Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1758
https://www.proseyxi.com

Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον Παμμακάριστος Κορώνης και Σεραφείμ Νέου Ιερομάρτυρος Κοινή Παράκλησις Empty Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον Παμμακάριστος Κορώνης και Σεραφείμ Νέου Ιερομάρτυρος Κοινή Παράκλησις

Πεμ Αυγ 08, 2019 12:08 pm
Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον Παμμακάριστος Κορώνης και Σεραφείμ Νέου Ιερομάρτυρος Κοινή Παράκλησις


Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου
Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον Παμμακάριστος Κορώνης και Σεραφείμ Νέου Ιερομάρτυρος Κοινή Παράκλησις Aaaaa11
πηγή φωτογραφίας :Κωστας Χουλιαράς
(Άρχ. Πούλου Παντελεήμονος: Ἡ Ἱερὰ Μονὴ Παναγίας Κορώνας, Ἀθῆναι 2006)



Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.


καὶ τὰ ἑξῆς Τροπάρια.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τῇ Παναγίᾳ Σου Εἰκόνι Παρθένε, ἐν ᾗ καυχᾶται ἡ Μονὴ τῆς Κορώνης, προσπίπτοντες βοῶμέν Σοι Πανύμνητε· Πλήρου τὰ αἰτήματα, οἷα Μήτηρ Κυρίου, τῶν τὴν Σὴν ἀντίληψιν, ὁλοψύχως ζητούντων, καὶ τὴν παροῦσαν φύλαττε Μονήν, πάσης ἀνάγκης, τῇ Σῇ ἀγαθότητι

Δόξα. Ὅμοιον.
Τοῦ μαρτυρίου διανύσας τὸν δρόμον, παρὰ Κυρίου θαυμαστῶς ἐδοξάσθης, Ἱερομάρτυς Σεραφεὶμ μακάριε, ὅθεν σοῦ δεόμεθα μὴ ἐλλίπῃς πρεσβεύων, ὑπὲρ τῶν αἰτούντων σου, τὴν θερμὴν προστασίαν, καὶ προσκυνούντων Πάτερ εὐλαβῶς, τὴν ἱερὰν καὶ χαριτόβρυτον Κάραν σου.

Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.


Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

και ὁ Κανών, οὗ ἡ ἀκροστιχίς:
Βοήθει ἡμῖν Παρθενομῆτορ. Γερασίμου.

ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.

Βεβαία προστάτις και ἀσφαλής, ὑπάρχουσα Κόρη τῆς παρούυσης σεπτῆς Μονῆς, δίδου ἀεὶ ταύτῃ Θεοτόκε, τῇ δαψιλῇ Σου ἀντίλιψιν πάντοτε.

Ὁλόφωτον σκήνωμα τοῦ Θεοῦ, Κεχαριτωμένη τὴν Εἰκόνα Σου τὴν σεπτήν, ἥν φλόγες ἠδέσθησαν Παρθένε, ἡμῖν πηγὴν εὐφροσύνης δεδώρησαι.

Ἡλίου τῆς δόξης ταῖς ἀστραπαῖς, λαμπόμενος Πάτερ τῶν παθῶν μου τὸν σκοτασμόν, ταῖς σαὶς φωτοφόροις ἱκεσίαις, ὦ Σεραφεὶμ δυσωπῶ σε διάλυσον.

Θεοτοκίον.
Θεὸν τῶν ἁπάντων καὶ Ποιητήν, τεκοῦσα ἀφράστως διασώζοντα τὸν Ἀδάμ, σῶσόν με Παρθένε δυσωπῶ Σε, τῇ σωστικῇ Σου πρεσβείᾳ πρὸς Κύριον.



ᾨδὴ γ΄. Οὐρανίας ἀψίδος.
Ἐν τῇ Σῇ προστασίᾳ ἡ Σὴ Μονὴ γάνυται, Κεχαριτωμένη Παρθένε καὶ χαριστήριον, ὕμνον Σοι ᾄδουσα, τῇ Σῇ προστρέχει Εἰκόνι, καὶ λαμβάνει πάντοτε χάριν καὶ ἔλεος.

Ἰωμένη Παρθένε τοὺς εὐλαβῶς σπεύδοντας, τῇ Σῇ παναγίᾳ Εἰκόνι καρκίνου ἔπαυσας, πάθος δυσίατον, ὅθεν πιστῶς Σοι βοῶμεν· νόσων τε καὶ θλίψεων ἡμῖν ἀπάλλαττε.

Ἡ δοθεῖσά σοι χάρις τεῖχος ἡμῖν γένοιτο, κατὰ προσβολῶν ὀλεθρίων Σεραφεὶμ ἔνδοξε, τοῦ πολεμήτορος, ὅτι θερμόν σε προστάτην, ἔχοντες σε Ἅγιε χαρᾶς πληρούμεθα.

Θεοτοκίον.
Μετὰ τόκον Παρθένος ὡς ἀλήθῶς ἔμεινας, ὡς ἧς πρὸ τόκου τεκοῦσα τὸν πάντων Κύριον, δίχα φθορᾶς καὶ φυρμοῦ, διὸ κἀμὲ Θεοτόκε, τῆς φθορᾶς ἀπάλλαξον παθῶν θλιβόντων με.


Διάσωσον, πάσης ἀνάγκης καὶ βλάβης ταῖς Σαῖς πρεσβείαις, Ἱερομάρτυς Σεραφεὶμ τοὺς προστρέχοντας, τῇ σῇ θερμῇ προστασίᾳ καὶ σὲ τιμῶντας.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Αῖτησις καἰ τὸ κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Πρεσβείαις Χριστὲ Παρθένου τῆς τεκούσης Σε, καὶ θείαις λιταῖς Σεραφεὶμ τοῦ παμμάκαρος, δίδου ἡμῖν ἑκάστοτε, τὰ ἐλέη Σου ὡς ὑπεράγαθος, καὶ τῆς μελλούσης ζωῆς καὶ χαρᾶς, ἀξίωσον πάντας ἡμᾶς Κύριε.


ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἰσχὺν δίδου Πανύμνητε, τοῖς ἐκδεχομένοις τὴν προστασίαν Σου, καὶ ὑμνοῦσί Σου τὰ θαύματα, δι’ ὧν περιέπεις ἡμᾶς ἑκάστοτε.

Νεκρωθέντα με ζώωσον, πάθεσιν αἰσχύνης Παρθένε Ἄχραντε, τὸν ὑμνοῦντα τῆς Εἰκόνος Σου, εὐλαβῶς τὴν χάριν τὴν σωτήριον.

Παθημάτων καὶ θλίψεων, καὶ πολυειδῶν κινδύνων ἀπάλλαττε, Σεραφεὶμ τοὺς καταφεύγοντας, τῇ θερμῇ πρεσβείᾳ Σου ἑκάστοτε.

Θεοτοκίον.
Ἀειπάρθενε Δέσποινα, ἡ τὸν Θεὸν Λόγον ἀφράστως τέξασα, τῆς ῥοπῆς με πρὸς τὰ χείρονα, λύτρωσαι καὶ σῶσόν με πρεσβείαις Σου.


ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ῥείθροις νοητοῖς, τῆς Σῆς χάριτος ἀλώβητος, ἐτηρήθη ἡ Ἁγία Σου Εἰκών, παραδόξως ἐν πυρὶ Θεοχαρίτωτε.

Θαύμασι πολλοῖς, ἐδοξάσθη Παντευλόγητε, ἡ ἁγία Σου Εἰκὼν εὐλαβῶς, προσιόντες κομιζόμεθα πᾶν αἴτημα

Ἔχειν πρὸς Χριστόν, παῤῥησίαν πολλὴν Ἅγιε, καθικέτευε ἀπαύστως Σεραφείμ, δοῦναι ἄφεσιν ἡμῖν τῶν παραπτώσεων.

Θεοτοκίον.
Νέκρωσον Ἁγνή, τῆς σαρκός μου τὰ φρονήματα, ἡ τεκοῦσα τῶν ἁπάντων τὴν ζωήν, καὶ προσλήψεων δεινῶν με θᾶττον λύτρωσαι.


ᾨδὴ στ. Τὴν δέησιν.
Οἱ πιστεί, τῇ Σῇ πανσέπτῳ Εἰκόνι, προσιόντες τῇ Μονῇ τῆς Κορώνης, πάσης ἀνάγκης λυτροῦνται Παρθένε, τῇ ἐξ Αὐτῆς προϊούσῃ λαμπρότητι, καὶ χαριστήριον ᾠδήν, εὐχαρίστῳ καρδίᾳ Σοι ᾄδουσι.

Μονήν Σου, τὴν ἱερὰν τῆς Κορώνης, τὴν τιμῶσάν Σου τὴν Γέννησιν Κόρη, καὶ ὡς κειμήλιον θεῖον πλουτοῦσα, τὴν θαυμαστὴν καὶ Ἁγίαν Εἰκόνα Σου, περίσωζε διὰ παντός, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Ἠσχύνθη, τῇ καρτερᾷ Σου ἀθλήσει, Σεραφεὶμ ὁ πολυμήχανος ὄφις, καὶ ἐδοξάσθη Χριστὸς τοῖς Σοῖς ἄθλοις, ὁ σὲ δοξάσας θαυμάτων δυνάμεσιν, ᾧ πρέσβευε διηνεκῶς, ἀπὸ πάσης ῥυσθῆναί με θλίψεως.

Θεοτοκίον.
Τὸν πάντων, Θεὸν καὶ Κτίστην τεκοῦσα, ἀνακτώμενον ἡμᾶς φιλανθρώπως, ἐκ τῆς ἀρχαίας κατάρας Παρθένε, παλαιωθέντα με πάθεσι καίνισον, καὶ ἴθυνόν με πρὸς ζωήν, καθαρὰν καὶ ἁγίαν καὶ ἄμωμον.


Διάσωσον, πάσης ἀνάγκης καὶ βλάβης ταῖς Σαῖς πρεσβείαις, Ἱερομάρτυς Σεραφεὶμ τοὺς προστρέχοντας, τῇ σῇ θερμῇ προστασίᾳ καὶ σὲ τιμῶντας.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Αῖτησις καί τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων Σου.

Τὴν ἱερὰν Σου Εἰκόνα Πανύμνητε, καὶ Σεραφεὶμ τοῦ κλεινοῦ Σου θεράποντος, τὴν Κάραν τιμῶντες τὴν πάντιμον, ἁγιασμὸν δαψιλῆν κομιζόμεθα, καὶ νόσων καὶ πόνων ῥυόμεθα.


Προκείμενον
Μνησθήσομαι τοῦ ὀνόματός Σου, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στ.: Τὸ πρόσωπόν Σου λιτανεύουσιν οἱ πλούσιοι τοῦ λαοῦ.

Εύαγγέλιον κατά Λουκάν. (Κεφ. α' 39 - 49, 56)

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη μετὰ σπουδῆς εἰς την Ὀρεινήν, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξί καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός καὶ ἅγιον τὸ ὄνομά Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ, ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Έλεήμον, έξάλειψον τά πλήθη των έμών έγκλημάτων.

Καὶ νῦν...
Ταῖς τῆς Παναχράντου πρεσβείαις, Έλεήμον, έξάλειψον τά πλήθη των έμών έγκλημάτων.


Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Στήλην ὡς θεόγραφον, τῆς πρὸς ἡμᾶς Σου εὐνοίας, τὴν σεπτήν Εἰκόνα Σου, μόνη Ἀειπάρθενε θησαυρίσαντες, ἐξ αὐτῆς πάντοτε, σωτήριον χάριν, κομιζόμεθα ὑμνοῦντές Σε, καὶ τὴν ὑπέρτιμον, Κάραν Σεραφεὶμ τοῦ παμμάκαρος, πλουτήσαντες Θεόνυμφε, πᾶσαν τοῦ ἐχθροῦ ἀποτρέπομεν, ἐπήρειαν τάχος, καὶ πάσης εὐφροσύνης καὶ χαρᾶς, Θεοκυῆτορ πληρούμεθα, οἱ Σὲ μεγαλύνοντες.


ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Οἱ προσπίπτοντες Κόρη τῇ σεπτῇ Σου Εἰκόνι πίστει λαμβάνομεν, τὰς θείας χορηγίας, τῆς Σῆς ἐπιστασίας, καὶ συμφώνως κραυγάζομεν· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ῥῶσιν πάσι παρέχει καὶ δεσμὰ τῆς στειρώσεως λύει Ἄχραντε, εὐτέκνους τὰς ἀτέκνους, δεικνύουσα γυναῖκας, ἡ Εἰκών Σου ἠ πάνσεπτος, ὁμολογοῦσα πιστῶς, τὴν χάριν Σου τὴν θείαν.

Γενναιότητι γνώμης ταὸν φρικτὸν καθυπέστης ἀγῶνα Ἅγιε, διὸ ὀδυνηρῶν με, στενώσεων καὶ πόνων, Σεραφεὶμ ἀπολύτρωσαι, Ἱερομάρτυς στεῤῥέ, ἵνα σε μακαρίζω.

Θεοτοκίον.
Ἐκ χειρῶν τοῦ δολίου τὴν ἀθλίαν ψυχήν μου λύτρωσαι Ἄχραντε, καὶ τούτου τὴν μανίαν, κατάβαλε εἰς τέλος, καὶ βοῶντά με οἴκτειρον· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.


ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ῥῶσιν παρέχει, κατὰ ψυχήν τε καὶ σῶμα, τῆς Εἰκόνος Σου ἡ ζωηφόρος χάρις, ὅθεν Σε ὑμνοῦμεν, Ἁγνὴ εἰς τοὺς αἰῶνας.

Ἅπας προστρέχων, ἐν τῇ Μονῇ τῆς Κορώνης, Κόρη ῥύεται τῇ Σῇ ἐπιστασίᾳ, πειρασμῶν παντοίων, κηρύττων Σου τὴν χάριν.

Σοῦ τὴν Ἁγίαν, και πανσεβάσμιον Κάραν, Πάτερ ἔχοντες κοινὸν ὡς ἰατρεῖον, Σεραφεὶμ ὑμνοῦμεν, τοὺς ἱερούς Σου ἄθλους.

Θεοτοκίον.
Ἱλέωσαί μοι, τῇ μητρικῇ Σου πρεσβείᾳ, ὅν ἐκύησας ἀφράστως Θεοτόκε, ἵνα μοι πταισμάτων, τὴν ἄφεσιν παράσχῃ.


ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Μυρίπνοον ὡς ῥόδον, ἡ Μονὴ Κορώνης, τὴν Σὴν Εἰκόνα Παρθένε κατέχουσα, τῆς εὐωδίας πληροῦσα τῆς Σῆς χρηστότητος.

Οὐράνωσον τὸν νοῦν μου, ἔρωτι τῷ θείῳ, ἵνα ῥυσθῶ προσπαθείας τῆς χείρονος, καὶ πρὸς ζωὴν Θεομῆτορ θείαν με ἴθυνον.

Ὑψίστου ὡς θεράπων, Σεραφεὶμ παμμάκαρ, ὑπὲρ τῆς ποίμνης σου ταύτης ἱκέτευε, Ἱερομάρτυς τῆς πόθῳ ἀνευφημούσης σε.

Θεοτοκίον.
Ὑπέρτερόν με δεῖξον, πάσης συναφείας, καὶ ὑλικῆς προσπαθειας Πανύμνητε, καὶ μετανοίας τοῖς ἔργοις τὸν νοῦν μου ῥύθμισον.


Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίρε τῆς Κορώνης θεία Μονή, Κεχαριτωμένη Παντευλόγητε Μαριάμ, ἔχουσα ἐν κόλποις, τὴν θείαν Σου Εἰκόνα, ἁγιασμὸν καὶ χάριν πᾶσιν πηγάζουσαν.

Ἄφλεκτος τετήρηται ἐν πυρί, τῇ Σῇ προμηθείᾳ ἡ Εἰκών Σου ἡ θαυμαστή, ἥνπερ προσκυνοῦντες, ἐν πίστει Θεοτόκε, λαμβάνομεν ἰάσεις ψυχῆς καὶ σώματος.

Ὤφθης Φαναρίου θείος ποιμήν, Σεραφεὶμ θεόφρον ἐπιπνοίᾳ τῇ θεϊκῇ, καὶ στεῤῥῶς ἀθλήσας, ὑπὲρ Χριστοῦ τῆς δόξης, πλουσίως ἐδοξάσθης, θαυμάτων χάριτι.

Χάριν ἀναβλύζει διηνεκῶς, ἰάσεων Πάτερ, ἡ Σὴ Κάρα ἡ ἱερά, ᾗπερ προσιόντες, λυτρούμεθα κινδύνων, ὦ Σεραφεὶμ τρισμάκαρ, τῇ προστασίᾳ σου.

Σύντριψον Παρθένε τὸν δυσμενῆ, καὶ δίδου εἰρήνην καὶ πταισμάτων ἀπάλλαγην, ἡμῖν τοῖς ἐν πίστει, καὶ πάσῃ εὐλαβείᾳ, προσπίπτουσι τῇ θείᾳ ᾀεὶ Εἰκόνι Σου.

Ῥῦσαι πάσης νόσου φθοροποιοῦ, Σεραφεῖμ παμμάκαρ καὶ τὴν ποίμνη Σου ἀβλαβῆ, ταύτην ἀεὶ τήρει, πιστῶς σοι προσκειμένην, καὶ τὰς αἰτήσεις πάντων πλήρου ἑκάστοτε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.


Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.


καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς

Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.

Πάντας, τοὺς προστρέχοντας πιστῶς, τῇ Μονῇ Κορώνης Παρθένε, καὶ ἐκζητοῦντας θερμῶς, τὴν αγίαν σκέπην Σου, καὶ τὴν βοήθειαν, καὶ τὴν Κάραν τὴν πάνσεπτον, Σεραφεὶμ τοῦ θείου, προσκυνοῦντας Πάναγνε, θαύματα βρύουσαν, ῥύου πειρασμῶν πολυτρόπων, καὶ πειρατηρίων παντοίων, καὶ παθῶν και θλίψεων δεόμεθα.

Δέσποινα πρόσδεξαι, τάς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.

Δίστιχον:

Κόρη Ἀειπάρθενε, Σεραφεὶμ Πάτερ,
Γερασίμου δέξασθε τὴν ἱκεσίαν.




Ο Παρακλητικός Κανών του Αγίου Ιερομάρτυρα Εδώ
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης