Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1658
https://www.proseyxi.com

Παρακλητικός Κανών εις τον Όσιο Γεράσιμο εν Κεφαλληνίας Empty Παρακλητικός Κανών εις τον Όσιο Γεράσιμο εν Κεφαλληνίας

Την / Το Τρι Ιουν 18, 2019 11:52 am
Φήμη μηνύματος : 100% (1 ψήφοι)
Παρακλητικός Κανών εις τον Όσιο Γεράσιμο εν Κεφαλληνίας

Παρακλητικός Κανών εις τον Όσιο Γεράσιμο εν Κεφαλληνίας Gerasi10


Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, είσάκουσον της προσευχής μου, ένώτισαι την δέησίν μου έν τη άληθεία σου, είσάκουσον μου έν τη δικαιοσύνη σου. Και μή είσέλθης είς κρίσιν μετά τοϋ δούλου σου, ότι ού δικαιωθήσεται ενώπιον σου πας ζών. Ότι κατεδίωξεν ό εχθρός την ψυχήν μου έταπείνωσεν είς γήν τήν ζωήν μου. Έκάθισέ με έν σκοτεινοΐς, ώς νεκρούς αίώνος, και ήκηδίασεν έπ’ εμέ τό πνεύμα μου, έν έμοι έταράχθη ή καρδία μου. Έμνήσθην ήμερων άρχαίων, έμελέτησα έν πάσι τοις έργοις σου, έν ποιήμασι των χειρών σου έμελέτων. Διεπέτασα πρός σε τάς χείράς μου ή ψυχή μου ώς γη άνυδρός σοι. Ταχύ είσάκουσόν μου, Κύριε, έξέλιπε τό πνεΰμά μου. Μή άποστρέψης τό πρόσωπόν σου άπ’ έμοΰ, και όμοιωθήσομαι τοΐς καταβαίνουσιν είς λάκκον. Άκουστόν ποίησόν μοι τό πρωΐ τό έλεός σου, ότι έπΐ σοι ήλπισα. Γνώρισόν μοι, Κύριε, όδόν εν ή πορεύσομαι, ότι πρός σέ ήρα την ψυχήν μου. Έξελοΰ με έκ των εχθρών μου Κύριε, πρός σέ κατέφυγον δίδαξόν με τοΰ ποιεΐν τό θέλημά σου, ότι σύ εί ό Θεός μου. Τό Πνεΰμά σου τό άγαθόν οδηγήσει με έν γή ευθεία ενεκεν τοΰ ονόματος σου, Κύριε, ζήσεις με. Έν τή δικαιοσύνη σου, έξάξεις έκ θλίψεως την ψυχήν μου. Καί έν τω έλέει σου έξολοθρεύσεις τούς έχθρούς μου. Και άπολεΐς πάντας τούς θλίβοντας την ψυχήν μου, ότι έγώ δοΰλός σού εΐμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

εἶτα τά Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τῷ θεοφόρῳ Γερασίμῳ προσπέσωμεν, οἱ ταῖς τοῦ βίου τρικυμίαις ποντούμενοι, ἀπὸ βαθέων κράζοντες ψυχῆς πρὸς αὐτόν· Ἅγιε Γεράσιμε, τῇ θερμῇ σου πρεσβείᾳ, σπεῦσον ἐξελοῦ ἡμᾶς, πειρασμῶν καὶ κινδύνων, καὶ Βασιλείας πάντων Οὐρανῶν, ἀξιωθῆναι, ἱκέτευε Ὅσιε.

Δόξα.
Οἱ ὑπ’ ὀδύνων χαλεπῶν κατεχόμενοι, καὶ συμφοραῖς καὶ ἀσθενείαις τρυχόμενοι, μετὰ κλαυθμῶν στενάζοντες ἐκ βάθους ψυχῆς, δράμωμεν δακρύοντες, Γερασίμου τεμένει, κράζοντες ἐκ πίστεως· ἰατρὲ τῶν νοσούντων, ταῖς σαῖς πρεσβείαις μάκαρ πρὸς Θεόν, ῥῦσαι ἡμᾶς πολυτρόπων κακώσεων.

Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.


ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Τρισμάκαρ Γεράσιμε ἐκτενῶς, δέησιν προσάγων, μὴ ἐλλείπῃς τῷ Λυτρωτῇ, κινδύνων παντοίων διασῶσαι, τοὺς ἀδιστάκτῳ τῇ πίστει τιμῶντάς σε.

Ἡ θεία σορός σου Πάτερ πιστοῖς, βρύει τὰς ἰάσεις, προσιοῦσι τῷ σῷ ναῷ, καὶ πάθη ψυχῶν τε καὶ σωμάτων, ὡς ἰατρὸς θεραπεύεις πανάριστος.

Νοσοῦσάν μου ἴασαι τὴν ψυχήν, Γεράσιμε μάκαρ, τῶν νοσούντων ὁ ἰατρός, καὶ βαίνειν τὰς τρίβους τοῦ Κυρίου, σῇ μεσιτείᾳ παμμάκαρ ἐνίσχυσον.

Θεοτοκίον.
Δυσώπει Παρθένε τὸν Σὸν Υἱόν, σὺν τῷ Γερασίμῳ, νεκρωθεῖσάν μου τὴν ψυχήν, ζωῶσαι ὁ πάλαι τὸν τῆς χήρας, υἱὸν ζωώσας τῷ θείῳ προστάγματι.


ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἔχοντές σε προστάτην πρὸς τὸν Θεὸν ἔνδοξε, οἱ Κεφαλληναῖοι τιμῶμεν καὶ ἱκετεύομεν, Πάτερ Γεράσιμε, τοὺς σὲ πιστῶς εὐφημοῦντας, πειρασμῶν ἀπάλλαξον τῇ μεσιτείᾳ σου.

Ἱκετεύομεν Πάτερ τὰ τῆς ψυχῆς ἴασαι, πάθη καὶ τὰ τραύματα ταύτης τάχος θεράπευσον, τῶν εὐφημούντων σε, καὶ γεραιρόντων ἐκ πόθου, μοναζόντων καύχημα μάκαρ Γεράσιμε.

Εὐμενῆ σε προστάτην πρὸς τὸν Θεὸν Ὅσιε, πάντες προβαλλόμεθα Πάτερ, θεῖε Γεράσιμε, καθικετεύοντες, πειρατηρίων παντοίων, λυτρωθῆναι ἅπαντας τῇ μεσιτείᾳ σου.

Θεοτοκίον.
Παναγία Παρθένε τὸν Λυτρωτὴν τέξασα, λύτρωσαι παντοίων κινδύνων τοὺς Σοὶ προστρέχοντας, καὶ ἀνυμνοῦντάς Σε, Θεοκυήτορ Μαρία, τῶν πιστῶν βοήθεια μόνη Πανύμνητε.


Διάσωσον, ἀπὸ κινδύνων Γεράσιμε τὴν σὴν νῆσον, καὶ τὴν ποίμνην ἧς ἐκ Θεοῦ προστάτης γεγένησαι, καὶ ἄγρυπνος φύλαξ τούτων καὶ ῥύστης.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Κάθισμα.
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.

Προστάτης θερμὸς ὑπάρχεις ὦ Γεράσιμε, τοῖς πόθῳ τῷ σῷ, τεμένει προσπελάζουσι, καὶ πιστῶς γεραίρουσι, καὶ βοῶσί σοι πανσεβάσμιε· ἐκ τῶν κινδύνων λύτρωσαι ἡμᾶς, ὡς μέγας ἡμῶν φύλαξ καὶ πρόμαχος.


ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Θεοφόρε Γεράσιμε, λύτρωσαι κινδύνων τοὺς σὲ γεραίροντας, καὶ προστρέχοντας τῇ σκέπῃ σου, ὅπως σὲ ἀπαύστως μακαρίζομεν.

Ἱκετεύομεν Ὅσιε, τὴν νενεκρωμένην ψυχὴν ἡμῶν ζώωσον, καὶ ἀνάστησον πρεσβείαις σου, ἐκ βυθοῦ θανοῦσαν ἀπογνώσεως.

Ὃν ἐπόθησας Ὅσιε, σάρκα δι’ Ὅν ἔτηξας καθικέτευε, τοῖς ὑμνοῦσί σε δωρήσασθαι, τῶν πλημμελημάτων τὴν συγχώρησιν.

Θεοτοκίον.
Ταῖς Μητρός Σου δεήσεσι, καὶ τοῦ Σοῦ Ὁσίου Κύριε δώρησαι, τοῖς οἰκέταις Σου τὴν ἄφεσιν, τῶν πλημμελημάτων Ὑπεράγαθε.


ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Γερασίμου τοῦ θείου, ταῖς πανευπροσδέκτοις ὁ Θεὸς δεήσεσι, σκότους ἐξωτέρου, καὶ γεέννης τοὺς δούλους Σου λύτρωσαι, καὶ τῆς Βασιλείας τῶν Οὐρανῶν ἀξιωθῆναι, καταξίωσον μόνε Μακρόθυμε.

Παρεστὼς τῇ Τριάδι, Πάτερ παμμακάριστε θεῖε Γεράσιμε, ὑπὲρ τῶν σῶν δούλων, καθικέτευε ταύτην μακάριε, τοῦ ῥυσθῆναι πάντας, βιωτικῶν πειρατηρίων, τοὺς προστρέχοντας πίστει τῇ σκέπῃ σου.

Ἀναιμάκτους θυσίας, λειτουργῶν προσέφερες Θεῷ τρισόλβιε, Ἱερεὺς ὐπάρχων, τοῦ Ὑψίστου Γεράσιμε πάντιμε· ἀλλὰ τοῦτον Πάτερ, ἐκδυσωπῶν μὴ διαλείπῃς, ὑπὲρ πάντων τῶν πίστει τιμώντων σε.

Θεοτοκίον.
Θεοτόκε Παρθένε, καύχημα καὶ στήριγμα πιστῶν Πανάμωμε, ἡ Θεογεννήτωρ, καὶ τῆς κτίσεως πάσης Βασίλισσα, τοὺς ὑμνολογοῦντας, τὸν Σὸν Υἱὸν λύτρωσαι πάσης, ἐπηρείας δεινοῦ πολεμήτορος.


ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.
Ἡ σὴ παμμάκαρ ψυχῇ, τοῖς οὐρανοῖς ἐγκατώκησε, τὸ σῶμά σου δὲ τῇ γῇ, ὑπάρχον ἐξαίσια, τελεῖ τὰ τεράστια, ψυχῶν καὶ σωμάτων, θεραπεῦον τὰ νοσήματα.

Σαῖς εὐπροσδέκτοις εὐχαῖς, συντήρει μάκαρ Γεράσιμε, τοὺς πόθῳ εἰλικρινεῖ, ψυχῆς τε ἁγνότητι, τιμῶντάς σε ἔνδοξε, καὶ προσκαλουμένους, σοῦ τὴν ἄμαχον ἀντίληψιν.

Μεσίτην πρὸς τὸν Θεόν, σὲ εὐμενῆ προβαλλόμεθα, Γεράσιμε ἱερέ, ὑπάρχεις γὰρ στήριγμα, καὶ καύχημα Ὅσιε, τῶν πιστῶν καὶ κλέος, ἡμῶν Πάτερ πανσεβάσμιε.

Θεοτοκίον.
Ἡ βάτος τῷ Μωϋσῇ, Σὲ προετύπου Πανάμωμε· ἐκ Σοῦ γὰρ ὁ Λυτρωτής, τεχθεὶς ὡς ηὐδόκησε, διέσωσεν Ἄχραντε, τοὺς προσκαλουμένους, Σοῦ τὴν ἄμαχον βοήθειαν.


Διάσωσον, ἀπὸ κινδύνων Γεράσιμε τὴν σὴν νῆσον, καὶ τὴν ποίμνην ἧς ἐκ Θεοῦ προστάτης γεγένησαι, καὶ ἄγρυπνος φύλαξ τούτων καὶ ῥύστης.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.

Οἱ ποθοῦντες τῶν ἀσθενειῶν ἀναῤῥώσασθαι, Γερασίμου τῷ σεπτῷ τεμένει προσδράμωμεν, καὶ ἐγγίζοντες εὐλαβῶς τῇ θείᾳ αὐτοῦ σορῷ, μετὰ πόθου κράξωμεν αὐτῷ, ὡς ἐκ Θεοῦ χάριν λαβὼν τοὺς νοσοῦντας ἰάσασθαι· τάχυνον ἐξελέσθαι, παντοίων πειρατηρίων, καὶ τῶν ἐχθίστων δυσμενῶν, τοὺς ἐν πίστει ἀνυμνοῦντάς σε.


Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ. Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ, περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν;
Εὐαγγέλιον ἐκ τοῦ κατὰ Ματθαῖον (Κεφ. ια΄ 27-30).

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱόν, εἰμὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰμὴ ὁ Υἱός καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κᾀγὼ ἀναπαύσω ἡμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾷος εἰμί καὶ ταπεινὸς τῇ καρδίᾳ καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γὰρ ζυγός μου χρηστός καὶ τὸ φορτίον μου ἐλαφρὸν ἐστί.


Δόξα.
Ταῖς τοῦ Σοῦ Ὁσίου πρεσβείαις ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.


Στ. Ἐλέησόν με, ὁ Θεός...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Μάκαρ θεοφόρε Γεράσιμε, σὲ καὶ ζῶντα περιχαρῶς ἐπλουτήσαμεν, καὶ μετὰ θάνατον ἔχειν σε, ἠξιώθημεν πανθαύμαστε· διὸ τὸ θεῖόν σου, καὶ σεβάσμιον σκῆνος εὐλαβῶς ἀσπαζόμενοι, δυσωποῦμέν σε, τὸν Θεὸν ἱκετεύειν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.


ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τῶν Ἀγγέλων ὑπάρχων, ἰσοστάσιος ὄντως Πάτερ τρισόλβιε, Γεράσιμε θεόφρων, ἐκλύτρωσαι κινδύνων, τοὺς ἐν πίστει κραυγάζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Σεαυτὸν τῷ Κυρίῳ, προσενήνοχας Πάτερ θῦμα εὐπρόσδεκτον, Γεράσιμε θεόφρων, καὶ νῦν μὴ διαλείπῃς, ἐποπτεύων τοὺς μέλποντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ἀμυθήτους ἀγῶνας, ἐπὶ γῆς ἠγωνίσω Πάτερ Γεράσιμε, καὶ νῦν ταῖς οὐρανίαις, συνῶν χοροστασίαις, περιφρούρει τοὺς μέλποντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.
Πανύμνητε Παρθένε, ἡ Θεὸν σαρκωθέντα κόσμῳ κυήσασα, παντοίων ἀλγηδόνων, ἀπάλλαξον τοὺς πίστει, τῷ Υἱῷ Σου κραυγάζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.


ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τῇ σῇ πρεσβείᾳ, τὰς τῶν ψυχῶν ἀῤῥωστίας, τῶν σὲ τιμώντων θεραπεύεις τρισμάκαρ· ὅθεν σὲ τιμῶμεν, Γεράσιμε θεόφρων

Πρὸς τὸν Δεσπότην, σὲ προβάλλοντες πρέσβυν, ἀπὸ κινδύνων ἐκλυτρούμεθα μάκαρ, σαῖς πανευπροσδέκτοις, πρὸς τὸν Θεὸν πρεσβείαις.

Τὰ τῆς ψυχῆς μου, ἀποκάθαρον πάθη, σῇ μεσιτείᾳ θεοφόρε τρισμάκαρ, ὅπως σέ γεραίρω, Γεράσιμε θεόφρων.

Θεοτοκίον.
Τὴν ἐκτακεῖσαν, ἁμαρτίαις ψυχήν μου, Σῇ μεσιτείᾳ καταδρόσισον Κόρη, ὅπως Σὲ δοξάζω, εἰς πάντας τοὺς αἰῶνας.


ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Εἰρήνην οὐρανόθεν, Ὅσιε τρισμάκαρ, καταπεμφθῆναι δυσώπει πανόλβιε, τοῖς καθαρᾷ διανοίᾳ σὲ μακαρίζουσιν.

Χαρᾶς καὶ εὐφροσύνης, ἔμπλησον θεόφρων, τοὺς προσιόντας τῷ θείῳ τεμένει σου, καὶ τὸν Δεσπότην ᾀεὶ μεγαλύνουσι.

Καταύγασον τὰς κόρας, μάκαρ τῆς ψυχῆς μου, πεπορωμένας καὶ τρέχειν ἐνίσχυσον, πρὸς τρίβους θείας τὸν σὲ μακαρίζοντα.

Θεοτοκίον.
Τὴν ὄντως Θεοτόκον, πάντες Σὲ τιμῶμεν, καὶ ἀσιγήτως τὸ χαῖρέ Σοι κράζομεν· Σὺ γὰρ ἐκύησας κόσμῳ τὴν ἀγαλλίασιν.


Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Τῆς Πελοποννήσου θεῖος βλαστός, καὶ Κεφαλληνίας, ὁ ἀσύλητος θησαυρός, καὶ πάσης Ἑλλάδος, τὸ καύχημα τὸ μέγα, Γεράσιμε θεόφρων, σκέπε τὴν νῆσόν σου.

Τίς μὴ ἐκπλαγῇ τοὺς σοὺς πολλούς, ἀγῶνας παμμάκαρ, καὶ τὰ θαύματα τὰ σεπτά, ἅπερ ἐπετέλεις, Γεράσιμε θεόφρων· διὸ λιταῖς σου θείαις, ἡμᾶς περίσωζε.

Μέγιστος ὑπάρχεις ἡμῶν φρουρός, φύλαξ καὶ προστάτης, ἀντιλήπτωρ καὶ πρεσβευτής, ἐν κινδύνοις ῥύστης, λοιμοῦ τε καθαιρέτης, Γεράσιμε τρισμάκαρ· διὸ τιμῶμέν σε.

Χαίροις Ἐκκλησίας νέος ἀστήρ, Ἱερέων δόξα, μοναζόντων ὑπογραμμός, Ἀσκητῶν λαμπρότης, τῆς χάριτος δοχεῖον, προστάτης δὲ καὶ σκέπη, ἡμῶν Γεράσιμε.

Πηγὴν θαυματόβρυτον τὸ σεπτόν, σκῆνός σου παμμάκαρ, κεκτημένοι παρὰ Θεοῦ, ἐν σοὶ χαρμοσύνως, ἡ νῆσός σου καυχᾶται, Γεράσιμε ἣν φρούρει, σαῖς εὐχαῖς πάντοτε.

Χαίροις ὁ Τρικάλων γόνος λαμπρός· χαίροις Κεφαλλήνων, ἀπροσμάχητος  βοηθός· χαίροις Ἱερέων, τὸ σέμνωμα καὶ κλέος, Γεράσιμε τρισμάκαρ, πιστῶν τὸ καύχημα.

Τὸν φωστῆρα πάντες τὸν παμφαῆ, τὸν ἐκ τῶν Τρικάλων, ἀπαστράψαντα φαεινῶς, τῶν Ὁσίων δόξα, καὶ κλέος Ἱερέων, Γεράσιμον τὸν θεῖον, πάντες ὑμνήσωμεν.

Δόξα Σοι Παράκλητε Ἀγαθέ, ὅτι καταισχύνεις, τοὺς τολμῶντας καινοτομεῖν, ἐν τῷ μυστηρίῳ, τῆς θείας μετουσίας, δοξάζων τοὺς ἐμμένοντας τῇ ἐμπνεύσει σου.

Ποίμνης σου παμμάκαρ ἧς ἐκ Θεοῦ, φύλαξ ἐπιστεύθης, τοῦ ἡγεῖσθαι αὐτῆς θερμῶς, σκέπε φρούρει ταύτην, ἐχθίστων ἀοράτων, παντοίων ὁρατῶν τε, θεῖε Γεράσιμε.

Κόπους τε καὶ πόνους οὓς δι’ αὐτήν, ἤνυσας παμμάκαρ, περιόντος σου ἐν τῇ γῇ, πρέσβευε τηρεῖσθαι, τοὶς θήρας ἐκδιώκων, συλῆσαι τοὺς ζητοῦντας, καὶ ἀφανίσαι σπεύδοντας.

Ἐκτενῶς ἱκέτευε πρὸς Θεόν, ὑπὲρ τῆς σῆς νήσου, εἰρηναίαν ταύτην τηρεῖν, καὶ λυτροῦσθαι πάντων, δεινῶν τε καὶ κινδύνων, Ὁσίων νέων δόξα, θεῖε Γεράσιμε.

Δέχου ταῖς πρεσβείαις Παμβασιλεῦ, τοῦ θεράποντός Σου, Γερασίμου νῦν τοῦ σεπτοῦ, καὶ τὴν ποίμνην ταύτην, ἀπήμονα συντήρει, ἐχθίστων πάσης βλάβης, ὅπως δοξάζῃ Σε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.


Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.


Εἶτα τά παρόντα Τροπάρια.
Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς....Δόξα....Κύριε, ἐλέησον ἡμᾶς....Καὶ νῦν... Θεοτοκίον.Τῆς εὐσπλαγχνίας τὴν πύλην....

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν το ἑξῆς  Τροπάριαν.

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Πάντες, οἱ ἐκ νόσων χαλεπῶν, καὶ κινδύνων ἄλλων παντοίων, δεινῶς θλιβόμενοι νῦν, ἔνθα τὰ ἰάματα, θαυματοβρύτου σοροῦ, Γερασίμου ἐκβλύζουσιν, ὡς ῥεῖθρα Νειλῷα, σπεύδοντες προσπέσωμεν, γονυκλινῶς ἐν κλαυθμῷ, ῥῦσαι ἐκβοῶντες σοὺς δούλους, ἐκ πειρατηρίων καὶ νόσων, καὶ παντοίων θλίψεων, Γεράσιμε.

Ὄντως, ἀνεδείχθης ἐκ Θεοῦ, ἄκρος ἀκεστὴρ ἀντιλήπτωρ, τὰ πάθη πάντων πρὸς σέ, πόθου τε καὶ πίστεως, προσπεφευγόντων θερμῶς, ἀναργύρως ἰώμενος, Γεράσιμε θεῖε· ὅθεν σοῦ δεόμεθα, περιπτυσσόμενοι νῦν, θείαν σου σορὸν καὶ βοῶντες, οἴκτειρον ἡμᾶς ταῖς λιταῖς σου, καὶ δεινῶν παντοίων ἐλευθέρωσον.

Πάντας, ἡμᾶς οἴκτειρον Ἁγνή, Μῆτερ τοῦ Θεοῦ καὶ Παρθένε, προσπεφευτόντας ἐν Σοί, καὶ Σοῦ τὴν ἀντίληψιν ἐπιζητοῦντας θερμῶς, Σὸν οἰκέτην προβάλλοντες, Γεράσιμε θεῖον, πρέσβυν νῦν πανάριστον, οὗ ταῖς εὐχαῖς τῶν δεινῶν, ῥῦσαι καὶ φθορᾶς καὶ κινδύνων, καὶ ἐπιτυχεῖν Βασιλείας, Σοῦ Υἱοῦ ἀξίωσον δεόμεθα.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.


Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.

_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης