Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1658
https://www.proseyxi.com

Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Ευαγγελίστρια Σκίαθου Empty Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Ευαγγελίστρια Σκίαθου

Την / Το Τρι Αυγ 13, 2019 1:48 am
Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Ευαγγελίστρια Σκίαθου

Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Ευαγγελίστρια Σκίαθου Aaaa_a10

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.


Εἶτα τά Τροπάρια.

Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ σταυρῷ.

Εὐαγγελίστρια, σεμνή Θεοτόκε, δεῖξον ἡμῖν τήν ἀτραπόν σωτηρίας, Σέ πόθῳ μεγαλύνουσιν ὡς περιστεράν, ἄμωμον, παράδεισον, ἀκατάφλετον βάτον, πύλην θείαν, κάμινον, πόκον, τόμον, λαβίδα, στάμνον καί ῥάβδον, Μῆτερ, Ἀαρών, τήν παραδόξως, Χριστόν ἐκβλαστήσασαν.

Δόξα. Καί νῦν.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ· Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Σκιάθου κλέος Εὐαγγελίστρια σκέπε με. Χ.

ᾨδή α΄. Ἦχος πλ. δ΄. Ὑγράν διοδεύσας.

Σκιάθου διάκοσμε τιμαλφές, καί φύλαξ καί σκέπη, καί ἀντίληψις κραταιά, ἐπάκουσον Σοῦ τῶν δεομένων, Εὐαγγελίστρια, Νύμφη ἀνύμφευτε.

Κλεΐζουσα βίον ἡμῶν σαφῶς, τῇ Σῇ εὐλογίᾳ, προστασίᾳ καί προσευχῇ, μή πάυσῃ τούς σπεύδοντας μορφήν Σου, Εὐαγγελίστρια Μῆτερ ἀσπάσασθαι.

Ἱκάνωσον πάντας ἡμᾶς καλῶς, τό πέλαγος πλεῦσαι, καθ’ ἡμέραν τῶν μεριμνῶν, τῇ Σῇ ἀρρωγῇ, Θεογεννήτορ, Εὐαγγελίστρα, κόσμου κραταίωμα.

Ἀνάψυξον πάντας τούς ἐν αὐχμῷ, παθῶν καιομένους, οὐρανίῳ ἁγιασμῷ, Σῷ θείῳ, Σκιάθου αὔρα, Μῆτερ, Εὐαγγελίστρια, πάντας δροσίζουσα.

Θυμίαμα εὔοσμον, Μαριάμ, ἁγνείας, ὡς δῶρον, ἱκεσίας ἡμῶν θερμάς, προσάγαγε πρός τόν Ζωοδότην, Εὐαγγελίστρια, Τόκον τόν θεῖόν Σου.


ᾨδή γ΄. Οὐρανίας ἁψίδος.
Οὐρανόθεν Σοῖς δούλοις, Μῆτερ Θεοῦ, ὄμβριζε, ὑετόν ἀπείρου ἐλέους, Τόκου τοῦ θείου Σου, τοῖς προσκυνοῦσι πιστῶς, ἐν τῇ Σκιάθῳ Εἰκόνα, Σοῦ τήν χαριτόβτυτον, Εὐαγγελίστρια.

Ὑμνηπόλοις Σου πέμψον, Μῆτερ Θεοῦ, ἄφθονον, χάριν Σου τοῖς Σέ ἀνυμνοῦσιν, Εὐαγγελίστρια, καί προσκυνοῦσι τήν Σήν, ἐν τῇ Σκιάθῳ μορφήν Σου, ἀενάως χάριτας, πᾶσι τήν βλύζουσαν.

Καταφύγιον ὤφθη, ἡ Σή Μονή, Ἄχραντε, πάντων τῶν δεινῶς ποντουμένων, Εὐαγγελίστρια, ἥν Νήφων ὁ θαυμαστός, τῶν Κολλυβάδων Ὁσίων, ἐν Σκιάθῳ ἤγειρεν, Θεογεννήτρια.

Λάμψον φέγγος Υἱοῦ Σου, τοῖς ἐν σκιᾷ δούλοις Σου, Δέσποινα, κειμένοις ταχέως, Εὐαγγελίστρια, ἵνα Αὐτοῦ ἐν φωτί, περιπατῶμεν καί ἔργα, τοῦ φωτός, Πανύμνητε, ἐπεργαζόμεθα.


Ἐπίσταξον, Εὐαγγελίστρια Μῆτερ, ἡμῖν ῥανίδας τοῦ ἐλέους τοῦ Σοῦ Υἱοῦ, ἀεί τοῖς ὑμνοῦσι Σε, Σκιάθου ὡς σκέπην καί παραστάτιν.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, Πανυμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς τοῦ τό ἄλγος.

Αῖτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Φρουρέ τῆς Μονῆς, Σκιάθου φερωνύμου Σου, ἥν Νήφων σεπτός, Σῇ χάριτι ἐδόμησε, καί πιστῶν προσφύγιον, ἐπιβράβευσον Εὐαγγελίστρια, ἡμῖν χαράν καί σθένος καί ἰσχύν, τοῖς πόθῳ ψυχῆς Σε μεγαλύνουσι.


ᾨδή δ΄. Εἰσακόκοα Κύριε.
Ἐκ τοῦ ὕψους τῆς δόξης Σου, πάντοτε ἁγίαζε τούς τιμῶντας Σε, θαυμαστή Εὐαγγελίστρια, τῆς Σκιάθου φύλαξ ἀπροσμάχητε.

Οὐ παυόμεθα, Δέσποινα, ἀνυμνεῖν τό πλῆθος τῶν θαυμασίων Σου, καί μορφήν, Εὐαγγελίστρια, προσκυνεῖν πιστῶς τήν θαυματόβρυτον.

Στῦλε, Μῆτερ, ἁγνότητος, σωφρονεῖν, ἁγνεύειν καί ἐγκρατεύεσθαι, καταξίωσον τούς πρόσφυγας, χάριτος τῆς Σῆς, Εὐαγγελίστρια.

Ἐπηρείας τοῦ ὄφεως, ῥῦσαι τούς προστρέχοντας τῇ Εἰκόνι Σου, τῇ σεπτῇ, Εὐαγγελίστρια, Σκιαθίων στήριγμα ἀσάλευτον.


ᾨδή ε΄. Φώτισον ἡμᾶς.
Ὕψωσον τόν νοῦν, πρός ἐπάλξεις ἀγαθότητος, τῶν Σῶν δούλων καί κατάπαυσον ἡμῶν, τά ὁρμήματα σαρκός, Εὐαγγελίστρια.

Αὔξησον ἡμῶν,  θεῖον ζῆλον καί χαμαίζηλα, πάθη νέκρωσον θερμῶν Σου οἰκετῶν, Σκιαθίων ἀρωγέ, Εὐαγγελίστρια.

Γνῶναι Σοῦ Υἱοῦ, τά ἐντάλματα ἀξίωσον, τά σωτήρια, Μητέρα ὡς Θεοῦ, τούς τιμῶντάς Σε ἀεί, Εὐαγγελίστρια.

Γῆθεν πρός νομάς, ἀφθαρτότητος ὁδήγησον, ὡς ἰθύντειρα τοῦ κόσμου ἀπλανής, ὑμνητάς Σου τούς θερμούς, Εὐαγγελίστρια.


ᾨδή στ΄. Τήν δέησιν ἐκχεῶ.
Ἐπάκουσον, νῦν τῶν δεομένων Σου, καί παράσχου τά αἰτήματα, Μῆτερ, Εὐαγγελίστρια, σκέπη τοῦ κόσμου, καί Σκιαθίων φρουρέ καί ὑπέρμαχε, τῶν προσκυνούντων ἐν χαρᾷ, Σήν μορφήν ἐν Σκιάθου τοῖς ἄλσεσι.

Λιμένα με, βίου πρός ἀχείμαστον, καί πρός εὔδιον κατεύθυνον ὅρμον, τόν καταφεύγοντα εἰς τήν Μονήν Σου, ἥν ἐν Σκιάθῳ ὁ Νήφων ἐδόμησεν, ὁ Κολλυβᾶς, Μῆτερ Θεοῦ, νήσου Χίου τό ἄνθος τό εὔοσμον.

Ἰάματα, κρουνηδόν ἑκάστοτε, βρύει χάρις Σου σεπτή ἐν Σκιάθῳ, Εὐαγγελίστρια, τοῖς προσιοῦσιν, αὐτῇ πιστῶς, ὡς πολύῤῥυτος χείμαρος, πηγάζων ἐκ πηγῆς ζωῆς, ἀκενώτου, Υἱοῦ τοῦ πανσέπτου Σου.

Σωφρόνως με, εὐλαβῶς, Μητρόθεε, καί δικαίως τήν ὁδόν διανύειν, παρόντος βίου ἀξίωσον πάντας, Εὐαγγελίστρια, τούς προσιόντας Σοι, καί μέλπειν Νήφωνος σεπτοῦ, πόνους, τοῦ τήν Σήν Μάνδραν δομήσαντος.


Ἐπίσταξον, Εὐαγγελίστρια Μῆτερ, ἡμῖν ῥανίδας τοῦ ἐλέους τοῦ Σοῦ Υἱοῦ, ἀεί τοῖς ὑμνοῦσι Σε, Σκιάθου ὡς σκέπην καί προστασίαν.

Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικήν παῤῥησίαν.


Αῖτησις καί τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων Σου.

Τούς καταφεύγοντας σκέπῃ τῇ θείᾳ Σου, Εὐαγγελίστρια, ῥύου στενώσεων, καί καθαγίαζε ἔργα, Μητρόθεε, Σκιάθου φύλαξ καί γέρας καί καύχημα, Ὁσίου Νήφωνος τό ἀγαλλίαμα.

Προκείμενον
Μνησθήσομαι τοῦ ὀνόματός Σου, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στ. Τὸ πρόσωπόν Σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.

Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν (α´ 39-49, 56).

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη εἰς τὴν Ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα· καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου, καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς· καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ, καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ, καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου, ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα.
Εὐαγγελιστρίας πρεσβείαις, Ελεῆμον, ἐξάλειψον τἀ πλήθη τῶν εμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ελεῆμον, ἐξάλειψον τἀ πλήθη τῶν εμῶν ἐγκλημάτων.

Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Παρθενίας σκήνωμα, Εὐαγγελίστρια Κόρη, Γαβριήλ ἀκούσασα, τῆς φωνῆς τήν κάραν Σου, λόγοις ἔκλινας, τοῖς αὐτοῦ, Πάνσεμνε, καί ἐν τῇ γαστρί Σου, τόν Θεάνθρωπον συνέλαβες, βροτῶν θεώσαντα, γένος, ὑπερύμνητε Δέσποινα, Σκιάθου μέγα σέμνωμα, καί τῶν εὐσεβῶν ἀγαλλίαμα, τῇ ἐναθρωπήσει, Αὐτοῦ τοῦ πᾶσι νέμοντος ἡμῖν, Σέ ἀκλινῶς μακαρίζουσι, ἄμφων τήν ὑγίειαν.


ᾨδή ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τῆς Σκιάθου προστάτις, καί φρουρός καί ἀκέστορ, Εὐαγγελίστρια, ὁ γλυκασμός τῶν Ἀγγέλων, καί πάντων τῶν μερόπων, ἡ ἑτοίμη ἀντίληψις, ῥύου ἡμᾶς συμφορῶν, καί ἀνιάτων νόσων.

Ῥαντισμῷ συμπαθείας, καί ἀγάπης Σου, Μῆτερ, Εὐαγγελίστρια, ἁγίαζε Σούς δούλους, τούς πίστει ἐν Σκιάθῳ, προσκυνοῦντας Σόν ἔκτυπον, καί ἀνυμνοῦντας θερμῶς, τήν Σήν ἐπιστασίαν.

Ἱλασμόν ἡμῖν αἴτει, Σκιαθίων προστάτις, τοῖς μεγαλύνουσι, πληθύν Σῶν θαυμασίων, εἰς πάντας τούς αἰῶνας, Μῆτερ Εὐαγγελίστρια, τῶν θλιβομένων χαρά, καί στηριγμός καμνόντων.

Ἀδιάσειστε στῦλε, συμπαθείας πρός πέλας, Εὐαγγελίστρια, τοῦ Νήφωνος πρεσβείων καί πάντων Κολλυβάδων, ἱκεσίαις εἰρήνευε, τόν βίον τῶν εὐλαβῶς, Σέ ἀνυμνολογούντων.


ᾨδή η΄. Τόν Βασιλέα.
Σῇ παῤῥησίᾳ, τῇ μητρικῇ, Θεοτόκε, καταφεύγοντες κράζομεν πόθῳ, Σκιαθίων πάντων, φρουρός καί φύλαξ πέλεις.

Καλῶς τήν τρίβον, Εὐαγγελίστρια Μῆτερ, καταξίωσον βίου ἀνύειν, τούς ἀσπαζομένους, τήν πάνσεμνον μορφήν Σου.

Εὐλογημένη, Εὐαγγελίστρια, πλῆσον, ἀρετῶν εὐωδίας Σούς δούλους, τούς ἐν τῇ Σκιάθῳ, πιστῶς Σε προσκυνοῦντας.

Πορείαν δεῖξον, Εὐαγγελίστρια, πᾶσι, τοῖς τοῦ βίου κεκοπιακόσι, τήν οὐρανοδρόμον, ἁγνή Θεογεννήτορ.


ᾨδή θ΄. Κυρίως Θεοτόκον.
Ἐν τοῖς δρυμοῖς Σκιάθου, τοῖς ἀσπαζομένοις, Εὐαγγελίστρια, χάριν τήν θείαν Σου, τῆς εὐωδίας Σου πλῆσον Σῆς ἀντιλήψεως.

Μή παύσῃ οὐρανόθεν, ῥύουσα κινδύνων, Εὐαγγελίστρια, τούς καταφεύγοντας, καί συμφορῶν κατωδύνων τῇ ἀντιλήψει Σου.

Ἐπόμβριζε Υἱοῦ Σου. ὑετόν ἐλέους, ὡς ὀμβροτόκος νεφέλη, τοῖς δούλοις Σου, Εὐαγγελίστρια, ὕμνοις Σε μεγαλύνουσι.

Χαρά τῶν Σκιαθίων, καί φρουρέ καί σκέπη, Εὐαγγελίστρια, λύπης ἀφάνισον, ἀχλύν ἐκ πάντων σπευδόντων τῇ ἀντιλήψει Σου.



Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαῖρε, θείου Νήφωνος χαρμονή· χαῖρε Σκιαθίων, ἀντιλῆπτορ καί ἀρωγέ· χαῖρε χριστωνύμων ἑτοίμη προστασία, Κυρία Θεοτόκε, Εὐαγγελίστρια.

Πάντας προσκυνοῦντας πανευλαβῶς, Σήν σεπτήν Εἰκόνα, ἐν Σκιάθου τερπνοῖς δρυμοῖς, ῥύου κατωδύνων στενώσεων, Παρθένε, καί συμφορῶν παντοίων, Εὐαγγελίστρια.

Χαῖρε τῆς Σκιάθου ὁ θησαυρός· χαῖρε Κολλυβάδων, ἐξαιρέτως ὁ γλυκασμός· χαῖρε τῶν προσφύγων τῆς χάριτός Σου σκέπη, καί ταχινή προστάτις, Εὐαγγελίστρια.

Καί τῶν κάτωθι Ἁγίων, ὧν λείψανα ἐναπόκεινται εἰς τήν Ἱεράν Μονήν.
Τοῦ Ὁσίου Νήφωνος τοῦ Κτίτορος.

Πύργος εὐσεβείας νεοπαγής, καί φανός σοφίας, τῆς ἐνθέου νεολαμπής, ὤφθης Νήφων μάκαρ, ἡσυχαστῶν λαμπρότης, καί ἀγωγῆς ἀρίστης, στῦλε νεόφωτε.

Τοῦ ἁγ. Μακαρίου ἀρχιεπ. Κορίνθου, τοῦ Νοταρᾶ.
Χαίροις τῶν μακάρων ἀνδρῶν σφραγίς· χαίροις τῶν δογμάτων, τῶν πατρώων ἡ κορυφή· χαίροις τῆς Κορίνθου σεπτέ ἱεροφάντωρ, Μακάριε, Πατέρων νέων ἀπάυγασμα.

Τῆς Ὁσίας Ματρώνης τῆς Χιοπολίτιδος.
Τήν Χιοπολίτιδα ἐν ᾠδαῖς, μέλψωμεν Ματρῶναν, μελιῤῥύτοις και ἱεροῖς, ὡς Χριστοῦ ἀμνάδων, καλλώπισμα καί σκεῦος, παντοδαπῶν θαυμάτων, ὄντως χρυσότευκτον.

Τοῦ ἁγ. Νεομάρτυρος Δημητρίου τοῦ Πελοποννησίου.
Ῥόδον τῆς Θεισόας ἡδυτερπές, ἤνθησας ἀρτίως, ἐν Τριπόλει καί ταῖς ὀδμαῖς, σοῦ τοῦ μαρτυρίου, κατηύφρανας χορείας, Χριστόν τῶν δοξαζόντων, Μάρτυς Δημήτριε.

Τῆς Ὁσίας Θεοκτίστης τῆς ἐν Πάρῳ.
Τήν προσκαρτεροῦσαν ἐν τῶ ναῷ, τῆς Ἀειπαρθένου, ἐν τῇ Πάρῳ πανευλαβῶς, Θεοκτίστην πάνυ, ἐκ Λέσβου ὁρμωμένην, ὡς ἐγκρατείας στῦλον, ἀνευφημήσωμεν.

Τοῦ Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου.
Χείμαῤῥος χρυσόῥειθρος καί κοιλάς, χρυσοφόρος πέλεις, Ἰωάννη στόμα χρυσοῦν, θησαυρούς δογμάτων, καί λόγων θησαυρίσας, ἡμῖν τοῖς σέ τιμῶσι, στῦλον ὡς πίστεως.

Τοῦ ἁγ. Νεομάρτυρος Κωνσταντίνου τοῦ Ὑδραίου.
Χαίροις ὁ τῆς Ὕδρας λαμπρός βλαστός· χαίροις ὁ τῆς Ῥόδου, πολυτίμητος θησαυρός· χαίροις ὁ φαιδρύνας, τοῖς ὄμβροις σῶν αἱμάτων, τήν πίστιν, Κωνσταντῖνε, τοῦ Παντοκράτορος.

Τοῦ ἁγ. Μεγαλομάρτυρος Θεοδώρου τοῦ Στρατηλάτου.
Στρατηλάτα μέγιστε τοῦ Χριστοῦ, ὁ τάς παρατάξεις, τροπωσάμενος τοῦ ἐχθροῦ, τιμαλφές δοχεῖον, φωτός ἐπουρανίου, Θεόδωρε, ἐκφαίνεις, χάριν θεόσδοτον.

Τοῦ Ὁσίου Νήφωνος Πατριάρχου ΚΠόλεως.
Στῦλος ἀπερίτρεπτος ἀρετῶν, ταπεινοφροσύνης, ἐνδιαίτημα ἱερόν, τῆς Μονῆς Προδρόμου, θησαύρισμα ἐδείχθης, φωστήρ τῆς Ἐκκλησίας, Νήφων τρισόλβιε.

Τῆς ἁγ. Ὁσιομάρτυρος Παρασκευῆς.
Τῶν φρικτῶν βασάνων σου τάς πληγάς, λέβητος τήν πεῖραν, τοῦ αὐχένος σου ἐκκοπήν, ἤνεγκας ὡς δῶρον, σῷ ποθεινῷ Νυμφίῳ, Παρασκευή θαυμάτων, βρύσις ἀείῤῥοε.

Τοῦ ἁγ. Μεγαλομάρτυρος Παντελεήμονος τοῦ Ἰαματικοῦ.

Ὑπέρ τοῦ Κυρίου σφαγιασθείς, καί ἀφθίτου δόξης, ἐν τῷ πόλῳ ἀξιωθείς, χορηγεῖς ἰάσεις, παντοίας τοῖς ἱκέταις, τοῖς σοῖς, Παντελεῆμον, Μάρτυς πανεύφημε.

Τοῦ ἁγ. Μάρτυρος Τρύφωνος.
Ἔρωτι τῷ θείῳ καί ἀκλινεῖ, πίστει καί ἀνδρείᾳ, ὥσπερ ἥλιος ἐπί γῆς, ἔλαμψας καί πόνους, ὑπενεγκών ἀσμένως, ἐν τῷ σταδίῳ ὤφθης, Τρύφων, ἀήττητος.

Τοῦ Ὁσίου Εὐθυμίου τοῦ Μεγάλου.
Ὀρθοδόξων ἤδυσμα καί κανών, μοναζόντων ὤφθης, ὁ Φαράν τε καί τήν Ζηφών, Λαύραν εὐθυμήσας, σοῖς θεαρέστοις λόγοις, Εὐθύμιε, σοφίας, στῦλε πυρίμορφε.

Τῶν ἁγ. Ἀναργύρων Κοσμᾶ καί Δαμιανοῦ τῶν Ῥωμαίων.
Πᾶσαν θεραπεύοντες τῶν πιστῶν, νόσον ἀναργύρως, ἐδοξάσατε τόν Χριστόν· ὅθεν ἐν τῇ Ῥώμῃ, Δαμιανέ γενναῖε, σύν τῷ Κοσμᾷ, τῶν λίθων, πεῖραν ἐγεύθητε.

Τῶν ἁγ. Παρθενομαρτύρων Μηνοδώρας, Μητροδώρας καί Νυμφοδώρας.
Χαίροις Μηνοδώρα πανευσεβές· χαίροις Μητροδώρα, καλλιπάρθενε και σεμνή· χαίροις Νυμφοδώρα, τῆς χάριτος δοχεῖον· τριάς κλεινῶν Μαρτύρων, ἀξιοθαύμαστε.

Τοῦ ἁγ. Νεομάρτυρος Θεοδώρου τοῦ Βυζαντίου.
Βυζαντίου μέλψωμεν τόν βλαστόν, τόν ἐν Μυτιλήνῃ, ἐναθλήσαντα εὐσθενῶς, οὗ τό θεῖον σκῆνος, τηρεῖ εἰς τούς αἰῶνας, ἀλώβητον ὁ Κτίστης, θεῖον Θεόδωρον.

Τοῦ ἁγ. Νεομάρτυρος Θεοδώρου τοῦ Μυτιληναίου.
Χαίροις Μυτιλήνης τό νεαυγές, ἄστρον, τό φωτίσαν, τῆς ἀγχόνης σου ἀστραπαῖς, εὐσεβῶν χορείαις, ἐν τοῖς ἐσχάτοις χρόνοις, Νεομαρτύρων γένος, μάκαρ Θεόδωρε.

Τοῦ Ὁσίου Ἰωάννου τοῦ Ἐρημίτου.
Χαίροις ὁ τοῖς βέλεσι θηρευτῶν, ἐν Ἀκρωτηρίῳ, Κρήτης ἄντρῳ καθάπερ θήρ, τοξευθείς ἀδίκως, τρισμάκαρ Ἰωάννη, Ἐρημιτῶν, Ὁσίων, ἔμπνουν θησαύρισμα.

Τοῦ ἁγ. Νεομάρτυρος Γεωργίου τοῦ ἐν Νέᾳ Ἐφέσῳ.
Ὅνπερ ἀπηρνήσω ἐν μέθῃ ὤν, Ἰησοῦν, ἐκθύμως, ὡμολόγησας, Ἀθλητά, τῆς Ἐφέσου γόνε, ἐν χρόνοις τοῖς ἐσχάτοις, καί εὐθαρσῶς αὐχένος, τμῆσιν ὑπήνεγκας.

Τοῦ ἁγ. Ἱερομάρτυρος Πολυκάρπου ἐπ. Σμύρνης.
Τόν τελειωθέντα ἐν τῷ πυρί, Σμύρνης Ἱεράρχην, Ἰωάννου τόν μαθητήν, τοῦ Ἡγαπημένου, τιμήσωμεν προφρόνως, ψαλμοῖς καί ὑμνωδίαις, θεῖον Πολύκαρπον.

Τοῦ ἁγ. Νεομάρτυρος Πολυδώρου τοῦ Κυπρίου.
Νήσου τῶν Ἁγίων σεπτόν βλαστόν, Κύπρου ἐναλίας, καί τῆς πίστεως θησαυρόν, τόν αἰωρηθέντα, ἀγχόνῃ ἐν Ἐφέσῳ, Πολύδωρον, τόν νέον, Μάρτυρα μέλψωμεν.

Τοῦ ἁγ. Ἱερομάρτυρος Χαραλάμπους.
Στῦλε οὐρανόμηκες ἀρετῆς, εὐψυχίας βάθρον, καί φρονήσεως ἀκρεμών, Ἱερομαρτύρων, Χαράλαμπες, φαιδρότης, καί θαυμασίων ὄλβε, χαῖρε ἀτίμητε.

Τοῦ ἁγ. Μεγαλομάρτυρος Ἰακώβου τοῦ Πέρσου.
Τόν  Μεγαλομάρτυρα τοῦ Χριστοῦ, μεληδόν τμηθέντα, τό σαρκίον καί κεφαλήν, μέλψωμεν ἐκθύμως, Ἰάκωβον τόν πάνυ, Περσίδος θεῖον γόνον, τόν καρτερόψυχον.

Τῆς Εὐαγγελιστρίας.
Λυπηρῶν ἀφάνισον τήν ἀχλύν, φέγγει πρεσβειῶν Σου, καί λιτῶν Σου ταῖς ἀστραπαῖς, πρός τόν Φωτοδότην, Υἱόν μονογενῆ Σου, ἀστραπηβόλε Μῆτερ, Εὐαγγελίστρια.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.


Τό  Τρισάγιον  
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τόν συνάναρχον Λόγον.
Ὑπερύμνητε Κόρη, Εὑαγγελίστρια, εἰς τό σεπτόν Σου σεμνεῖον, τό δομηθέν εὐλαβῶς, ἐν Σκιάθου ὑπό Νήφωνος τοῖς ἄλσεσι, σπεύδοντες χάριτος τῆς Σῆς, ἐμπιμπλάμεθα, Σεμνή, δυνάμεως καί  ἰσχύος, εὐαρεστῆσαι Υἱῷ Σου, ἔργοις καί λόγοις, τῷ Παντάνακτι.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Πλῆσον ἀενάου χαρμονῆς, τάς ψυχάς τῶν Σοί προστρεχόντων, τῶν λυπηρῶν τήν ἀχλύν, τάχος διαλύουσα, Εὐαγγελίστρια, καί Σούς δούλους εὐθύμησον, τούς ἐν ἀθυμίᾳ, στένοντας, Μητρόθεε, χαρά πανάῤῥητη, πάντων Σκιαθίων, Παρθένε, Κεχαριτωμένη Μαρία, λύπην τῶν βροτῶν ἡ ἀφανίσασα.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.

Δίστιχον.

Ἄγγελον φύλαττε, Εὐαγγελίστρια,
σύν  Σκιάθῳ πάσῃ βοᾷ Χαραλάμπης.

_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης