Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1758
https://www.proseyxi.com

Παρακλητικός Κανών εις τον Άγιο Πολύκαρπο Επίσκοπο Σμύρνης Empty Παρακλητικός Κανών εις τον Άγιο Πολύκαρπο Επίσκοπο Σμύρνης

Τετ Αυγ 07, 2019 8:37 am
Παρακλητικός Κανών εις τον Άγιο Πολύκαρπο Επίσκοπο Σμύρνης

Παρακλητικός Κανών εις τον Άγιο Πολύκαρπο Επίσκοπο Σμύρνης Aaaaa10
Η μνήμη του τιμάται στις 23 Φεβρουαρίου

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού• καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα• γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού• ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού• τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

και τά παρόντα τροπάρια.


Ἦχος δ΄. Ταχύ προκατάβαλε.

Τήν κλῆσιν τοῖς ἔρνοις σου, ἐπισφραγίσας σοφέ, ἔλαια κατακαρπός, ὤφθης ἐν οἴκω Θεοῦ, Πολύκαρπε ἔνδοξε, σύ γάρ ὡς Ἱεράρχης, καί στερρός Ἀθλοφόρος, τρέφεις τήν Ἐκκλησίαν, λογική εὐκαρπία, πρεσβεύων Ἱερομάρτυς, ὑπέρ τῶν ψυχῶν ἠμῶν.

Δόξα Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Θεοτοκίον
Οὐ σιωπήσομεν πότε, Θεοτόκε, τά, δυναστείας σου λαλεῖν οἱ ἀναξιοι• εἰ μή γάρ σύ προίστασο πρεσβεύουσα, τίς ἠμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σού• σούς γάρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Και ο Κανών.

Ὠδή ἅ΄. Ἦχος πλ. α΄. Ὑγρᾶν διοδεύσας.

Τά χείλη ἀνοίξω τά βδελυρά, καί γλώσσαν κινήσω, τοῦ αἰτήσασαι παρά σου, δοθῆναι μοί ρῶσιν τέ καί σθένος, ὡς ἐξειπεῖν τῶν θαυμάτων τό πέλαγος.

Αἰτοῦμαι σέ πάτερ εἰλικρινῶς, τάς πολλᾶς ἁμαρτίας, παραπτώματα τά ἐμᾶ, πάριδε πάντα καί ἀνασχου, τοῦ εἰσακοῦσαι μου πανθαύμαστε.

Λάμπρυνον τοίνυν τό τῆς ψυχῆς, τῆς ἐμῆς τόν κόσμον, καί ὁδήγησον ἀσφαλῶς, πρός τρίβους μέ ὄντως τάς εὐθείας, τήν τῶν δαιμόνων ἐλαύνων ἐπήρειαν.

Θεοτοκίον
Πάντες οἱ νόες τῶν γηγενῶν, ἐκπλήττονται Κόρη, ὑπέρ λόγον, σῶ τοκετώ` Σύ γάρ τόν Κτίστην τῶν ἁπάντων, ἐν τή γαστρί σου ἐχώρησας.


Ὠδή γ΄. Οὐρανίας ἁψίδος
Προστάτην σέ πάντες, οἱ ἐν δεινοῖς κεκτήμεθα, ρύστην καί ἐν πάσαις ταῖς συμφοραίς` ὅθεν αἰτοῦμεν σέ, ἐν πόθω ζέοντι, νῦν τόν Χριστόν ἰκετεῦσαι, ἐξελεῖν τό ποίμνιον πάσης κακώσεως.

Τόν Χριστόν σύ κηρύξας, δί Αὐτόν ὁλοκαύτωσας` ἀγάλλη δέ ἀεί νῦν, Πάτερ, δόξαν οὐράνιον, ὁρῶν ἀέναα` διό μή παύση πρεσβεύων, τοῦ σώζεσθαι ἅπαντας, σοί νῦν προστρέχοντας.

Ἰκετεύομεν Πάτερ, ὡς θερμῶς οἱ δοῦλοι σου, καί γόνυ κάμπτοντες βοώμεν` δέξαι τήν δέησιν, πιστῶς τιμώντων σου, τήν πανσεβάσμιον μνήμην, καί προσκυνούντων ἐν πίστει τήν παντιμον χείρα σου.

Θεοτοκίον
Ἱκετεύω Σέ, Κόρη, τόν Χριστόν κυήσασαν, τό γνόφον τοῦ νοός μου διαλύσαι, ὅπως ὑμνήσω Σου, τήν μεγαλειότητα, τήν δωρηθείσαν Σοί, παρά Χριστοῦ Θεοῦ Λόγου, τοῦ μόνου Παντάνακτος.


Κραυγάζομεν ἐν πίστει σοῖ ἅπαντες θεηγόρε, ὅτι ρύστην ἐν τοῖς δεινοῖς, ἀεί σέ κεκτήμεθα, καί πρεσβεύεις ἀπαύστως τῷ Χριστῷ Θεοῦ τῷ Λόγω.

Ἰλάσθητι τοῖς δούλοις Σου, ἀπείρανδρε Θεοτόκε, γνώρισον δέ γέ νῦν ἠμίν, τήν μόνην ἀλήθειαν, ὅπως ἀεί ὑμνοῦμεν τόν Χριστόν, τῶν πάντων Κτίστην.


Αῖτησις καὶ τὸ Κάθισμα.
Ήχος β΄. Τὰ άνω ζητῶν.

Λιπάρει Χριστόν, τάς χείρας καθηλώσαντα, τοῦ σῶσαι ἠμᾶς, δεινῶς ὀλισθήσαντας, καί μηδέν φυλάξαντας, πεσόντας δέ εἰς τόν βόρβορον Ἅγιε, τοῖς πονηροῖς δέ δόντες ἑαυτούς, τούς πάντας ὀξέως ἀναρπάζουσιν.


Ὠδή δ΄. Εἰσακήκοα Κύριε
Καθοδήγησον Πάνσοφε, εἰς τάς εὐθείας τρίβους σου τό ποίμνιον, καί νῦν ἅπαντας κατεύθυνον, πρός τό φῶς τό λάμπων ἀλήθειαν.

Κεκτημένοι θεοσοφέ, τήν παντιμον χείραν ἠμίν τήν βλύζουσαν τά ἰάματα ὡς νάματα, ὡς εἰκός οἱ ἅπαντες χαίρομεν.

Δυσωποῦμεν σέ Ἅγιε, τοῦ πρεσβεύειν ἀεί Χριστῷ τῷ Παντάνακτι, τοῦ ἐκλυτροῦσθαι κακώσεως, τούς προσκυνοῦντας ἐν πίστει τά λείψανα.

Θεοτοκίον
Ἱκετεύω Πανύμνητε, καί ἐκχέω ὡσεί κρουνούς τά δάκρυα, ἑξαιτούμενος θερμοτατα, παριδείν μου πταισμάτων τό πέλαγος.


Ὠδή ἐ΄. Φώτισον ἠμᾶς
Ἔλασον σοφέ, τῶν ἐν πίστει προσκυνούντων σου, τήν πανσεβάσμιον χείραν καί παντιμον, τήν δεινήν νόσον, ὡς σκληρῶς πάντας θερίζουσαν.

Ρύσαι νῦν ἠμᾶς, τῶν κινδύνων θεηγόρε σοφέ, καί Χριστῷ ἀεί τῷ Λόγω, πρέσβευε ὑπέρ τῶν πίστει, τιμώντων τά λείψανα.

Ὅλως ὡς πυρί, ὡς τόν Χριστόν κηρύξας τρανῶς, καί ἐδέξω παρ` Αὐτοῦ τόν στέφανον, καί νῦν πρεσβεύεις τοῦ λυτροῦσαι ἠμᾶς ἅπαντας.

Θεοτοκίον
Δέξαι νῦν σεμνή, τήν πενιχράν ταύτην δέησιν, καί ἠμῶν μή παρίδης τά δάκρυα, ἀλλά παρασχου τήν τῶν δεινῶν ἀπολύτρωσιν.


Ὠδή στ΄. Τήν δέησιν ἐκχεῶ
Ἐκήρυξας τῆς ζωῆς τήν ἄβυσσον, καί Θεοῦ τόν προαιώνιον Λόγον, τόν ἐκ φθορᾶς ἀναρπάσαντα πάντας, καί ἁμαρτίας Σταυρῶ καθηλώσαντα` ἐβλάστησας δέ νῦν ἠμίν τό φυτόν τό πολύκαρπον Ἅγιε.

Ἐπλήρωσας δί εὐχῆς τούς σιτώντας, γυναικός τῆς θρεψαμένης σέ πάτερ, οὖς τοῖς πτωχοῖς, ἐξεκένωσας τότε, καταπραΰνας λιμόν τόν ἐπάρατον` καταπλησον καί νῦν ἠμᾶς τοῦ φωτός τοῦ λαμπρύνοντος πνεύματα.

Ἀνέστειλας τοῦ αὐχμοῦ ἀμετρίαν, τόν Θεόν ἐξιλασκόμενος πάτερ, καί νῦν ἠμᾶς περιπίπτοντας πάντας, εἰς ἁμαρτίας δεινά παραπτώματα, δεόμεθα εἰλικρινῶς, ἐξ αὐτῶν ἐπανόρθωσον Ἅγιε.

Θεοτοκίον
Ἐχώρησας τόν παντί Ἀχώρητον, καί Θεόν δημιουργήσαντα πάντα, καί τῷ μαστῶ Σύ ἐθήλασας Τοῦτον, τόν ἐν ἐρήμω λαόν Αὐτοῦ θρέψαντα` ἰλάσθητι καί νῦν ἠμίν, σόν Υἱόν δυσωποῦσα καί Κύριον


Κραυγάζομεν ἐν πίστει σοῖ ἅπαντες θεηγόρε, ὅτι ρύστην ἐν τοῖς δεινοῖς, ἀεί σέ κεκτήμεθα, καί πρεσβεύεις ἀπαύστως τῷ Χριστῷ Θεοῦ τῷ Λόγω.

Ἰλάσθητι τοῖς δούλοις Σου, ἀπείρανδρε Θεοτόκε, γνώρισον δέ γέ νῦν ἠμίν, τήν μόνην ἀλήθειαν, ὅπως ἀεί ὑμνοῦμεν τόν Χριστόν, τῶν πάντων Κτίστην.

Αῖτησις καί τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν..

Τήν σεπτήν σου χείραν πλοῦτον ἀκένωτον, κεκτημένοι πρέσβυν σέ πρός Θεόν προτιθέμεθα, μή παρίδης νῦν σούς ἰκέτας, Πολύκαρπε, ἀλ` ἐπισπευσον ὡς συμπαθής εἰς τήν ἀντίληψιν ἠμῶν, τῶν πιστῶς ἐκβοώντων σοί` προφθασον ἐν κινδύνοις, καί ρύσαι κεκαμωμένους, ἐπικαμπτόμενος νυνί ἰκεσίαις δεομένων σου.


Προκείμενον
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, καί ὡσεί κέδρος ἡ ἐν τῷ Λιβάνω πληνθυνθήσεται
Στίχ. Πεφυτευμένοι ἐν τῷ Οἴκω Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἠμῶν ἑξανθήσουσιν.

Ευαγγέλιον. ‘Εκ του κατά Ματθαῖον. (Ἰ΄ 5-8).

Τῷ καιρῶ ἐκείνω, προσκαλεσάμενος ὁ Ἰησοῦς τούς δώδεκα Μαθητᾶς αὐτοῦ, ἔδωκεν αὐτοῖς ἐξουσίαν πνευμάτων ἀκαθάρτων, ὥστε ἐκβάλλειν αὐτά, καί θεραπεύειν πάσαν νόσον καί πάσαν μαλακίαν. Τούτους ἀπέστειλεν ὁ Ἰησοῦς, παραγγείλας αὐτοῖς, λέγων: εἰς ὁδόν ἐθνῶν μή ἀπέλθητε, καί εἰς πόλιν Σαμαρειτῶν μή εἰσέλθητε. πορεύεσθε δεμάλλον πρός τά πρόβατα τά ἀπολωλότα οἴκου Ἰσραήλ. Πορευόμενοι δέ κηρύσσετε, λέγοντες ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. Ἀσθενοῦντας θεραπεύετε, λεπρούς καθαρίζετε, νεκρούς ἐγείρετε, δαιμόνια ἐκβάλλετε. δωρεάν ἐλάβετε, δωρεάν δῶτε.

Δόξα σοί Κύριε.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ταῖς τοῦ Ἱεράρχου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.


Στίχ. Ἐλεῆμον, ἐλέησόν με….
Και το προσόμοιον.
Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι.

Μή μέ χειμαζόμενον ἐν ἁμαρτίαις παντοίαις, καί καταικιζόμενον ἀλγεινῶς αἰκίσιν ἀλάστορος, ἀποκλείνης Ἅγιε, ἀλλ` οἰκτείρησον μέ τόν ἄσωτον` δέχου τήν δέησιν, ἤν ἀπό καρδίας προσάγω σοί` Θεός γάρ σέ παράκλησιν καί παραμυθίαν πιστοῖς παρέσχε` ὅθεν σοί κραυγάζω, θεράπων τοῦ Χριστοῦ θαυματουργέ, ὑπέρ καί οὐ ὁλοκαύτωσας, ἐπισπεύσας ἴασαι.


Ὠδή ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας
Τῆς ψυχῆς μου τό νέφος, τό καταπυκνόν Ἅγιε, διασκέδασον, καί μάστιγα ὀδύνης, μαστίζουσαν τό σῶμα, καί ψυχήν καταθλίβουσαν, ἀπέλαυνόν μου σοφέ, πηγή ἡ τῶν θαυμάτων.

Θεόθεν σύ ἔχων, τῶν ἰάσεων χάριν σοφέ Πολύκαρπε, ἰάσεως ἀξίους, ποίησον τρισμάκαρ, τούς ἐν πίστει σοῖ κράζοντας` ἐκ τῶν παντοίων δεινῶν σῶζε σούς ἰκέτας.

Ἐκτενῶς σοί βοώντας, καί ἐν δάκρυσι πάτερ` σοῖ νῦν προσφεύγοντας, μή πάριδε αἰτούμεν` προσδεξαι δέ πάτερ, καί κινδύνων διασωσον, προσκυνοῦντας εὐσεβῶς,τά λείψανα τά θεία.

Θεοτοκίον
Ὤ Δέσποινα πάντων, ἡ τεκοῦσα τόν Σωτήρα καί Πλάστην μου, εὐώνυμον τόν χῶρον, φυγεῖν ἐκδυσωπῶν Σέ ἐν ἡμέρα τῆς κρίσεως` ὄθ ὁ Υἱός Σου κρίνει τά σύμπαντα ἀσφύκτως.


Ὠδή ἡ΄. Τόν Βασιλέα τῶν οὐρανῶν
Γέμει μου ἐκ παντοίων τό σῶμα νοσημάτων, παρεῖται τά μέλη` ἐλέησον ὤ Πάτερ, σόν πιστόν ἱκέτην.

Ἀποροῦμαι θεραπείας βροτείας πάσης` λιπαρῶς σέ θερμῶς τόν προστάτην, προφθασον μέ σῶσον, καί ρῶσιν μοί παρασχου.

Καθικετεύω ἴλεως μοί νῦν προσβλεψον οὐρανόθεν ἰώμενος πάθη, πάνδεινα καί ρύσαι κακώσεως μέ Μάρτυς.

Θεοτοκίον
Ὑμνῶ Σέ, τήν Χερουβίμ ὑπερτέραν, ὡς τόν Κτίστην τῶν ἁπάντων τεκοῦσαν, λατρεύων εἰς αἰώνας, Παρθένε τῷ Υἱῶ Σου.


Ὠδή θ΄. Κυρίως Θεοτόκον
Ἐλαύνεις τάς ἀκρίδας, τά ζῶα ἐξιᾶσαι, παραδόξως τερατουργέ Πολύκαρπε, διό θερμῶς ἐκβοῶ σοί• τά πάθη μου ἴασαι.

Ἰάσεων κρατήρα, , ἀνελλιπῆ σοί χείρα Ἱερομάρτυς τοῖς πιστοῖς προσέθηκε, ζωαρχική ἡ χάρις` Σέ μακαρίζομεν.

Ὀχλούμενος παντοίαις, μάκαρ ταῖς βασάνοις, ὡς χαρίτων θείων τεμένει κατέφυγον` ὧν μέ Μάρτυς διά τάχους ρύσαι Πολύκαρπε.

Θεοτοκίον
Σέ πᾶσαι αἵ δυνάμεις, τῶν οὐρανῶν ὑμνούσι, γενεαί δέ πᾶσαι βροτῶν δοξάζουσί` Σου ταῖς πρεσβείαις ρυσθείημεν Παναγνέ.


Ἄξιον ἐστίν ὡς ἀληθῶς, μακαρίζειν σέ τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἠμῶν. Τήν τιμιωτέραν τῶν Χερουβίμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις τῶν θαυμάτων ὁ ποταμός, χαίροις τῶν Σμυρναίων ἀντιλήπτωρ ὁ ἰσχυρός, χαίροις τῆς Τριάδος ὁ θεῖος μυστολέκτης, δί ἤν ὁλοκαυτώθης Μάρτυς Πολύκαρπε.

Δεῦτε προσκυνήσομεν εὐλαβῶς, τήν παντιμον χείρα, Πολυκάρπου τοῦ ἀθλητοῦ, βροτῶν, φυτῶν, θρεμμάτων, παντοίων ἐξωθοῦσαν, νόσων τέ καί βλάβην, καί παρέχουσαν ἴασιν.

Τόν ἱερομάρτυρα τοῦ Χριστοῦ, τόν ἐν ἀσθενείαις ἐτοιμότατον βοηθόν, καί ρύστην ἐν πάσαις ταῖς ἀναγκαις, εὐσεβοφρόνως τιμήσωμεν.

Δεῦτε οἱ νοοῦντες καί ἐν δεινοῖς, πάθεσι τελοῦντες, ἀρυσώμεθα ἐκ πηγῆς, βλητούσης ἰαμάτων τήν χάριν ἀέναον ἤν τοῖς πάσιν, ἐν πίστει προσκυνούσι παρέχει θαυμάσια.

Κράζομεν σοί πάτερ εἰλικρινῶς, ρύσαι ἐκ παντοίων περιστάσεων σόν λαόν θερμῶς πεφευγότα τή σκέπη σου τή θεία, καί τῶν παραπτωμάτων αἰτούμενος ἄφεσιν.

Πᾶσαι τῶν Ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἠμᾶς.


Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς

Ἕτερα Ἀπολυτίκια Ἁγίου Πολυκάρπου
Ἀπολυτίκιον. Ἦχος δ΄.

Καί τρόπων μέτοχος καί θρόνων διάδοχος, τῶν Ἀποστόλων γενόμενος, τήν πράξιν εὖρες θεόπνευστε εἰς θεωρίας ἐπίβασιν. Διά τοῦτο τόν λόγον τῆς ἀληθείας ὀρθοτομῶν καί τή πίστει ἐνήθλησας, μέχρις αἵματος ἱερομάρτυς Πολυκαρπε` πρέσβευε Χριστῷ τῷ Θεῶ, σωθῆναι τάς ψυχᾶς ἠμῶν.

Ἦχος ἅ΄.
Τόν ἐπίσκοπον Σμύρνης καί φρουρόν νῦν θερμοτατον τῆς μονῆς τῆς Κοτίσης, τόν Πολύκαρπον ἅπαντες, αἰνέσομεν ἐν πίστει οἱ πιστοί, ὡς παρέχοντα ἰάματα ἠμίν, θεραπεύειν γάρ ἀλλήλους συσφίγγει` τους δέ τήν χείρα προσκυνοῦντας τῶν κινδύνων ἁπαλλάττεται


Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.


Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.





Πηγή
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης