Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1634
https://www.proseyxi.com

Παρακλητικός Κανών στόν Μέγα Αρχάγγελο Μιχαήλ καί στόν Πάντιμο Ήλο του Σωτήρος Χριστού Empty Παρακλητικός Κανών στόν Μέγα Αρχάγγελο Μιχαήλ καί στόν Πάντιμο Ήλο του Σωτήρος Χριστού

Την / Το Δευ Ιουλ 01, 2019 12:20 pm
Παρακλητικός Κανών στόν Μέγα Αρχάγγελο Μιχαήλ καί στόν Πάντιμο Ήλο του Σωτήρος Χριστού

Παρακλητικός Κανών στόν Μέγα Αρχάγγελο Μιχαήλ καί στόν Πάντιμο Ήλο του Σωτήρος Χριστού Arxagg10

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

εἶτα τά Τροπάρια·
Ήχος δ'. Τή Θεοτόκω έκτενώς

Τον ’Αρχιστράτηγον Ύψίστου τον Μέγα, τον περισκέποντα πιστούς καί ψρουροΰντα, από παντοίας βλάβης καί λύμης τοϋ εχθρού, πάντες άνυμνήσωμεν, προς Αύτόν έκβοώντες· Μιχαήλ ’Αρχάγγελε άπό πάσης άνάγκης καί έπηρείας λύτρωσον ημάς, τούς των πτερύγων Σου σκέπη προσφεύγοντας.

Δόξα, όμοιον του Τιμίου Ήλου
Τούς εύλαβώς άσπαζομένους τον Ήλον, δι’ οΰ έπάρη ή πανάχραντος χειρ Σου, εν τω Σταυρώ καί αϊματι, βαφέντα Σου σεπτώ, Σώτερ εν τώ πάθει Σου, τούτου χάριτι θεία, ρύου πάσης λώβης τε, νόσου καί έπιχρείας, τη προστασία, θείου Μιχαήλ, τού ’Αρχαγγέλου, Χριστέ πολυέλεε.

Καί νϋν. Θεοτοκίου όμοιον
Τής μετάνοιας Θεοτόκε τήν τρΐβον, καί ημάς ένίσχυσον τού όδεύειν προθύμως, τούς τήν σεπτήν Εικόνα Σου, τιμώντας εύλαβώς, τής Γλυκοφιλούσης Σου, καί ημών τάς καρδίας, πλάτυνον έν θλίψεσι καί πικραϊς άθυμίαις, καί έκ παντοίων σώζε πειρασμών, Σε γάρ καί μόνην, έλπίδα κεκτήμεθα.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

καί ό Κανών.

Ώδή αλ Ήχος πλ. δ'. Ύγράν διοδεύσας

Μιχαήλ ’Αρχιστράτηγε τού Θεού πρέσβευε υπέρ ημών.
Πολλοίς συνεχόμενοι πειρασμοίς καί Σοι προσδραμόντες, ’Αρχιστράτηγε Μιχαήλ, έκ τούτων άπάντων δυσωποΰμεν, σαΐς προστασίαις ημάς έλευθέρωσον.

Παθών ημάς θλίβουσι προσβολαί, ’Αρχάγγελε θείε, καί κινδύνων έπαγωγαί, πρόφθασον καί ρύου Σούς ίκέτας καί προστασίαις ένθέοις Σου λύτρωσαι.

Δόξα. Χάριτι τού θείου "Ηλου Σώτερ σώσον ημάς.
Τον πάντιμον Ήλον τον έν χειρί, Χριστού έμπαρέντα, προσκυνήσωμεν εύλαβώς, τον χάριν προχέοντα πλουσίαν, καί νοσημάτων ποικίλων τήν ίασιν.

Και νύν. Θεοτοκίον.
Κατήργηται θάνατος διά Σού, καί "Αδου τό κέντρον ήφανίσθη Μήτερ Θεού· Σύ γάρ τον άθάνατον Δεσπότην, εις σωτηρίαν ημών άπεκύησας.


’Ωδή γ. Ουρανίας άψίδος
Προστασίαις Σου θείαις, των αλγεινών ρύσαι με, θείε Μιχαήλ ’Αρχηγεία, έκπιεζόμενον, δεινώς έκ τούτων νυν, Σέ γάρ άντίληψιν έχω, ό προστρέχων πάντοτε, θερμώς τή σκέπη Σου.

Οδηγόν καί προστάτην, προς τον Θεόν μέγιστε, πάντες Σέ κεκτήμεθα όντως, καί ίκετεύομεν, οδύνης λύτρωσαι, παθών καί νόσων παντοίων, Μιχαήλ ’Αρχάγγελε, τη προστασία Σου.

Διαφύλαξον πάντας, τη τού σεπτού "Ηλου Σου, παναλκεί τε δυνάμει, παντοίων νόσων καί θλίψεων, όν Σοι προσφέρομεν, εις ίλασμόν των πταισμάτων, καί δεινών έκλύτρωσιν, μόνε φιλάνθρωπε.
Θεοτοκίον
Υπεράγαθε Κόρη, τον λυτρωτήν τέξασα, λύτρου παντοίων κινδύνων, τούς Σοι προστρέχοντας, καί άνυμνούντάς Σε, Γλυκοφιλοϋσα Μαρία, καί πίκρας κολάσεως, ρύσαι τη σκέπη Σου.

Διάσωσον άπό κινδύνων, τούς δούλους Σου Ταξιάρχα, ότι Σέ εν πειρασμοϊς μετά Θεόν Σωτήρα κεκτήμεθα. ως έτοιμον βοηθόν καί προστάτην.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Αἴτησις και το Κάθισμα.
Ήχος β΄Τά ανω ζητών.

Προστάτην θερμόν, καί φύλακα Αρχάγγελε, πλουτουν τες άεί, οι πίστει Σοι προστρέχοντες, έκτενώς βοωμεν Σοι, Μιχαήλ ’Αρχιστράτηγε, πρόφθασον, και έκ κινδύνων λύτρωσαι ημάς, ταις θείαις μεγίσταις προστασίαις Σου.


Ωδή δ΄ Είσακήκοα Κύριε.
Των παθών μου τον βόρβορον, καί κηλίδας πάσας ψυχής άπόσμηξον, καί την ϊασιν πρυτάνευσον, Μιχαήλ ’Αρχάγγελε, Σού δέομαι.

Επί κλίνης με κείμενον, άλγεινών παντοίων, θείε ’Αρχάγγελε, προστασία Σου έξέγειρον, καί θεράπευσόν με τη δυνάμει Σου.

Θησαυρόν άδαπάνητον, τον σεπτόν κεκτήμεθα θειον ' Ηλον Σου, ’Ιησού μου πολυέλεε, δι’ ού ημάς λύτρωσαι κακώσεων.

Θεοτοκίον
Καθαρόν ένδιαίτημα, μόνη Σύ έφάνης, Κόρη τού Κτίστου Σου, όν δυσώπει ώς φιλάνθρωπον, σύν τώ ’Αρχάγγελο σώσαι άπαντας.


’Ωδή ε΄. Φώτισον ήμάς
Ομβρισον ήμϊν, ύετούς τούς των θαυμάτων Σου, καί άρούρας ψυχών ημών άρδευσον, Μιχαήλ Κυρίου ’Αρχιστράτηγε.

΄Ίασαι ημών, την κατ’ άμφιο νύν άσθένειαν, έπισκοπη σου ’Αρχιστράτηγε, καί την υγείαν, προστασία Σου παράσχου ήμϊν.


΄Ηλόν Σου τον σεπτόν, Ζωοδότα άσπαζόμεθα, καί την *λόγχην καί τον κάλαμον, ά δι’ ημάς ύπέστης ώς υπεράγαθος.

Θεοτοκίον.
΄Ωρθωσας ημάς, πεπτωκότας παναμώμητε, άλλά πρέσβευε του ρύσασθαι, έκ πολλών κινδύνων τούς τιμώντάς Σε.


’Ωδή στ'. Τήν δέησιν έκχεώ.
Προστάτην Σε προς Θεόν κεκτήμεθα, ’Αρχιστράτηγε μεσίτην καί πρέσβυν, καί γάρ πολλην παρρησίαν ώς ’’Αρχών, τών Άσωμάτων ’Αγγέλων, Συ κέκτησαι, ρυσθείημεν ούν έκ δεινών, ίεραΐς Μιχαήλ προστασίαις Σου.

Θανάτου καί συμφορών άπάλλαξον, πολυτρόπων Μιχαήλ Άρχηγέτα, τούς τω Ναω 'Αγιάσματος πόθω, έν Γοναταϊς εύλαβώς προσεδρεύοντας, καί βράβευσον ήμϊν σοφέ, νοσημάτων παντοίων την ϊασιν.

Ηοσούντων την θεραπείαν δίδωσιν, ό πανέντιμός Σου ' Ηλος Σωτήρ μου, καί δαδουχεί την ημών ταύτην Νήσον, ταΐς άστραπαϊς τών θαυμάτων έκάστοτε καί πάσι βραβεύει δαψιλώς, εύεξίαν καί ρώσιν τοϊς χρήζουσιν.

Θεοτοκίον.
Βασίλισσαν ό Δαβίδ Σε ’Άχραντε, προηγόρευσε τεκοϋσαν τον Λόγον, Δημιουργόν Βασιλέα τών πάντων, καί ποιητήν τών αιώνων καί Κύριον, άνάδειξον ούν κάμέ 'Αγνή, Βασιλέα παθών τον τιμώντά Σε.

Διάσωσον από κινδύνων, ’Αρχάγγελε τούς σούς δούλους, ότι πάντες μετά Θεόν έν τοίς δεινοΐς αεί προβαλλόμεθα, προστάτην ημών καί ρύστην.

*Άχραντε ή διά λόγου τον Λόγον άνερμηνεύτως, έπ' εσχάτων τών ημερών τεκοϋσα δυσώπησον, ώς έχουσα μητρικήν παρρησίαν.


Αἴτησις και ευθύς το Κοντάκιον.
Ήχος β'. Προστασία τών Χριστιανών.

'Ως ταχύν έν δεινοΐς άντιλήπτορα πάντοτε καί θερμόν βοηθόν έν ταΐς θλίψεσιν έχοντες, Σού δεόμεθα πιστώς, Ταξιάρχα Μιχαήλ συμπάθεια Σου τη πριν καί νυν χρησάμενος, πάσης λώβης ημάς λύτρωσαι, καί βλάβης τού έχθροϋ, ινα γεραίρωμεν, άεί την Σήν χάριν καί άντίληψιν.


Προκείμενον.
Ό ποιών τούς ’Αγγέλους αύτοϋ πνεύματα καί τούς λειτουργούς αύτού πυρός φλόγα.
Στίχ. Εύλόγει ή ψυχή μου τον Κύριον.

Εύαγγέλιον. Έκ τοϋ κατά Λουκάν.

Είπεν ό Κύριος τοΐς έαυτού Μαθηταις· ό άκούων ύμών έμοΰ άκούει· καί ό άθετών υμάς έμέ άθετεϊ· ό δέ έμέ άθετών, άθετεϊ τον άποστείλαντά με· υπόστρεψαν δέ οι έβδομήκοντα μετά χαράς λέγοντες· Κύριε καί τά δαιμόνια υποτάσσεται ήμϊν έν τω όνόματί σου. Είπε δέ αύτοϊς· έθεώρουν τον Σατανάν ώς άστραπήν έκ τού ούρανου πεσόντα. ’Ιδού δΐδωμι ύμϊν την έξουσίαν τού πατεΐν έπάνω όφεων καί σκορπιών καί έπί πάσαν την δύναμιν τού έχθρού καί ούδέν υμάς ού μη αδικήσει. Πλήν έν τούτω μη χαίρετε, ότι τά πνεύματα ύμιν υποτάσσεται, χαίρετε δε μάλλον, ότι τά ονόματα υμών έγράφη έν τοϊς ούρανοις. Έν αυτή τη ώρα ήγαλλιάσατο τώ πνευματι ό Ίησοϋς καί ειπεν· Εξομολογούμαι Σοι Πάτερ, Κύριε τού ούρανού καί τής γης, ότι άπέκρυψας ταύτα άπό σοφών καί συνετών, καί άπεκάλυψας αύτά νηπίοις· ναι ό Πατήρ, ότι ούτως έγένετο, εύδοκία έμπροσθεν σου.

Δόξα
Ταΐς τού ’Αρχαγγέλου, οίκτίρμων προστασίαις, έξάλειψον τά πλήθη τών έμών έγκλημάτων.

Καί νϋν
Ταΐς τής Θεοτόκου πρεσβείαις έλεήμων, έξάλειψον τά πλήθη τών έμών έγκλημάτων.


Έπειτα τό Έλέησόν με ό Θεός.
Ήχος Πλ. βλ 'Όλην άποθέμενοι
Μή παρίδης δέησιν, τών αναξίων Σου δούλων, Μιχαήλ Πρωτάγγελε, άλλά δέξαι ταύτην, καί βοήθησον. Συ τάχιον θλίψεσιν ένυπάρχουσι, καί ταΐς τών δεινών έπιθέσεσι· Σέ γάρ κεκτήμεθα πρόμαχον καί φρουρόν καί άντίληψιν. Σούς δούλους ούν έκλύτρωσαι βλάβης έκ παντοίας καί θλίψεως, ϊασιν άφθόνως, "ψυχών τε καί σωμάτων δωρεάν, ταχύ παρέχων τοϊς δούλοις Σου, τοις πιστώς καλοϋσί Σε.

'Έτερον όμοιον εις τον Τίμιον Ήλον.
Δεύτε προσκυνήσωμεν, πιστοί χαρά τε καί πόθω, Ήλον τόν πανσέβαστον, τον Χριστού τήν άχραντον, Χεϊρα τρώσαντα, έξ ής ήγίασται, έν καιρώ τού πάθους· καί τήν χάριν τών ίάσεων, έπαπολαύσωμεν, βρύει και γάρ χάριν άέννα ον, ποικίλα τε χαρίσματα, καί παντοδαπά τε δωρήματα, τοϊς μετ’ εύλαβείας, παρέχει τε άσπάζουσιν Αυτόν, ού τη δυνάμει καί χάριτι, καθαγιαζόμεθα.

Μεταβολή, τών θλιβομένων, απαλλαγή τών ασθενούντων ύπάρχουσα, Θεοτόκε Παρθένε, σώζε πόλιν καί λαόν, τών πολεμουμένων ή ειρήνη, τών χειμαζομένων ή γαλήνη, ή μόνη προστασία τών πιστών.

Σωσον ό Θεός τον λαόν σου.

Ωδή ζ΄. Οί έκ της Ίουδαίας
Σέ φρουρόν καί προστάτην κεκτήμεθα οί πάντες, θειε ’Αρχάγγελε, τη σκέπη τών πτερύγων, ημάς φύλαττε πάντας, τούς καλοϋντάς Σε πάντοτε καί αίτουμένους θερμώς τήν Σήν έπικουρίαν.

Τών ’Αγγέλων ώς μέγας, πρωτοστάτης παμμάκαρ, Μιχαήλ ένδοξε, τη σκέπη Σών πτερύγων, διάσωζε καί σκέπε τούς έν πίστει κραυγάζοντας, ό τών Πατέρων ημών Θεός ευλογητός ει.

Ρώσιν σώματος άμα καί ψυχής σωτηρίαν, ήμιν νυν βράβευσον, προσπτύξει Σου τη θεία, ζωοπάροχε ' Ηλε, Χριστού πανέντιμε, ίνα τιμώμεν άεί, Σήν χάριν εις αιώνας.

Θεοτοκίον
’Απροσμάχητον τείχος, κεκτημένοι Σε πάντες, Αγνή γι γινώσκομεν, ρυσθήναι έκ κινδύνων, ήμάς καί πάοης βλάβης, Θεοτόκε ικέτευε, ινα ύμνώμεν άεί, τήν άμαχόν Σου χάριν.


Ώδή η΄.Τον Βασιλέα.
Τούς την Εικόνα, την Σήν πιστώς προσκυνούντας, έκ παντοίων λύτρωσαι κινδύνων, νόσου τε παντοίας, ’Αρχάγγελε Κυρίου.

Των ιαμάτων, τό δαψιλές έπιχέεις, τοίς νοσούσιν, ’Αρχάγγελε Κυρίου, καί ύπερυψούσι, Χριστόν εις τούς αιώνας.

Υπερεκβλύζει, των ιαμάτων την χάριν, καί εκδιώκει δαιμόνων έπηρείας, ό ιερός ' Ηλος, έκ των Αύτόν τιμώντων.

Θεοτοκίον.
Λιμένα εύδιον, οί πιστοί κεκτημένοι, έν τω σάλω του βίου, Θεοτόκε, βοώμεν Παναγία, σώζε ημάς κινδύνων.


Ώδη θ'. Κυρίως Θεοτόκον.
Δεήθητι Κυρίου, Μιχαήλ Πρωτοστάτα, ύπέρ τών πίστει καί πόθω τιμώντων Σε, τού λυτρωθηναι κινδύνων καί περιστάσεων.

΄Εκάστω τάς αιτήσεις, τάς προς σωτηρίαν, τών σε τιμώντων εξ ύψους κατάπεμψον, ώ Μιχαήλ Ταξιάρχα τη προστασία Σου.

Χαρίτων Σου βολίδας, πέμψον τοίς έν πίστει, προσπτυσσομένοις Σε ' Ηλε πανέντιμε, καί τη ση χάριτι ρώσιν, άπασι βράβευσον.

Θεοτοκίον.
Σωμάτων άλγηδόνας, καί ψυχικάς νόσους, άπό των δούλων Σου Κόρη άπέλασον, τών προστρεχόντων έν πίστει, τη θεία σκέπη Σου.


Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

και τα έξης Μεγαλυνάρια
Νόων πάντων θείων την καλλονήν, σκεπήν ’Ορθοδόξων καί απόρων τον βοηθόν, Μιχαήλ τον μέγα, πιστών πάντων προστάτην καί μέγαν πολιούχον, πιστώς ύμνήσωμεν.

Τό ’Αγιασμά Σου έν Γοναταϊς, άλλην κολυμβήθραν, ύπερβάσαν του Σιλωάμ καί του έν ταϊς Χώναις, παρέχει γάρ τοίς πάσι, την ϊασιν άφθόνως, Θεοϋ ’Αρχάγγελε.

Τό τής Νήσου Θάσου κλέος λαμπρόν, Κώμης Θεολόγου, την κρηπίδα, καί οφθαλμόν, καί τών άσθενουντων, ταχύν όντως Σωτήρα, ’Αρχάγγελον Κυρίου, άνευφημήσωμεν.

Σέ τον άστραπόμορφον Μιχαήλ, ή τής Νήσου Κώμη, Θεολόγου έν τοίς δεινοΐς, έχειν ήξιώθη, φρουρόν τε καί προστάτην, διό καί μεγαλώνει, Σου την πανήγυριν.

Εί καί έσαθρώθη ό Σός Ναός, άλλ’ ή τούτου χάρις, διαμένει διά παντός, υγιείς τηρούσα, τούς πόθω Σου τιμώντας, Εικόνα την 'Αγίαν καί τό 'Αγιασμα.

Δεύτε οί έν νόσοις παντοδαπαίς, πόθω θειον ' Ηλον, άσπαζόμεθα καί σεπτήν, Μιχαήλ τού θείου, Εικόνα σε βασμίαν καί χάριν ιαμάτων άπαρρυόμεθα.

Πάντων νοσημάτων άπαλλαγήν, πυρετών καί ρίγους ία τρόν καί θεραπευτήν, έχομεν τον μέγαν ’Αρχάγγελον Κυρίου, καί' Ηλον τού Δεσπότου, τον άεισέβαστον.

Δέχου τάς αιτήσεις Παμβασιλεύ, τού Σοϋ Αρχαγγέλου, Ταξιάρχου τε Μιχαήλ, καί τής σής Άχράντου, Μητρός τής Ύπεράγνου καί ρϋσαι Σούς ίκέτας, πάσης κακώσεως.

Πᾶσαι  τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.


Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

Εἶτα τά παρόντα Τροπάρια.
Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς....Δόξα....Κύριε, ἐλέησον ἡμᾶς....Καὶ νῦν... Θεοτοκίον.Τῆς εὐσπλαγχνίας τὴν πύλην....

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς  Τροπάριαν.

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Πάντας τούς τήν θείαν καί σεπτήν, Σού άσπαζομένους Εικόνα, Μιχαήλ μέγιστε, πάσης άπολύτρωσαι, οργής καί θλίψεως, καί θανάτου άπάλλαξον, πικρού αιφνίδιου, καί δεινής κακώσεως, σοφέ Ταξίαρχε· όπως προστασίαις Σου θείαις, πάντοτε σωζόμενοι πόθω, τό σεπτόν Σου όνομα γεραίρομεν.

΄Έτερον όμοιον.
Δεύτε προσκυνήσωμεν πιστοί, καί μετ’ εύλαβείας καί πόθου κατασπασώμεθα, " Ηλον τον πανσέβαστον, τον καθηλώσαντα, τήν παλάμην τήν άχραντον, τού μόνου Δεσπότου, χάριν θείου Πνεύματος, τήν ένοικοΰσαν αύτω, όπως άρυόμενοι πίστει, δόξαν προσενέγκωμεν πάντες, αίνον τω Θεώ τω λυτρωτή ήμών.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.


Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.

_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης