Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1634
https://www.proseyxi.com

Παρακλητικός Κανών εις τον Άγιον Ιερομάρτυρα Ερμόλαον τον Ιαματικόν  Empty Παρακλητικός Κανών εις τον Άγιον Ιερομάρτυρα Ερμόλαον τον Ιαματικόν

Την / Το Σαβ Ιουν 29, 2019 12:35 pm
Παρακλητικός Κανών εις τον Άγιον Ιερομάρτυρα Ερμόλαον τον Ιαματικόν

Ποίημα Αρχιμ. Νικόδημου Παυλοπούλου
Παρακλητικός Κανών εις τον Άγιον Ιερομάρτυρα Ερμόλαον τον Ιαματικόν  Ermola10

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

εἶτα τά Τροπάρια·
Ἦχος δ. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῶ.

Των Ιερέων τον κλεινόν πρωτοστάτην και Παντολέοντος γενναίον αλείπτην Ιερομάρτυρα γεραίρομεν νυν ότι εμαρτύρησεν έν τοις έμπροσθεν χρόνοις και υπερεδόξασε Θαυμαστόν εν Αγίοις, τον αρχηγόν της πίστεως Χριστόν, ω και πρεσβεύει υπέρ των ψυχών ημών.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Των Λειτουργούντων τα αμέτρητα πλήθη και Αναργύρων Ιατρών η χορεία συν των Μαρτύρων τάξεσι, και πάντες ομού, δεύτε και συνέλθωμεν προς ανύμνησιν θείαν του Ιερομάρτυρος Έρμολάου του πάνυ ως Διδασκάλου και κατηχητού Παντελεήμονος άγιου και Μάρτυρος.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.. θεοτοκίον.
Ου σιωπήσομεν ποτέ, Θεοτόκε, τας δυναστείας Σου λαλείν οι ανάξιοι ει μη γαρ συ προΐστασο πρεσβεύουσα, τις ημάς ερρύσατο εκ τοσούτων κινδύνων; τις δε διεφύλαξεν έως νυν ελευθέρους; Ουκ αποστώμεν, Δέσποινα, εκ σου σους γάρ δούλους σώζεις αεί εκ παντοίων δεινών.

Ὁ  Ψαλμός Ν΄ 50.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Και ευθύς ψάλλομεν τον κανόνα, ου η ακροστιχίς
«ΔΕΗΣΙΝ ΠΛΕΚΩ ΤΗ ΕΡΜΟΛΑΟΥ ΜΝΗΜΗ.» ΝΙΚΟΔ. Π.

Ωδή α'. Ήχος πλ. δ'. Ύγράν διοδεύσας.

Δεόμενον δέξαι Ανάργυρε, Ερμόλαε Μάρτυς και δαψίλευσον επ' εμέ την του Παρακλήτου Θείαν Χάριν ην Παντολέοντι πάλαι Συ δέδωκας.

Εχόμενον πλήθεσι και σειραίς εμών εγκλημάτων, Σοι προσέρχομαι, Άγιε εν τε συντριβή και ταπεινώσει και δέομαι Σου απάλλαξον τούτων με.

Ημάρτηκα, πάτερ Ερμόλαε, ως πώττοτε άλλος ήμαρτε κατενώπιον του μόνου άμωμου και αγίου και δέομαι Σου μετάνοιαν δίδου μοι.

Θεοτοκίον.
Σωρείαν πταισμάτων εκτίναξον από της ψυχής μου, εγκαθίδρυσον δ' εν εμοί καρδίαν διψώσαν ως έλαφος το ύδωρ Κυρίου Ζωοδότου, όπερ ανέβλυσας.


Ώδή γ'. Ουρανίας αψίδος.
Ιλαρός φάνηθί μοι, θαυματουργέ Άγιε, και της αμαρτίας τον ρύπον Συ μου απόσμιξον πλείστα γάρ οίδας Συ, ως παιδευτής εν Κυρίω ιερά μαθήματα νυν παραθείναι μοι.

Νουν Χριστού φύτευσόν μοι, κατηχητά άριστε, ως Παντελεήμονι πάλαι Μεγαλομάρτυρι νουν ουρανόφρονα και καιομένην καρδίαν υπό Θείου έρωτος Συ ενεφύτευσας.

Πονηρού νυν τα βέλη και τας ενέδρας διάλυσον και του αμφιβλήστρου δαιμόνων Συ με απάλλαξον συ γάρ επάλαισας προς τον αρχέκακον όφιν και τας ελεπόλεις Συ τούτου κατέθραυσας.

Θεοτοκίον.
Λέων ώσπερ και σκύμνος περιπατών ο διάβολος την εμήν ψυχήν διαρπάσαι ζητεί Θεόνυμφε αλλά Συ φάνηθι νυν αρωγός και προστάτης και εμέ εκλύτρωσαι τούτου ως τα άχιον.

Διάσωσον από κινδύνων σους δούλους, Άγιε πάτερ, ότι πάντες εν ασθενείαις Σοι καταφεύγομεν αιτούμενοι ίασιν και υγείαν.

Επτίβλεψον εν ευμενεία πανύμνητε Θεοτόκε επί την εμήν χαλεπήν του σώματος κάκωσιν και ίασαι της ψυχής μου το άλγος.



Αἴτησις και το Κάθισμα.
Ήχος β'. Τα άνω ζητών...

Ανάργυρον, πιστοί, τον Θείον Ερμόλαον εν ύμνοις τάνύν υμνήσωμεν κραυγάζοντες Χαίροις Πάτερ κλεινέ, και της πίστεως πρόμαχε, Νικομήδειας, Μάρτυς ιερέ, και πάντας ταχέως υπεράσπησον.


Ωδή δ'. Εισακήκοα Κύριε.
Εισακήκοα, Άγιε, της Νικομήδειας φρικτόν μαρτύριον κατενόησα την κάμινον, εμακάρισά τε την Σην πρόνοιαν.

Καιομένου επάκουσον υπό αμαρτίας, κλεινέ Ερμόλαε, και την κάμινον κατάσβεσον, ην ο πονηρός μοι επροσήναψεν.

Ωραιότητος γέγονα έρημος ο τάλας των αρετών πασών δουλωθείς τω κοσμοκράτορι και τα σκότους έργα προαιρούμενος.

Θεοτοκίον.
Τιμωρίας ήλόγησα, ης οι κάκεργάται τότε μεθέξουσι εν ήμερα τη της κρίσεως καθεκάστην ενεργών, Μήτερ, τα άτοπα.


Ωδή ε'. Φώτισον ήμας.
Ήκιστα, σοφέ, εμελέτησα τα Λόγια τα εν Ευαγγελίω αγνά και εις τον γνόφον της αγνοίας εναυάγησα.

Εύροιμί Σε νυν παιδευτήν τε και διδάσκαλον ως Παντελεήμων ο κλεινός και αντιλήπτορα και πρέσβυν απροσμάχητον.

Ρύσαι, αγαθέ, των παγίδων του αλάστορος έτι δε δουλείας των παθών της αμαθείας διαλύων την σκοτόμαιναν.

Θεοτοκίον.
Μέμνησο κάμου εντυγχάνουσα πρός Κύριον εκτενώς τε εύχου δι' εμέ ως παρρησίαν κεκτημένη απαράμιλλον.


Ωδή στ'. Την δέησιν.
Ο Άξιος Αμπελώνος εργάτης συν Ερμίππω Ερμοκράτη οικεί νυν εν ταις αυλαίς ουρανών ταις αγίαις και απολαύει των πόνων τον στέφανον δεόμενος υπέρ ημών συναθλείν μετά πάντων αείποτε.

Λυτρούμενος της πύρας ην καθήψεν ο δεινός αυτοκράτωρ της Ρώμης εν τω Ναώ και κατέκαυσε τότε συν τω Ανθίμω πιστών ως που είκοσι ανθρώπων χιλιάδας, νυν και εμέ του πυρός Συ εξάρπασον.

Ανεύρε Σε συγκρυπτόμενον πάτερ τοις συνάθλοις Σου πατράσιν ο άρχων ότε αυτώ Παντολέων εξείπε την ιδιότητα Σου την παγγέραστον γενού κάμοι κατηχητής ως εκείνω και δος μοι επίγνωσιν.

Θεοτοκίον.
Ο κλύδων με των αμέτρων πταισμάτων εκταράττει και βυθώ με καθέλκει, διηνεκώς αμαρτίας, Παρθένε, αλλά προφθάσασα χείρα μοι έκτεινον και δίδου μοι προς γαληνούς μετανοίας λιμένας ορμίζεσθαι.

Άγιε ο διά λόγου τον Λόγον ανερμηνεύτως Παντολέοντι γενναίω μορφώσας επάκουσον και δίδου μοι μαρτυρίας την χάριν.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Αἴτησις και ευθύς το Κοντάκιον.
Ήχος β'. Προστασία.

Ερμηνεύ Χρίστου λογίων, πανάριστε, Παντολέοντος διδάσκαλε μέγιστε και Aνάργυρε  ως άλλων η πλειάς  Συ εκζήτησον κάμε και οδήγησον ορθώς εις οδόν του Κυρίου μου τρέχειν τε και βαδίζειν άλλους δ' αεί φωτίζειν ως παρρησίαν προς Θεόν κεκτημένος Συ Έρμόλαε.


Προκείμενον.
Θαυμαστός ο Θεός εν τοις Αγίοις Αυτού.
Στίχ. Τοις αγίοις τοις εν τη γη Αυτού εθαυμάστωσεν ο Κύριος.

Ευαγγέλιον Εκ του κατά Ματθαίον (ι', ).

Τω καιρώ εκείνω, προσκαλεσάμενος ο Ιησούς τους δώδεκα Μαθητάς αυτού, έδωκεν αυτοίς εξουσίαν κατά πνευμάτων ακαθάρτων, ώστε εκβάλλειν αυτά και θεραπεύειν πάσαν νόσον και πάσαν μαλακίαν. Τούτους απέστειλεν ό Ιησούς, παραγγείλας αυτοίς, λέγων. Εις οδόν εθνών μη απέλθητε, και εις πόλιν Σαμαρειτών μη εισέλθητε. Πορεύεσθε δε μάλλον προς τα πρόβατα τα απολωλότα οίκου Ισραήλ. Πορευόμενοι δε κηρύσσετε, λέγοντες Ότι ήγγικεν η βασιλεία των ουρανών. Ασθενούντας θεραπεύετε, λεπρούς καθαρίζετε, νεκρούς εγείρετε, δαιμόνια εκβάλλετε, δωρεάν ελάβετε δωρεάν δότε.

Δόξα...
Ταις του Αναργύρου πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.  

Καί νῦν...
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἑξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.


Στίχ. Ελεήμον, ελέησόν με, ο Θεός...
Προσόμοιον.
Ήχος πλ. β  Όλην αποθεμένοι.

Όλην συλλεξάμενος, την των Γραφών επιστήμην και παθών υπέρτερος, τον Χριστόν εκήρυξας, παναοίδιμε, και Αυτόν εμόρφωσας εν αγνή καρδία μαθητού Σου Παντολέοντος ον και ανέδειξας Μάρτυρα Ανάργυρον μεγΐστον και τούτω ηκολούθησας δεύτερος πιών το ποτήριον Συ ουν δίδαξαν με εκκλίνειν μηχανίας του εχθρού και εφαρμόζειν το θέλημα του Θεού το άγιον.


Σῶσον ὁ Θεός τόν λαόν σου .....

Ωδή Ζ'. Οι εκ της Ιουδαίας.

Υπηρέτης Κυρίου ως υπήρξας, Ερμόλαε αγιώτατε, κάμε υπηρετείν Σοι και πράττειν του Κυρίου το πανάγιον θέλημα αξίωσον και υμνείν Θεόν ευλογημένον.

Μοναστών βίου τρόπον και ανάργυρον δράσιν, πάτερ, επέδειξας αγνεύων και κηρύττων και πάντας θεραττεύων ως ηθέλησε Κύριος ο των Πατέρων ημών Θεός ευλογημένος.

Νοεράν προσευχήν Συ και παννύχιον στάσιν πάτερ εβίωσας δεόμενος Κυρίω νηστεία χαμευνία, αγρυπνία και άλλαις τε ασκητικαίς αρεταίς, Θεώ ευλογημένω.

Θεοτοκίον.
Ήμαρτε και καθ' ύπνον θέλημα Σου παρέβην, Παρθένε πάνσεμνε άλλ' οίκτειρόν με σώσον ως πρεσβεύουσα μόνη Κυρίω πάντοτε τω των Πατέρων ημών Θεώ ευλογημένω.


Ωδή η'. Τον βασιλέα.
Μονώτατόν με άμαρτίαις παντοίαις πεπαρμένον διάσωσον, πάτερ, και αξίωσον με τυχείν της σωτηρίας.

Ημάρτηκά Σοι ως ουδείς ποτέ άλλος και ελύπησα πανάγιον Πνεύμα άλλ' επίστρεψόν με υπό την τούτου σκέπην.

Μενοσηκότα κατά σάρκα και πνεύμα και κλινήρη τυγχάνοντα, Πάτερ, Συ εξέγειρόν με υμνείν σε εκ καρδίας.

Θεοτοκίον.
Ιδιωτεύειν με τω λόγω Παρθένε, και λαλείν απορούντα προσδέχου Συ η Θεόν Λόγον σαρκί γεγεννηκυία.


Ωδή θ'. Κυρίως Θεοτόκον.
Κύρω και Ιωάννη και τοις Αναργύροις Συ κατηρίθμησαι, πάτερ Ερμόλαε, και μετά τούτων απάντων πόλον κατώκησας.

Ομόνοιαν αγάπην και μακροθυμίαν αγαθωσύνην τε, πάτερ Ερμόλαε, χαράν, ειρήνην, εγκράτειαν Συ μοι βράβευσον.

Δεόμεθά Σου, Πάτερ, μετά Σων συνάθλων του συμβαδίζειν αεί ως φιλάδελφος και ενισχύειν άσφάλτως βαδίζειν πάντοτε.

Θεοτοκίον.
Παρθένε Θεοτόκε, επί Σε προσφεύγω το καταφύγιον πάντων το άμισθον και εξαιτούμαι ευρείν Σε σκέπην ασάλευτον.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια ών ή άκροστιχίς ΝΙΚΟΔΗΜΟΥ
Νόσους θεραπεύοντα των ψυχών αλλά και σωμάτων ως ανάργυρον θαυμαστόν ομολογώ κηρύττω Ερμόλαον τον Θείον και τούτω καταφεύγω ευρείν την ίασιν.

Ιασαί με πάτερ Ερμόλαε και δος μοι υγείαν ην επόθησα του λαβείν εν τω Σεπτω Ναω Σου προσφεύγων και λειψάνοις τοις Σοις αεί προσπίπτων και Σου δεόμενος.

Κόσμον καθοδήγησον προς Χριστόν Ερμόλαε Πάτερ, ως εδίδαξας τον λαόν τον της Νικομήδειας, Παντελεήμονα τε, τον μέγαν εν τοις Μάρτυσι και πανθαύμαστον.

Όλον με συμφύρεσθαι καθορών τοις πάθεσι, πάτερ, της σαρκός και του πνεύματος καθάρισον άμα και τω Χριστώ παράθου και φόβον τον Εκείνου εν εμοί φύτευσον.

Δέομαί Σου Πάτερ Ερμόλαε, και αντιβολώ Σε νεολαίαν Σου στήριξον και σώσον κινδύνων των εκ του μισοκάλου ως ποτε Συ ερρύσω Παντελεήμονα.

Ημάρτηκα σώσον, Ερμόλαε, ηνόμησα, Πάτερ, και Θεόν παρεπίκρανα αλλά Σην μοι δίδου βοήθειαν εξ ύψους και ενδυνάμωσόν με Χριστώ συντάσσεσθαι.

Μονή του Λειμώνος, Ανάργυρε, Ερμό λαε, πάτερ, καταφεύγω και δέομαι προσπίπτων Λειψάνοις τοις τεθησαυρισμένοις του έλεος ευρείν με και χάριν λήψεσθαι.

Ομοίως προστρέχω τω Σω Ναώ εν Παλαιοκήπω τω της Γέρας, τω Ιερώ, και σε λιτανεύω και δέομαι και κράζω Ερμόλαε τρισμάκαρ Συ μοι βοήθησον.

Υμνείν Σε αξίως, αξίωσον διδάσκαλε λόγων τε και πράξεων αγαθών ώστε Σε μιμείσθαι οπίσω τε βαδίζειν αγίων Σω βημάτων και καταρτίζεσθαι.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.


Τό Τρισάγιον

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

Εἶτα τά παρόντα Τροπάρια.
Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς....Δόξα....Κύριε, ἐλέησον ἡμᾶς....Καὶ νῦν... Θεοτοκίον.Τῆς εὐσπλαγχνίας τὴν πύλην....

και το Απολυτίκιον του Αγίου. Ήχος δ'.

Ως στύλος υπέρλαμπρος της Εκκλησίας Χρίστου, ο λύχνος ο άσβεστος της Οικουμένης Σοφέ, εδείχθης Ερμόλαε, έλαμψας εν τω κόσμω, δια του μαρτυρίου, δαίμονας εκδιώκων και λεπρούς καθαρίζων, διό τοις Σε ποθούσιν πιστώς βρύεις ιάματα.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν το ἑξῆς  Τροπάριον.

Ήχος β'. Ότε εκ του ξύλου Σε...

Δεύτε και προσπέσωμεν, πιστοί, τω Ναώ τω Θείω και μέγα του Ερμολάου τουτί και κατασπασώμεθα τούτου τα Λείψανα ιεράν τε και πάνσεπτον αγίαν εικόνα και καθικετεύσωμεν εκλιπαρούντες Αυτόν Πάτερ σου δεόμεθα ρύσαι πάσης θλίψεώς τε και νόσου και απάλλαξον ημάς του πολεμήτορος.

Δέσποινα πρόσεξαι τας δεήσεις των δούλων Σου και λύτρωσαι ημάς από πάσης ανάγκης και θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, ὦ Μῆτερ τοῦ Θεοῦ, φύλαξον μὲ ὑπὸ τὴν σκέπην Σου.


Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.

_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης