Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1758
https://www.proseyxi.com

Παρακλητικός Κανών εις τον Όσιο Μάρκο τον Αθηναίο Empty Παρακλητικός Κανών εις τον Όσιο Μάρκο τον Αθηναίο

Τετ Αυγ 07, 2019 8:07 am
Παρακλητικός Κανών εις τον Όσιο Μάρκο τον Αθηναίο

Ποίημα Γερασίμου μοναχού Μικραγιαννανίτου
Παρακλητικός Κανών εις τον Όσιο Μάρκο τον Αθηναίο Markos10

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὸ τροπάριον.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Ὡς ὑπὲρ φύσιν ἐπὶ γῆς ἠγωνίσω, ὑπερφυῶς παρὰ Χριστοῦ ἐδοξάσθης, τῶν Ἀσκητῶν ὦ Μᾶρκε ἐγκαλλώπισμα· ὅθεν καθικέτευε, πάσης ῥύεσθαι βλάβης, καὶ παντοίων θλίψεων, καὶ σκανδάλων ἐν βίῳ, τοὺς προσιόντας Πάτερ εὐλαβῶς, τῇ θερμοτάτῃ, πρεσβείᾳ σου Ὅσιε.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.


Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς:
Χριστῷ ὦ Μᾶρκε προσάγαγέ με. Γερασίμου.


ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Χριστὸν καθικέτευε ἐκτενῶς, Μᾶρκε θεοφόρε, χάριν δοῦναι καὶ φωτισμόν τοῖς πίστει καὶ πόθῳ προσιοῦσι, τῇ θερμοτάτῃ πρεσβείᾳ σου Ὅσιε.

Ῥευμάτων ἀνάστειλον τὴν ῥοήν, παθῶν ἀκαθάρτων, συμπνιγόντων μου τὴν ψυχήν μου, τῇ σῇ προστασίᾳ Πάτερ Μᾶρκε, καὶ κατανύξεως ῥεῖθρον παράσχου μοι.

Ἰσχὺν ἡμῖν δίδου παρὰ Χριστοῦ, κατὰ τῶν ποικίλων, τοῦ βελίαρ μεθοδειῶν, καὶ σύντριψον τούτου τὴν μανίαν, τὴν καθ’ ἡμῶν Πάτερ Μᾶρκε δεόμεθα.

Θεοτοκίον.
Σαρκὸς ὁμοιώματι ἐκ τῶν Σῶν, ἀχράντων αἱμάτων, πεφανέρωται τοῖς ἐν γῇ, ὁ πάντων Δεσπότης Θεοτόκε, καὶ τῆς κατάρας ἡμᾶς ἐλυτρώσατο.


ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Τὸν ἰσάγγελον βίον μετὰ σαρκὸς ἔζησας, καὶ ἀγγελικῶν χαρισμάτων Μᾶρκε τετύχηκας, ἐξ ὧν μετάδος ἡμῖν, τῇ σῇ πρεσβείᾳ σταγόνας, τοῖς πιστῶς προστρέχουσι, τῇ ἀντιλήψει σου.

Ὡς φωτὸς θείου πλήρης σκότους παθῶν λύτρωσαι, ταῖς σαῖς φωτοφόροις πρεσβείαις, Μᾶρκε μακάριε, τοὺς προσιόντας σοι, καθικετεύων δοθῆναι, τῶν πταισμάτων ἄφεσιν, τοῖς σὲ γεραίρουσιν.

Ὡς πολλὴν παῤῥησίαν πρὸς τὸν Χριστὸν Ὅσιε, ἔχων ὡς αὐτὸν θεραπεύσας, βίου λαμπρότητι, ἀπαύστως πρέσβευε, διδόναι λύσιν πταισμάτων, Μᾶρκε παμμακάριστε, τοῖς εὐφημοῦσί σε.

Θεοτοκίον.
Μητροπάρθενε Κόρη ἡ τὸν Θεὸν τέξασα, καὶ τὴν τῆς Προμήτορος λύπην ἐξαφανίσασα, πάσης ἀνάγκης με, καὶ ἀθυμίας καὶ λύπης, θᾶττον ἀπολύτρωσαι, τῇ Σῇ χρηστότητι.


Διάσωσον, πάσης ἀνάγκης καὶ θλίψεως Ὅσιε Μᾶρκε, τοὺς ἐν πίστει τῇ προστασίᾳ σου σπεύδοντας, ταῖς πρὸς Χριστὸν εὐπροσδέκτοις σου μεσιτείαις.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Αῖτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Ἀσκήσας στεῤῥῶς, πολλῶν ἐπάθλων ἔτυχες, ὦ Μᾶρκε σοφέ, παρὰ τοῦ Παντοκράτορος· διὸ ἐκδυσωποῦμέν σε· πολλαπλῶν πειρασμῶν καὶ κακώσεων, ἀνωτέρους συντήρει ἡμᾶς, ὑμνοῦντας τοῦ βίου σου τὰ σκάμματα.


ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἀπὸ πάσης στενώσεως, Μᾶρκε θεοφόρε ἡμᾶς ἀπάλλαττε, καὶ ποικίλων περιστάσεων, τοὺς εἰλικρινῶς σε μακαρίζοντας.

Ῥῶσιν σώματος αἴτησαι, καὶ τῶν ψυχικῶν τραυμάτων τὴν ἴασιν, ταῖς πρὸς Κύριον πρεσβείαις σου, Μᾶρκε θεοφόρε ἡμῖν πάντοτε.

Καταλύσας τοῦ δράκοντος, πᾶσαν μηχανὴν συντόνῳ ἀσκήσει σου, τῆς αὐτοῦ ἀπάτης λύτρωσαι, Μᾶρκε θεοφόρε τοὺς ὑμνοῦντάς σε.

Θεοτοκίον.
Ἐξ ἀχράντων αἱμάτων Σου, σάρκα προσλαβὼν ἁγνὴ ὁ Ὑπέρθεος, διασώζει τοὺς δοξάζοντας, Κόρη τὸ τοῦ τόκου Σου μυστήριον.


ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Πόνων χαλεπῶν, ἀνωτέρους διατήρησον, καὶ πικρῶν δυσχερειῶν καὶ συμφορῶν, Πάτερ Μᾶρκε τοὺς πιστῶς σὲ μακαρίζοντας.

Ῥώμην καὶ ἰσχύν, ἡμῖν αἴτει Μᾶρκε Ὅσιε, τοῦ πατεῖν καὶ καταβάλλειν ἐσαεί, καθ’ ἡμῶν τὰς μεθοδείας τοῦ ἀλάστορος.

Ὅρμῳ γαληνῷ, καθοδήγει ἡμᾶς πάντοτε, τῶν ἐν βίῳ χαλεπῶν τρικυμιῶν, ἐκλυτρούμενος ἡμᾶς Πάτερ δεόμεθα.

Θεοτοκίον.
Σύντριψον ἁγνή, τὴν ἰσχὺν τοῦ παναλάστορος, τοῦ ὁρμῶντος καθ’ ἡμῶν μανιωδῶς, καὶ εἰρήνην ἡμῖν δίδου ἀστασίαστον.


ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἀγγέλων, τὴν πολιτείαν μετῆλθες, μετὰ σώματος ὡς ἄσαρκος Πάτερ· ὅθεν Ἀγγέλων ἰσότιμος ὤφθης, μεθ’ ὧν δυσώπει ἀπαύστως τὸν Κύριον, δαιμονικῆς ἐπαγωγῆς, ἐκλυτροῦσθαι τοὺς πόθῳ τιμῶντάς σε.

Γαλήνην, αἴτει ἡμῖν οὐρανόθεν, καὶ εἰρήνην Πάτερ Μᾶρκε ἐν βίῳ, καὶ λύσιν πάσης ἀνάγκης καὶ πόνων, ἀπαλλαγὴν καὶ πταισμάτων συγχώρησιν, τοῖς μακαρίζουσι θερμῶς, τοῦ σοῦ βίου τὰ ξένα παλαίσματα.

Ἀγῶνας, ὑπερφυεῖς ἐν ἐρήμῳ, διανύσας στεῤῥοτάτῃ καρδίᾳ, ὑπερφυοῦς, κατηξίωσαι δόξης, παρὰ Χριστοῦ μετὰ τέλος τὸ ἅγιον· ὅθεν ἀπάλλαττε ἡμᾶς, ἀδοξίας παθῶν Μᾶρκε Ὅσιε.

Θεοτοκίον.
Γενοῦ μοι, καταφυγὴ ἐν ἀνάγκαις, ὡς πηγὴ τῆς εὐσπλαγχνίας Παρθένε· πρὸς Σὲ γὰρ Κόρη θερμῶς καταφεύγω, καὶ ἀπαλλάττομαι πάσης στενώσεως· διὸ κηρύττω τὴν θερμήν, πρὸς ἡμᾶς προστασίαν Σου Δέσποινα.


Διάσωσον, πάσης ἀνάγκης καὶ θλίψεως Ὅσιε Μᾶρκε, τοὺς ἐν πίστει τῇ προστασίᾳ σου σπεύδοντας, ταῖς πρὸς Χριστὸν εὐπροσδέκτοις σου μεσιτείαις.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Αῖτησις καί τὸ Κοντάκιον.
Ἦχος β΄. Ταῖς τῶν αἱμάτων σου

Ἐν τῇ ἐρήμῳ βιώσας ὡς ἄσαρκος, τῆς συναυλίας Ἀγγέλων ἠξίωσαι· μεθ’ ὧν Πάτερ Μᾶρκε ἱκέτευε, τὸν ἐν ἐλέει ἀνείκαστον Κύριον, διδόναι ἡμῖν θεῖον ἔλεος.


Προκείμενον
Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.

Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. στ΄ 17-21).

Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ· καὶ ὄχλος πολὺς μαθητῶν αὐτοῦ καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλήμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν· καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτός, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ, ἔλεγεν· μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ Βασιλεία τοῦ Θεοῦ· μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε· μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε· μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσιν, καὶ ἐκβάλωσιν τὸ ὄνομα ὑμῶν ὡς πονηρόν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.


Δόξα.
Ταῖς τοῦ Σοῦ Ὁσίου πρεσβείαις, Ελεῆμον, ἐξάλειψον τἀ πλήθη τῶν εμῶν ἐγκλημάτων.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ταις της Θεοτόκου πρεσβείαις, Ελεῆμον, ἐξάλειψον τἀ πλήθη τῶν εμῶν ἐγκλημάτων.


Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Ἄγγελος ἐν σώματι, ὡς ἀληθῶς ἀνεδείχθης, ἀσκήσας ὡς ἄσαρκος, ἐν ἐρήμῳ Ὅσιε θείῳ ἔρωτι, καὶ πολλῶν μέτοχος, ἀμοιβῶν ἐγένου· διὰ τοῦτό σου δεόμεθα, Μᾶρκε Πατὴρ ἡμῶν, πάντων ἀσκητῶν ἐγκαλλώπισμα, ἀπαύστως καθικέτευε, πάσης συμφορᾶς καὶ κακώσεως, ἀτρῶτους τηρεῖσθαι, καὶ πάσης τοῦ ἐχθροῦ ἐπιβουλῆς, τοὺς καταφεύγοντας Ὅσιε, τῇ σεπτῇ πρεσβείᾳ σου.


ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἐν ἐρήμῳ εὑρών σε Σεραπίων ὁ θεῖος Θεὸν ἐδόξασε, μεθ’ οὗ Μᾶρκε δυσώπει, ῥύεσθαι πάσης βλάβης, τοὺς ἐν πίστει κραυγάζοντας· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Μέγας ὤφθης ἐν ἄθλοις, ἐν ἐρήμῳ βιώσας οἷάπερ ἄσαρκος· διὸ μεγάλων πόνων, ἀτρώτους Μᾶρκε τήρει, τοὺς ἐν πίστει κραυγάζοντας· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Εὐλαβῶς προσιόντες τῇ σεπτῇ σου εἰκόνι Μᾶρκε βοῶμέν σοι· χαρᾶς καὶ εὐφροσύνης, μετόχους ἡμᾶς δεῖξον, αἰωνίου τοὺς ψάλλοντας· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.
Γεωργὸν τῶν ἁπάντων ἀνηρότως Παρθένε κυοφορήσασα, γεώργιόν με δεῖξον, γνησίας μετανοίας, τὸν πιστῶς ἐκβοῶντά Σοι· χαῖρε ἡμῶν προσφυγή, ὦ Κεχαριτωμένη.


ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἐν τῇ ἐρήμῳ, ὁ Σεραπίων εὑρών σε, Μᾶρκε Ὅσιε ἠγάσθη σου τὸν βίον· μεθ’ οὗ ἐκδυσώπει, ὑπὲρ τῶν σὲ τιμώντων.

Ῥύου κινδύνων, καὶ πειρασμῶν πολυτρόπων, Μᾶρκε Ὅσιε τοὺς σὲ ὑμνολογοῦντας, καὶ ὑπερυψοῦντας, Χριστὸν εἰς τοὺς αἰῶνας.

Ἄνωθεν πρόσχες, Μᾶρκε ἡμῶν τῇ δεήσει, καὶ ἐκπλήρωσιν ἡμῶν τὰς ἱκεσίας, τῶν σὲ κεκτημένων, μεσίτην πρὸς τὸν Κτίστην.

Θεοτοκίον.
Σωματωθέντα, ἐκ τῶν ἁγνῶν Σου αἰμάτων, τὸν ὑπέρθεον καὶ πάντων Βασιλέα, ἐκτενῶς δυσώπει, ὑπὲρ ἡμῶν Παρθένε.


ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰλύος ἁμαρτίας, κάθαρον τὸν νοῦν μου, καθαρτικῇ σου πρεσβείᾳ πρὸς Κύριον, καὶ τῶν πταισμάτων αἴτει Μᾶρκε συγχώρησιν.

Μονὰς τὰς οὐρανίους, Μᾶρκε κατοικήσας, διὰ παντὸς ἐκδυσώπει τὸν Κύριον, πάσης ἀνάγκης λυτροῦσθαι τοὺς σὲ γεραίροντας.

Ὁσίων ταῖς χορείαις, συνὼν Πάτερ Μᾶρκε, καὶ φωτισμοῦ τοῦ ἀδύτου πληρούμενος, ἐκ σκοτασμοῦ ἁμαρτίας ἡμᾶς ἀπάλλαττε.

Θεοτοκίον.
Ὑμνοῦμέν Σου τὴν δόξαν, Κεχαριτωμένη, σὺν Γαβριὴλ τῷ Ἀγγέλῳ βοῶντές σοι· χαῖρε ἡ Μήτηρ Κυρίου ἡμῶν ἡ ἔφορος.



Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Ἤνθησας ἐκ πόλεως Ἀθηνῶν, καὶ ἔπνευσας κόσμῳ, εὐωδίαν τὴν μυστικήν, ὡς εὔοσμον ἄνθος, ὦ Μᾶρκε θεοφόρε, ἀσκήσας ὑπὲρ φύσιν, καθάπερ ἄσαρκος.

Πάντα τὰ ἡδέα καταλιπών, Μᾶρκε θεοφόρε, ἠκολούθησας τῷ Χριστῷ, ἀσκήσεως πόνοις, νεκρώσας τὸ σαρκίον, καὶ τὴν ψυχὴν λαμπρύνας, Ἁγίῳ Πνεύματι.

Εἰς ἔρημον ὄρος πόθῳ Χριστοῦ, Μᾶρκε κατοικήσας, ἐβιώσω ὑπερφυῶς, καὶ ἄρτῳ Ἀγγέλων, τραφεὶς παρὰ Κυρίου, ὑπερκοσμίου δόξης, Πάτερ ἠξίωσαι.

Ἐξέστη εὑρών σε ὁ θαυμαστός, Μᾶρκε Σεραπίων, καὶ τὸ σῶμά σου τὸ σεπτόν, κηδεύσας ὁσίως, εἰς ἅπαντα τὸν κόσμον, ἐκήρυξε τοῦ βίου σου, τὰ παλαίσματα.

Χαίροις τῶν Ὁσίων ἡ καλλονή, χαίροις Ἀθηναίων ἐγκαλλώπισμα θαυμαστόν, Μᾶρκε θεοφόρε, Ἀγγέλων συμπολῖτα, καὶ πρεσβευτὰ ἁπάντων, ἡμῶν πρὸς Κύριον.

Πρέσβευε ἀπαύστως ὑπὲρ ἡμῶν, Μᾶρκε θεοφόρε, τῇ Τριάδι τῇ παντουργῷ, ἱλασμὸν διδόναι, ἡμῖν τοῖς σὲ τιμῶσι, ὁμοῦ σὺν Σεραπίωνι, τῷ  θεόφρονι.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.


Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς

Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Ἔχων, παῤῥησίαν πρὸς Χριστόν, δι’ ὃν ἐν ἐρήμῳ ἀβάτῳ, χαίρων ἐσκήνωσας, Μᾶρκε παμμακάριστε, Ἀθηνῶν βλάστημα, ἐκτενῶς καθικέτευε, ἐκ πάσης ἀνάγκης, καὶ παντοίων θλίψεων, λυτροῦσθαι ἅπαντας, Πάτερ, τοὺς πιστῶς σε τιμῶντας, καὶ τοὺς θαυμαστούς σου ἀγῶνας, μέλποντας καὶ πόθῳ μακαρίζοντας.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.


Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.


Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης