόνι Σου.

Ἰδοὺ Μῆτερ προσπίπτομεν, πίστει τῇ Εἰκόνι Σου καὶ κραυγάζομεν• τὸν Υἱόν Σου ἡμῖν ἔργασαι, ὦ Καθολικὴ Ἁγνὴ εὐῒλατον.

Ῥώμην δίδου ἑκάστοτε, κατὰ τοῦ ἀλάστορος τοῖς φωνοῦσί Σου, εὐσεβῶς κλῆσιν τὴν πάντιμον, ὦ Καθολικὴ Θεομακάριστε.


ᾨδὴ ε´. Φώτισον ἡμᾶς.
Ἔμπλησον χαρᾶς, τὰς ψυχὰς τῶν ἐκβοώντων Σοι• χαῖρε Μῆτερ τοῦ Θεοῦ Καθολική, τῶν Ῥοδίων τὸ ἀκλόνητον προτείχισμα.

Ἴδε ἐφ᾿ ἡμᾶς, τοὺς ἐν ζάλῃ κινδυνεύοντας, μεριμνῶν βιοτικῶν Καθολική, καὶ διάσωσον ἡμᾶς ἐξ ἀπογνώσεως.

Τεῖχος ἀῤῥαγές, γενηθήτω ἡ πρεσβεία Σου, τοῖς ὑμνοῦσί Σε πιστῶς Καθολική, ὡς ἀνθρώπων ἀπροσμάχητον βοήθειαν.

Ἴασαι ψυχῶν, καὶ σωμάτων τὰ συντρίμματα, τῶν τιμώντων εὐλαβῶς Καθολική, τῆς μορφῆς Σου τὸ ἐξαίσιον ἐκτύπωμα.


ᾨδὴ στ´. Τὴν δέησιν ἐκχεῶ.
Τὴν δέησιν, ἐκ ψυχῆς προσάγομεν, τῇ Μητρί Σε τοῦ Ὑψίστου Παρθένε• ἀντιλαβοῦ οὖν ἡμῶν τῶν αἰτούντων, Καθολική Σε ἐν βίῳ ἀντίληψιν, καὶ λύτρωσαι ὡς Ἀγαθή, τοῦ ἐχθροῦ τῆς κακίας τοὺς δούλους Σου.

Ἐπάκουσον, τῆς θερμῆς δεήσεως, τῶν ἀθλίων οἰκετῶν Σου Μαρία, καὶ ἐκ κακῶν τὴν ζωὴν ἡμῶν ῥῦσαι, Καθολικὴ τῇ πολλῇ εὐσπλαγχνίᾳ Σου, ἐκ τῆς Εἰκόνος Σου ἡμῖν, τοῦ ἐλέους Σου ῥεῖθρα ἐκβλύζουσα.

Εἰρήνευσον, τὰς ψυχὰς τῶν δούλων Σου, κατευνάζουσα παθῶν τρικυμίας, ἐπισκοπῆς μητρικῆς Σου γαλήνη, Καθολικὴ Θεοτόκε Ἀπείρανδρε• Σὺ γὰρ Χριστὸν τὸν ἀρχηγόν, τῆς εἰρήνης ἀφράστως ἐκύησας.

Λυτρώσασθαι, ἐκτενῶς ἱκέτευε, τὸν ἐκ Σοῦ ὑπερφυῶς σαρκωθέντα, τοὺς προσιόντας ψυχῆς ταπεινώσει, Καθολικὴ τῇ ἁγίᾳ Εἰκόνι Σου, τῆς συνηθείας τῶν κακῶν, καὶ δουλείας Παρθένε τοῦ χείρονος.


Διάσωσον, Καθολικὴ Θεομῆτορ Εὐλογημένη, τοὺς τῇ Εἰκόνι Σου πίστει προστρέχοντας, ἀπὸ κινδύνων καὶ πάσης κακοπραγίας.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Αῖτησις καί τὸ Κοντάκιον.
Ἦχος β´. Τοῖς τῶν αἱμάτων Σου.

Τοὺς ἀπονέμοντας ὅλης ἐκ πίστεως, Καθολικὴ Θεοτόκε Πανύμνητε, τιμὴν τῇ πανσέπτῳ Εἰκόνι Σου, τῇ μητρικῇ εὐσπλαγχνίᾳ Σου λύτρωσαι, ἐχθροῦ ἀρχεκάκου τῆς μήνιδος.


Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός Σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στ. Ἄκουσον, Θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου.

Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. α´ 39-49, 56).

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριὰμ ἐπορεύθη εἰς τὴν Ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα˙ καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς˙ καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν˙ εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ˙ μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου, ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί˙ ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατὸς καὶ ἅγιον τὸ ὄνομα Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα.
Πάτερ, Λόγε, Πνεῦμα, Τριὰς ἡ ἐν Μονάδι, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Παναχράντου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.


Στιχ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Μῆτερ Ἀειπάρθενε, Καθολικὴ Θεοτόκε, τῇ σεπτῇ Εἰκόνι Σου, οἱ πιστοὶ προστρέχομεν, μετὰ πίστεως, καὶ ὑποκλίνοντες, ψυχῶν καὶ σωμάτων, οἱ ἀνάξιοι τὰ γόνατα, Σὲ μακαρίζομεν, τὴν εὐλογημένην Θεόπαιδα, καὶ αἴροντες ἱκέτιδας, χεῖρας ἐκ βαθέων κραυγάζομεν• ὄμματι εὐσπλάγχνῳ, ἐπίβλεψον Παρθένε ἐφ᾿ ἡμᾶς, καὶ ταῖς ψυχαῖς ἡμῶν δώρησον, τὴν εἰρήνην Ἄχραντε.


ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Μητρικῶν οἰκτιρμῶν Σου, δωρεὰς τὰς ἀΰλους, δίδου Παρθένε ἡμῖν, τοῖς ἐπικαλουμένοις, τὸ θεῖον ὄνομά Σου, καὶ Ναῷ ἐν ἁγίῳ Σου, ἀθροιζομένοις πιστῶς, Καθολικὴ Κυρία.

Θαυμαστῶς ὡραιώθη, τῶν θαυμάτων τῇ αἴγλῃ, ἡ εὐαγής Σου Εἰκών, ἐξ ἧς τῆς μητρικῆς Σου, Καθολικὴ ἀγάπης, τὴν ἡμέραν ἀνάτειλον, τοῖς ἐπὶ Σὲ ἀσφαλῶς, Παρθένε πεποιθόσιν.

Μυστικῇ εὐωδίᾳ, τῇ ἀεὶ προϊούσῃ, ἐκ τῆς Εἰκόνος τῆς Σῆς, ποικίλων ἁμαρτάδων, Καθολικὴ Παρθένε, τὸ δυσῶδες ἐκδίωξον, ἐκ τῶν ψυχῶν τῶν θερμῶς, Σὲ ἐπικαλουμένων.

Λογισμῶν ἐφαμάρτων, τῇ σφοδρᾷ τρικυμίᾳ, χειμαζομένους ἡμᾶς, διάσωσον ἐν τάχει, καὶ πρὸς δικαιοσύνης, τὸν λιμένα κατεύθυνον, Καθολικὴ μητρικῶν, εὐχῶν Σου πηδαλίῳ.


ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τῇ κυβερνήσει, τῆς μητρικῆς Σου εὐνοίας, καθοδήγει πρὸς τὴν κτῆσιν τῶν ἀρίστων, τοὺς Καθολική Σε, θερμῶς παρακαλοῦντας.

Ῥῶσιν παράσχου, Καθολικὴ καὶ ὑγείαν, τοῖς Ναῷ Σου τῷ πανσέπτῳ προσιοῦσι, καὶ ἀνευφημοῦσι, τὸν ἄσπορόν Σου τόκον.

Ὡς ἀντιλήπτωρ, Καθολικὴ Θεομῆτορ, τῶν καλούντων Σου τὴν κλῆσιν μετὰ δέους, αὐτοῖς Σαῖς πρεσβείαις, τὰ αἴσια χορήγει.

Ὄμβρισον πᾶσι, Καθολικὴ Θεοτόκε, τὴν οὐράνιον πηγὴν τῶν ἀγαθῶν Σου, τοῖς καταφιλοῦσι, τὴν θείαν Σου Εἰκόνα.


ᾨδὴ θ´. Κυρίως Θεοτόκον.
Συνήχθημεν προθύμως, πρὸ τῆς Σῆς Εἰκόνος, Καθολική καὶ θερμῶς ἱκετεύομεν• φρούρει ἡμᾶς ἐν τοῦ βίου, ταῖς περιστάσεσι.

Τὸ θεῖον ἔλεός Σου, μηδόλως ἀποστήσῃς, Καθολικὴ ἀφ᾿ ἡμῶν τῶν ὑμνούντων Σε, ἀλλὰ βοήθει καὶ σῷζε, πάντας ὡς Εὔσπλαγχνος.

Χαρᾶς καὶ εὐφροσύνης, πλήρωσον Παρθένε, Καθολικὴ τὰς καρδίας τῶν δούλων Σου, τῶν ἀνυμνούντων τὸ πλῆθος, τῶν θαυμασίων Σου.


Ὑπέραγνε Μαρία, Κεχαριτωμένη, Καθολικὴ Θεοτόκε τὴν ποίμνην Σου, ἐκ συμφορῶν ὀλεθρίων, σῷζε πρεσβείαις Σου.

Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί  παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί  ἐνδοξοτέραν  ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν  ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα μεγαλυνάρια,
Χαίροις Θεοτόκε Καθολικὴ, τῶν ἀπεγνωσμένων, γλυκυτάτη καταφυγή• χαίροις τοῦ λαοῦ Σου, ἁγία προστασία, καὶ καύχημα τῆς Ῥόδου, περιφανέστατον.

Δεῦτε καὶ προσπέσωμεν οἱ πιστοί, Εἰκόνι τῇ θείᾳ, τῆς Κυρίας Καθολικῆς• ἀπαύστως γὰρ βλύζει, τὰ ῥεῖθρα τῶν θαυμάτων, καὶ πάθη θεραπεύει, ψυχῆς καὶ σώματος.

Τήν τιμιωτέραν τῶν Χερουβίμ, καὶ ἐνδοξωτέραν, ἀσυγκρίτως τῶν Σεραφίμ, μακαρίζομέν Σε, Καθολικὴ Παρθένε, τὴν μητρικὴν στοργήν Σου, ἀπεκδεχόμενοι.

Ἔχοντες Εἰκόνα Σου τὴν σεπτήν, ὀχύρωμα θεῖον, καὶ προπύργιον ἀσφαλές, πάντες ὁμοφώνως, τῇ θαυμαστῇ Σου δόξῃ, Καθολικὴ Παρθένε, τὸν ὕμνον ᾄδομεν.

Ἵλεως Κυρία Καθολική, γενοῦ τοῖς τιμῶσι, τὴν Εἰκόνα Σου τὴν σεπτήν, ἔνθα καθορᾶται, ὑπέρκαλλος ἡ δόξα, τῆς ἱλαρᾶς μορφῆς Σου, Θεογεννήτρια.

Ῥῦσαι Παναγία Καθολική, θλίψεων παντοίων, καὶ κινδύνων παντοδαπῶν, τοὺς προσερχομένους, Ναῷ Σου ἐν ἁγίῳ, καὶ ἐπικαλουμένους, τὴν προστασίαν Σου.

Χείλη καθαγίασον καὶ ψυχάς, τῶν ἀσπαζομένων, τὴν Εἰκόνα Σου εὐλαβῶς, τὴν θαυμαστωθεῖσαν, Καθολικὴ Παρθένε, σημείοις ἐξαισίοις, καὶ ξένοις θαύμασι.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.


Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Δεῦτε ἀσπασώμεθα πιστῶς, χείλεσιν ὁμοῦ καὶ καρδίαις, τῆς Παναχράντου Μητρός, τὴν Εἰκόνα ἅπαντες, τὴν θαυματόβρυτον, καὶ αὐτῇ ἀνακράξωμεν, ἐν ὁμοφροσύνῃ• Δέσποινα ἐπάκουσον, κραυγῆς τῶν δούλων Σου, τῶν ἐν τῷ Ναῷ Σου ἑστώτων, καὶ ἐξαιτουμένων τὴν χάριν, ὦ Καθολικὴ τῆς προστασίας Σου.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.

Δίστιχον.

Κυρίλλῳ Ῥόδου τῷ οἰκτρῷ Ἐπισκόπῳ,
χορήγει χάριν Καθολικὴ Παρθένε.






Πηγή
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης