Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1758
https://www.proseyxi.com

Παρακλητικός Κανών εις τον Χορόν των Αγίων Νηπίων των Αναιρεθέντων υπο Βασιλέως Ηρώδου εν Βηθλεέμ της Ιουδαίας Empty Παρακλητικός Κανών εις τον Χορόν των Αγίων Νηπίων των Αναιρεθέντων υπο Βασιλέως Ηρώδου εν Βηθλεέμ της Ιουδαίας

Παρ Αυγ 09, 2019 12:05 pm
Παρακλητικός Κανών εις τον Χορόν των Αγίων Νηπίων των Αναιρεθέντων υπο Βασιλέως Ηρώδου εν Βηθλεέμ της Ιουδαίας

Ποίημα Γερασίμου μοναχού Μικραγιαννανίτου
Παρακλητικός Κανών εις τον Χορόν των Αγίων Νηπίων των Αναιρεθέντων υπο Βασιλέως Ηρώδου εν Βηθλεέμ της Ιουδαίας Nipia11

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τά Τροπάρια.

Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τὰς τῶν Ἁγίων Σου Νηπίων πρεσβείαις, τῶν ὡς θυσίαν λογικὴν προσαχθέντων, τῷ ἐκ Παρθένου τόκῳ Σου Φιλάνθρωπε, λύτρωσαι τοὺς δούλους Σου, πολυτρόπων κινδύνων, δίδου δὲ Σωτὴρ ἡμῶν, ὀφλημάτων τὴν λύσιν, καὶ Βασιλείας τῆς τῶν Οὐρανῶν, ἡμᾶς ἀξίωσον, Δέσποτα Κύριε.

Θεοτοκίον.
Οὐ σιωπήσομεν πότε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἷ ἀνάξιοι· εἰ μὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα ἐκ Σοῦ· Σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Ὁ Κανών, οὗ  ἡ  ἀκροστιχίς:
Λιταῖς  Νηπίων Σωτήρ με  σῶσον. Γερασίμου.

ᾨδὴ α´. Ἦχος πλ. δ´. Ὑγρὰν διοδεύσας.

Λαμπόμενος φέγγει τῷ νοητῷ, Χριστοῦ τοῦ Σωτῆρος, τῶν Νηπίων θεῖος χορός, λύσατε παθῶν ἡμῶν τὸν ζόφον, ταῖς φωτοφόροις ὑμῶν παρακλήσεσιν.

Ἰσχύϊ νευρούμενοι θεϊκῇ, οἱ ἄκακοι Παῖδες, τοῦ Ἡρώδου τὴν χαλεπήν, ᾔσχυναν κακίαν καὶ αἰτοῦνται, παρὰ Κυρίου ἡμῖν θεῖον ἔλεος.

Τὴν ἄκακον φύσιν τῶν νεογνῶν, ἐδέξω Οἰκτίρμον, ὥσπερ ἄμωμον προσφοράν, ἀδίκως σφαγέντων παρ᾿ Ἡρώδου, δι᾿ ὧν γενοῦ καὶ ἡμῖν Σῶτερ ἵλεως.

Θεοτοκίον.
Ἁγία Παρθένε Μῆτερ Θεοῦ, Ἀγγέλων ἡ δόξα, καὶ ἀνθρώπων καταφυγή, δίδου μετανοίας ἀφορμάς μοι, ἵνα ῥυσθῶ τῶν παγίδων τοῦ ὄφεως.


ᾨδὴ γ´. Οὐρανίας ἁψῖδος.
Ἱερώτατος δῆμος, νεοσφαγῆ θύματα, οἷα Νεομάρτυρες θεῖοι, Σοὶ προσηνέχθησαν, Σῶτερ Φιλάνθρωπε, ὧν ταῖς λιταῖς ἡμῖν πᾶσι, δίδου τὰ ἐλέη Σου, τοῖς Σοὶ λατρεύουσι.

Συντριβεὶς τῇ ἀπάτῃ, τοῦ δυσμενοῦς δράκοντος, Νήπια ἁγνὰ καταφεύγω ὑμῶν τῇ χάριτι, ὡς ἂν ῥυσθῶ τῆς φθορᾶς, ὑμῶν θερμαῖς ἱκεσίαις, πρὸς τὸν προσδεξάμενον, ὑμῶν τὰ αἵματα.

Νηπιόφρονα γνώμην, νοΐ σαθρῷ ἔσχηκα, καὶ ἀπεμακρύνθην Κυρίου, πράττων τὰ ἄτοπα· Νήπια ἄμωμα, δότε μοι φρόνησιν θείαν, ὡς ἂν τῷ θελήματι, Θεοῦ πορεύσωμαι.

Θεοτοκίον.
Ἡ Θεόν τετοκυῖα δίχα φθορᾶς Ἄχραντε, καὶ μετὰ τὸν ἄσπορον τόκον, παρθένος μείνασα, ῥῦσαί με Δέσποινα, φθοροποιῶν νοημάτων, καὶ τὸν νοῦν μου πλήρωσον, θείας φρονήσεως.


Διάσωσον, ταῖς τῶν ἀκάκων Νηπίων λιταῖς Οἰκτίρμον, τῆς κακίας τοῦ παλαιοῦ πολεμήτορος, τοὺς ἐκζητοῦντας, τὸ ἄμετρον ἔλεός Σου.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν  χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι, τῆς ψυχῆς μου τὸ ἄλγος.


Αῖτησις καὶ τὸ Κάθισμα.
Ἦχος β´. Πρεσβεία θερμή.

Νηπίων πληθύς, Ἁγίων πολυάριθμε, Χριστὸν τὸν Θεόν, τὸν ἐν ἐλέει πλούσιον, διὰ παντὸς πρεσβεύετε, διδόναι ἡμῖν παθῶν λύτρωσιν, καὶ Βασιλείας τῆς τῶν Οὐρανῶν, τυχεῖν τοὺς ὑμᾶς θερμῶς γεραίροντας.


ᾨδὴ δ´. Εἰσακήκοα Κύριε.
Πληθὺς θεία, προσήχθη Σοι, τῶν ἀπειροκάκων Νηπίων Κύριε, ὧν τὰ αἵματα δεξάμενος, καθαρὸν ἡμᾶς πάσης μολύνσεως.

Ἰσχὺν θείαν λαμβάνομεν, μέλποντες ἐν πίστει ὑμῶν τὴν ἄθλησιν, ἡλικία νηπιάζουσα, ἢν ὑπὲρ Κυρίου ὑπεμείνατε.

Ὥσπερ ῥόδα νεόδρεπτα, Νήπια ἁγνὰ ἡμῖν διαπνέετε, τὴν ὀσμὴν τῆς θείας χάριτος, δυσωδίαν πᾶσαν ἀπελαύνουσαν.

Θεοτοκίον.
Νεκρωθέντα με πάθεσιν, ἐγεῖρον Παρθένε τῇ Σῇ χρηστότητι, καὶ μετάνοιαν μοι δώρησαι, κἂν ἐν γήρᾳ Δέσποινα καὶ σῶσόν με.


ᾨδὴ ε´. Φώτισον ἡμᾶς.
Σθένωσον ἡμῶν, τὴν διάνοιαν Φιλάνθρωπε, τῶν Ἁγίων Σου Νηπίων ταῖς λιταῖς, τῶν σφαγέντων παρ᾿ Ἡρώδου τοῦ παράφρονος.

Ὥσπερ προσφοραί, τῷ τεχθέντι οἷα νήπιον, προσηνέχθητε ὦ Νήπια ἁγνά, ἐξαιτοῦντα ἡμῖν πᾶσι τὰ σωτήρια.

Τίμιος ὑμῶν, ἀληθῶς ὤφθη ὁ θάνατος, ἐναντίον τοῦ Παντάνακτος Χριστοῦ, ἀπειρόκακε χορεία νηπιάζουσα.

Θεοτοκίον.
Ηὔγασας ἡμῖν, φῶς ἀνέσπερον τῷ τόκῳ Σου, Θεοτόκε· διὸ σκέδασον κἀμοῦ, τὴν ὁμίχλην τῶν παθῶν τῇ φωταυγείᾳ Σου.


ᾨδὴ στ´. Τὴν δέησιν ἐκχεῶ.
Ῥευμάτων, ὑμῶν αἱμάτων τοῖς ῥείθροις, ἀπειρόκακοι καὶ Ἅγιοι Παῖδες, ἡ τοῦ πανώλους Ἡρώδου μανία, κατεποντίσθη εἰς τέλος καὶ ὤφθησαν, τῇ Ἐκκλησίᾳ τοῦ Χριστοῦ, δροσισμὸς ἀφθαρσίας καὶ χάριτος.

Μαρτύρων, ὡς συνημμένοι τοῖς δήμοις, ἀπειρόκακοι καὶ Ἅγιοι Παῖδες, διὰ παντὸς σὺν αὐτοῖς δυσωπεῖτε, ὑπὲρ ἡμῶν τὸν φιλάνθρωπον Κύριον, ὡς ἂν πταισμάτων ἱλασμόν, καὶ παθῶν ἀπολύτρωσιν εὕρωμεν.

Ἐν κόλποις, τοῦ Ἀβραὰμ αἰωνίως, ἀγαλλόμενοι μακάριοι Παῖδες, καὶ φωτισμοῦ ἐντρυφῶντες ἀΰλου, ἐκ σκοτασμοῦ παθημάτων λυτρώσασθε, τοὺς μακαρίζοντας ὑμᾶς, ὡς Κυρίου νεόθυτα θύματα.

Θεοτοκίον.
Σωτῆρα, καὶ λυτρωτὴν τετοκυῖα, τῶν ἀνθρώπων Ἀειπάρθενε Κόρη, τὸν Ποιητὴν τῶν ἁπάντων καὶ Κτίστην, τῆς κακουργίας τοῦ ὄφεως ῥῦσαί με, καὶ σῶσόν με ὡς συμπαθής, τῆς δεινῶς τυραννούσης μὲ ἕξεως.


Διάσωσον, ταῖς τῶν ἀκάκων Νηπίων λιταῖς Οἰκτίρμον, τῆς κακίας τοῦ παλαιοῦ πολεμήτορος, τοὺς ἐκζητοῦντας, τὸ ἄμετρον ἔλεός Σου.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Αῖτησις καί τὸ Κοντάκιον.
Ἦχος β´. Ταῖς τῶν αἱμάτων σου.

Ὥσπερ νεόθυτοι ἄρνες ἐτύθητε, τῷ ἐκ Παρθένου τεχθέντι νεάνιδες, κτανθέντες ἀδίκως μακάριοι, καὶ τοῖς Ἀγγέλοις, ὢ Παῖδες, συνήφθητε, ἡμῖν τὸν Χριστὸν ἱλεούμενοι.


Προκείμενον
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος.
Στ. Εὐφρανθήσονται δίκαιοι ἐν Κυρίῳ.

Εὐαγγέλιον ἐκ τοῦ κατὰ Ματθαῖον (Κεφ. β΄ 13-23).

Ἀναχωρησάντων δὲ αὐτῶν ἰδοὺ ἄγγελος Κυρίου φαίνεται κατ᾿ ὄναρ τῷ Ἰωσὴφ λέγων· ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ φεῦγε εἰς Αἴγυπτον, καὶ ἴσθι ἐκεῖ ἕως ἂν εἴπω σοι· μέλλει γὰρ Ἡρῴδης ζητεῖν τὸ παιδίον τοῦ ἀπολέσαι αὐτό. Ὁ δὲ ἐγερθεὶς παρέλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ νυκτὸς καὶ ἀνεχώρησεν εἰς Αἴγυπτον, καὶ ἦν ἐκεῖ ἕως τῆς τελευτῆς Ἡρῴδου, ἵνα πληρωθῇ τὸ ρηθὲν ὑπὸ τοῦ Κυρίου διὰ τοῦ προφήτου λέγοντος· ἐξ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου. Τότε Ἡρῴδης ἰδὼν ὅτι ἐνεπαίχθη ὑπὸ τῶν μάγων, ἐθυμώθη λίαν, καὶ ἀποστείλας ἀνεῖλε πάντας τοὺς παῖδας τοὺς ἐν Βηθλεὲμ καὶ ἐν πᾶσι τοῖς ὁρίοις αὐτῆς ἀπὸ διετοῦς καὶ κατωτέρω, κατὰ τὸν χρόνον ὃν ἠκρίβωσε παρὰ τῶν μάγων. Τότε ἐπληρώθη τὸ ρηθὲν ὑπὸ Ἱερεμίου τοῦ προφήτου λέγοντος· φωνὴ ἐν Ραμᾷ ἠκούσθη, θρῆνος καὶ κλαυθμὸς καὶ ὀδυρμὸς πολύς· Ραχὴλ κλαίουσα τὰ τέκνα αὐτῆς, καὶ οὐκ ἤθελε παρακληθῆναι, ὅτι οὐκ εἰσίν. Τελευτήσαντος δὲ τοῦ Ἡρῴδου ἰδοὺ ἄγγελος Κυρίου κατ᾿ ὄναρ φαίνεται τῷ Ἰωσὴφ ἐν Αἰγύπτῳ λέγων· ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ πορεύου εἰς γῆν Ἰσραήλ· τεθνήκασι γὰρ οἱ ζητοῦντες τὴν ψυχὴν τοῦ παιδίου.  Ὁ δὲ ἐγερθεὶς παρέλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ ἦλθεν εἰς γῆν Ἰσραήλ. Ἀκούσας δὲ ὅτι Ἀρχέλαος βασιλεύει ἐπὶ τῆς Ἰουδαίας ἀντὶ Ἡρῴδου τοῦ πατρὸς αὐτοῦ, ἐφοβήθη ἐκεῖ ἀπελθεῖν· χρηματισθεὶς δὲ κατ᾿ ὄναρ ἀνεχώρησεν εἰς τὰ μέρη τῆς Γαλιλαίας, καὶ ἐλθὼν κατῴκησεν εἰς πόλιν λεγομένην Ναζαρέτ, ὅπως πληρωθῇ τὸ ρηθὲν διὰ τῶν προφητῶν ὅτι Ναζωραῖος κληθήσεται.


Δόξα.
Ταῖς τῶν Σῶν Νηπίων πρεσβείαις, Ελεῆμον, ἐξάλειψον τἀ πλήθη τῶν εμῶν ἐγκλημάτων.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ταις της Θεοτόκου πρεσβείαις, Ελεῆμον, ἐξάλειψον τἀ πλήθη τῶν εμῶν ἐγκλημάτων.


Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Σφάγια ὡς ἄμωμα, τῷ ἐκ Παρθένου τεχθέντι, ἀληθῶς προσήχθητε, τῶν Νηπίων ὅμιλος, ὁ μακάριος, καὶ ζωῆς κρείττονος, καὶ ὑπερκοσμίου, σὺν Ἀγγέλοις ἠξιώθητε, μεθ᾿ ὧν πρεσβεύσατε, τῷ Παμβασιλεῖ καὶ Θεῷ ἡμῶν, πταισμάτων δοῦναι ἄφεσιν, καὶ τῶν πειρασμῶν ἀπολύτρωσιν, τοῖς ὑμνολογοῦσιν, τὴν ἄθλησιν ὑμῶν τὴν ἱεράν, δι᾿ ἧς Ἡρώδου καθείλετε, μένος τὸ ὀλέθριον.


ᾨδὴ ζ´. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὥσπερ θὴρ ὁ Ἡρώδης, ἐφορμήσας τοὺς Παῖδας πικρῶς ἐθέρισεν, ἀλλ᾿ οὗτοι ἐν τοῖς κόλποις, τοῦ Ἀβραὰμ σκιρτῶσι, καὶ χορεύουσι ψάλλοντες· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Στέφει θείων Μαρτύρων, ὦ πανάγιοι Παῖδες κατακοσμούμενοι, ἀπαύστως δυσωπεῖτε, ῥύεσθαι πάσης βλάβης καὶ ἀνάγκης τοὺς ψάλλοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ὁ μακάριος δῆμος, ὁ τῶν Ἁγίων Νηπίων πικρῶς σφαττόμενος, συνήφθη τοῖς Ἀγγέλοις, καὶ ἱλασμὸν αἰτεῖται, τοῖς βοῶσιν ἑκάστοτε· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.
Νεκρωθεὶς τῇ κακίᾳ, ἁμαρτίας τῇ κλίνῃ ἤδη κατάκειμαι· ἀλλ᾿ ὦ Θεογεννῆτορ, ὡς τὴν ζωὴν τεκοῦσα, ἑξανάστησον ψάλλοντα· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.


ᾨδὴ η´. Τὸν Βασιλέα.
Γέλως ὁρᾶται, ἐχθρὸς ποσὶ τῶν Νηπίων, οὓς κατέσφαξεν ὁ ἄνομος Ἡρώδης· οὗτοι γὰρ συζῶσιν, ἀεὶ σὺν τῷ Δεσπότῃ.

Ἐν τοῖς ὑψίστοις, ὦ ἀπειρόκακοι Παῖδες, ἀγαλλόμενοι ἀεὶ, σὺν τοῖς Ἁγίοις, ἅπασιν αἰτεῖσθε, ἡμῖν πταισμάτων λύσιν.

Ῥύθροις αἱμάτων, τὴν τοῦ Ἡρώδου μανίαν, ἀπεπνίξατε Νηπίων ἡ χορεία, ἡμᾶς δὲ τῇ θείᾳ, εὐφραίνετε νῦν δρόσῳ.

Θεοτοκίον.
Ἁγνὴ Παρθένε, τὴν ἄναγνόν μου καρδίαν, ἀποκάθαρον ἐλέους Σου, τοῖς ῥείθροις, καὶ τῆς ψυχοφθόρου, ῥῦσαι μὲ ἀθυμίας.


ᾨδὴ θ´. Κυρίως Θεοτόκον.
Συνόντες τοῖς Ἀγγέλοις, καὶ Ἁγίων δήμοις, ἡ τῶν Ἁγίων Νηπίων ὁμήγυρις, ὑπὲρ ἡμῶν δυσωπεῖτε Χριστὸν τὸν Κύριον.

Ἰσχὺν ἡμῖν αἰτεῖσθε, κατὰ τῶν δαιμόνων, ὦ καθαρώτατα  Ἅγια Νήπια, ὡς ἄν ὁσίως Κυρίῳ εὐαρεστήσωμεν.

Μεθέξει Τρισηλίω, ὤ ἄγιοι Παῖδες, ἀγαλλιώμενοι ἤδη καὶ χαίροντες,  ἐκ χαλεπής ἀθυμίας ἠμᾶς λυτρώσασθε.

Οἱ πᾶσαν τοῦ Ἡρώδου, λύσαντες κακίαν, ὡς τοῦ Σωτῆρος νεόστεπτοι Μάρτυρες, ὑπὲρ ἡμῶν δυσωπεῖτε Ἅγια Νήπια.

Θεοτοκίον.
Ὑψίστου χαῖρε Μῆτερ, Κεχαριτωμένη· χαῖρε Παρθένε τοῦ κόσμου βοήθεια· χαῖρε ἡμῶν σωτηρία καὶ καταφύγιον.


Ἄξιον  ἐστιν ὡς ἀληθῶς, μακαρίζειν  Σε  τήν  Θεοτόκον, τήν ἀειμακάριστον  καί  παναμώμητον  καί  μητέρα  τοῦ  Θεοῦ  ἡμῶν.  Τήν  τιμιωτέραν  τῶν  Χερουβείμ  καί  ἐνδοξοτέραν  ἀσυγκρίτως  τῶν  Σεραφείμ· τήν  ἀδιαφθόρως  Θεόν  Λόγον  τεκοῦσαν, τήν  ὄντως  Θεοτόκον  Σέ  μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Δῆμος ἀπειρόκακος καὶ σεπτός, Ἁγίων Νηπίων, προσηνέχθη μαρτυρικῶς, τῇ μετὰ σαρκός σου, γεννήσει Ζωοδότα· ὧν ταῖς λιταῖς παράσχου, ἡμῖν τὴν χάριν Σου.

Ἡρώδης λυπήσας ὁ δυσμενής, κατὰ Σοῦ Οἰκτίρμον, χεῖρα ὥπλισε φονικήν, καὶ χορὸν Νηπίων, ἀπέκτεινεν ἀκάκων, οὓς δόξης οὐρανίου, Σῶτερ ἠξίωσας.

Ἐκ χειρῶν μητρῴων καὶ ἀγκαλῶν, ὡς θὴρ ἀφαρπάσας, ὁ παράνομος βασιλεύς, ἀνεύθυνα βρέφη, ἀπέκτεινε τῷ ξίφει, ἀλλ᾿ ὁ Δεσπότης πάντων, ταῦτα ἐδόξασε.

Αἵμασι Νηπίων ἡ Βηθλεέμ, ἀκάκων ἐβάφη, Ἐκκλησία δὲ τοῦ Χριστοῦ, ὡς Μάρτυρας τούτους, νεοσφαγεῖς γεραίρει, τὸν Ἀθλοθέτην πάντων, Χριστὸν δοξάζουσα.

Χαίροις τῶν Νηπίων θεῖος χορός, ἄμωμοι θυσίαι, καὶ καρπώματα λογικά, οἱ τῷ Ζωοδότῃ, Χριστῷ προσενεχθέντες, καὶ πᾶσιν ἐξαιτοῦντες, τὸ θεῖον ἔλεος.

Δέξαι ἐπουράνιε Βασιλεῦ, τῶν ἁγνῶν Νηπίων, τὰς δεήσεις ὑπὲρ ἡμῶν, καὶ παράσχου πᾶσι, τοὺς οἰκτιρμούς Σου Σῶτερ, καὶ τῆς ἀλήκτου δόξης, ἡμᾶς ἀξίωσον.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.


Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Σῶτερ ὁ τεχθεὶς ἐκ τῆς Ἁγνῆς, καὶ Ἀειπαρθένου Μαρίας, δι᾿ ἀγαθότητα, καὶ ἡμᾶς ῥυσάμενος, ἐκ τῆς ἀρχαίας ἄρας, τῶν Ἁγίων Νηπίων Σου, δέχου τὰς δεήσεις, ἂς Σοι ἀναφέρουσιν, ὑπὲρ ἡμῶν συμπαθῶς· Σὺ γὰρ ἐμεγάλυνας ταῦτα, καὶ τοῖς τούτων αἵμασι Λόγε, τὴν Σὴν Ἐκκλησίαν ἐπορφύρωσας.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.

Δίστιχον.

Νηπίων ὀμήγυρις άπειροκάκων
Γερασίμου πρόσδεξαι τὰς ἰκεσίας.
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης