Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1758
https://www.proseyxi.com

Χαιρετισμοί εις τον 'Οσιο Γεράσιμο εν Κεφαλληνίας Empty Χαιρετισμοί εις τον 'Οσιο Γεράσιμο εν Κεφαλληνίας

Τρι Ιουν 18, 2019 11:41 am
Χαιρετισμοί εις τον Όσιο Γεράσιμο εν Κεφαλληνίας

Χαιρετισμοί εις τον 'Οσιο Γεράσιμο εν Κεφαλληνίας Gerasi10

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Ὡς ἀντιλήπτωρ καὶ θερμὸς προστάτης ἔνδοξε, ᾀεὶ προφθάνεις βοηθὸς ἐν περιστάσεσι· διὸ ᾄσμασι Γεράσιμε θεοφόρε, εὐφημοῦμέν σε πιστῶς καὶ ἐπιγράφομεν, τῆς σῆς νήσου τὸν προστάτην συμπαθέστατον, ἀνακράζοντες·
Χαίροις Πάτερ Γεράσιμε.

Ἄγγελος οὐρανόφρων, ἐγνωρίσθης ἐν κόσμῳ, Γεράσιμε ὡς ἄϋλος βιώσας (γ΄)· τὸ δὲ σῶμά σου ἄφθαρτον μένον, καὶ εὐωδίαν βλύζον ἀέναον, ἐξιστᾷ τοὺς ὁρῶντας, καὶ πείθει βοᾷν πρὸς σὲ τοιαῦτα

Χαῖρε, ἡ δόξα τῶν Ἱερέων
χαῖρε,  τὸ κλέος τῶν μοναζόντων.
Χαῖρε, τῶν ἁγίων Ἀγγέλων ὁ σύσκηνος
χαῖρε,  τῆς Τριάδος ὁ οἶκος ὁ πάντερπνος.
Χαῖρε, ὕψος θείας γνώσεως, δυσερμήνευτος πολλοῖς
χαῖρε,  βάθος ταπεινώσεως, δυσαντίβλεπτον βροτοῖς.
Χαῖρε, ὅτι ὡράθης θεωρίας ἀκρότης
χαῖρε,  ὅτι ἐφάνης πρακτικῆς ποδηγέτης.
Χαῖρε, Κεφαλληνίας ἀδιάσειστος στύλος
χαῖρε,  ὁ τοῦ Κυρίου γνησιώτατος φίλος.
Χαῖρε, λαμπτὴρ εὐσεβοῦς ἀληθείας
χαῖρε,  σφραγὶς νεαρᾶς ἐργασίας.

Χαῖρε, Πάτερ Γεράσιμε.

Βλέπουσα Κεφαλλήνων, ἡ περίφημος νῆσος, τὸ θαῦμα τοῦ σεπτοῦ σου λειψάνου, σὺν πόθῳ τὴν ἀέναον χάριν, καὶ ἰάσεων παροχὴν γεραίρει σου Γεράσιμε, βοῶσα πρὸς Θεὸν τὸν ὕμνον

Ἀλληλούϊα.

Γνῶσιν ἔνθεον ἔχων, τῶν Ὁσίων ἀκρότης, ἀνέδραμες πρὸς γῆν τῆς ἐπαγγελίας, καὶ ἐν ἐρήμῳ τεσσαράκοντα ἡμέρας ἄσιτος μείνας, ἔλαβες τὴν χάριν προορᾷν τὰ μέλλοντα, καὶ παρ’ ἡμῶν ἀκούεις

Χαῖρε, ὁ μῦρα ἐκ τῆς σωροῦ σου βρύων
χαῖρε,  ὁ ζῆλον ἐν καρδίᾳ σου φέρων.
Χαῖρε, Ὁσίων τῶν σεπτῶν ἡ ἀκρότης
χαῖρε,  Ἁγίων καθαρῶν ἡ λαμπρότης.
Χαῖρε, χοροστασίαις τῶν Ἀγγέλων οἰκήσας
χαῖρε,  τοῦ Παραδείσου τῆς τρυφῆς ἀπολαύσας.
Χαῖρε, ὁ ζῶν ψυχῇ σου, καὶ θανὼν ἐν τῷ σώματι
χαῖρε,  ὁ τὴν ζωήν σου, οὐρανοῦ ἔχων δόματι.
Χαῖρε, ὁ τὴν αἱμόῤῥουν ὑγειάνας τοῦ πάθους
χαῖρε,  ὁ τὴν γυναῖκα ἐξελκύσας τοῦ βάθους.
Χαῖρε, τῶν ἐν θαλάσσῃ ὁδηγὸς καὶ προστάτης
χαῖρε,  τῶν ἐν κινδύνοις σωτηρία καὶ ῥύστης.

Χαῖρε, Πάτερ Γεράσιμε.

Δύναμις οὐρανόθεν, σοὶ ἐδόθη τρισμάκαρ, Γεράσιμε ἄσιτος διαμένων, κολοκύνθην μόνην χρώμενος, τοῦ πνεύματος πρόνοιαν ποιῶν, οὐ σώματος ἐπίδοσιν ζητῶν καὶ λέγων

Ἀλληλούϊα.

Ἔχουσα πολιοῦχον, καὶ φωστῆρά σε μέγαν, Κεφαλληνία ἐγκαυχᾶται μέγα ἐπὶ σοί, καὶ γηθομένη Πνεύματος, βοᾷ σοι ψάλλουσα ταῦτα

Χαῖρε, θαυμάτων πηγὴ ἀνεξάντλητος
χαῖρε,  δογμάτων ὀρθῶν φύλαξ ἄγρυπνος.
Χαῖρε, λυπουμένων ταχεῖα παράκλησις
χαῖρε,  πλανωμένων ἑτοίμη ἀνάκλησις.
Χαῖρε, λύχνε διακρίσεως, ἀπαστράπτων ἐμφανῶς
χαῖρε,  ἄστρον διοράσεως, καταυγάζων τηλαυγῶς.
Χαῖρε, πηγὴ θαυμάτων ἀκένωτος
χαῖρε,  πληγὴ δαιμόνων ἀνίατος.
Χαῖρε, τῆς ἐγκρατείας ὁ σοφὸς παραινέτης
χαῖρε,  τῆς ἀκρασίας ὁ ταχὺς ἀναιρέτης.
Χαῖρε, Χριστοῦ τὸ θεῖον ὀσφράδιον
χαῖρε,  πιστῶν τὸ μέγα προπύργιον.

Χαῖρε, Πάτερ Γεράσιμε.

Ζάλην πᾶσαν τοῦ κόσμου, ἐκφυγὼν θεομάκαρ, ἡσύχασας Ὁμαλῶν ἐν τῷ ὄρει, καὶ θαυμάτων πλήθει ἐνεργῶν, διέσωσας πρὸς ὅρμον γαληνόν, μοναστρίας τῆς ἄνω Βασιλείας κράζων

Ἀλληλούϊα.

Ἤκουσαν ἐκ περάτων, Γερασίμου τὰ ξένα, θαύματα ἃ τελεῖ καθ’ ἑκάστην, καὶ δραμόντες οἱ νοσοῦντες, τούτου τὰ σεπτὰ ἔβλεπον πάσῃ τῇ γῇ θαυμάσια πηγάζοντα, ὃν καὶ τιμῶντες εἶπον

Χαῖρε, ὁ ἀνταλλάξας φθαρτῶν τὰ οὐράνια
χαῖρε,  ὁ καταῤῥάξας δαιμόνων φρυάγματα.
Χαῖρε, ὁ συνεδριάζων τοῖς ἀΰλοις Ἀγγέλοις
χαῖρε,  ὁ συγχορεύων ἀπ’ αἰώνων Ἁγίοις.
Χαῖρε, σοφῶν Ἀγγέλων, ὁ θερμώτατος σύνδουλος
χαῖρε,  τῶν μοναζόντων ἐμφρονέστατος σύμβουλος.
Χαῖρε, Ὁσίων τῶν σεπτῶν ἐγκαλλώπισμα
χαῖρε,  Πατέρων τὸ λαμπρὸν ἀγαλλίαμα.
Χαῖρε, στεῤῥὸν παθῶν ἀποτρόπαιον
χαῖρε,  Θεοῦ ὁ φέρων τὸ τρόπαιον.
Χαῖρε, σοφῶν ὑπερβαίνων τὴν γνῶσιν
χαῖρε,  πιστῶν καταυγάζων τὰς φρένας.

Χαῖρε, Πάτερ Γεράσιμε.

Θεοφόρον νομίζων, τὸν Γεράσιμον εἶναι, θερμός τις νεανίας ἐν πίστει· δι’ αὐτοῦ ἐῤῥύσθη δαίμονος, καὶ λήψας μὲν τὴν λύτρωσιν, ἐχάρη πρὸς αὐτόν, κραυγάζων μετὰ πόθου ἔνθους τῷ Σωτῆρι

Ἀλληλούϊα.

Ἴθυνάς σου τὸν βίον, πρός  οὐράνιον δρόμον, Γεράσιμε Ὁσίων τὸ κλέος· δι’ ἀσκήσεως ὑψηλῆς, καὶ ἀγωγῆς ἐνθέου, πρὸς ὃν ἑπόμενοι ἡμεῖς, βοῶμέν σοι ἐκ πόθου ταῦτα

Χαῖρε, ἡ στάθμη τῆς ἐγκρατείας
χαῖρε,  ὁ λύχνος τῆς εὐσεβείας.
Χαῖρε, τῆς ἀσκήσεως ἔμψυχον ἄγαλμα
χαῖρε,  τοῦ μονήρους βίου ἐκτύπωμα.
Χαῖρε, ὁ ἀκρότατος ὅρος, παρθενίας ἀληθοῦς
χαῖρε,  ὁ θειότατος τύπος, θεωρίας εὐαγοῦς.
Χαῖρε, ἀκτημοσύνης ὁ λαμπρὸς εἰσηγήτωρ
χαῖρε,  ἁγιωσύνης ὁ σοφὸς παρακλήτωρ.
Χαῖρε, κανὼν τῆς νηστείας ἰσάγγελος
χαῖρε,  εἰκὼν ἁγνοίας θεόδοτος.
Χαῖρε, ὀρθῆς πολιτείας ὁ γνώμων
χαῖρε,  σοφῆς προμηθείας νοήμων.

Χαῖρε, Πάτερ Γεράσιμε.

Κόσμου ἡδυπαθείας, καὶ σαρκὸς προμηθείας, ἠλόγησας Γεράσιμε μάκαρ, κολοκύνθιον δὲ τροφὴν ὑδροπατῶν ἔσχες, καὶ πενιχρὸν ἱμάτιον, ψυχῆς μόνον ἐπιμελούμενος, καὶ λέγων

Ἀλληλούϊα.

Λόγοις ἐν τῇ ζωῇ σου, τὴν σὴν ποίμνην ἐκθρέψας, ὡδήγησας ζωῆς ἐπὶ χλόην· μετὰ πότμον δὲ πάλιν, οἷα πατὴρ φιλόστοργος, θαύμασι, παραδόξως στηρίζεις, ἰώμενος τοὺς πάσχοντας δεινῶς, ἀνθ’ ὧν βοῶσι

Χαῖρε, λαμπρὸν Τριάδος κειμήλιον
χαῖρε,  τερπνὸν ἁγνείας θησαύρισμα.
Χαῖρε, ὁ πρὸ θανάτου τελῶν τὰ θαυμάσια
χαῖρε,  ὁ μετὰ πότμον ἐνεργῶν τὰ τεράστια.
Χαῖρε, ὡς νεκρὸς ἐν θήκῃ σου κείμενος
χαῖρε,  ὥσπερ ζῶν ἐν πόλῳ ἑλκόμενος.
Χαῖρε, ὁ ἀνυμνοῦσι Κεφαλλήνων τὰ πλήθη
χαῖρε,  ὃν εὐφημοῦσι μοναζόντων τὰ στίφη.
Χαῖρε, λαμπτὴρ ἐν τῷ μέσῳ Ὁσίων
χαῖρε,  βολὶς τῶν ἐνθέων χαρίτων.
Χαῖρε, ἀμαράντινον δεξάμενος στέφανον
χαῖρε,  τὸν ἀοίδιμον κληρωσάμενος θάλαμος.

Χαῖρε, Πάτερ Γεράσιμε.

Μέλλων σὺ ὦ τρισμάκαρ, ἐκ ζωῆς τῆς προσκαίρου, μεθίστασθαι πρὸς μονὰς οὐρανίους, κλίνας γόνυ εὐχόμενος ἐκτενῶς, τὸ πνεῦμά σου χερσὶ Θεοῦ παρέθου· δι’ ὅπερ ἐξεπλάγησαν οἱ βλέποντες καὶ ᾖδον

Ἀλληλούϊα.

Νέον ᾆσμα εὑρόντες, λιγυρὸν Γερασίμου, βοῶμεν τὰ ἐφύμνια τούτῳ· ῥώννυσι γὰρ νοσοῦντας, δαιμονῶντας ἰᾶται, καὶ πᾶσι τὰ αἰτήματα δωρεὰν νέμει, ᾧ πάντες εὐλαβῶς βοῶμεν

Χαῖρε, ὁ διαπτύσας τὰ ἡδέα τοῦ βίου
χαῖρε,  ὁ διαλύσας τὰ πικρὰ τῶν ἐν βίῳ.
Χαῖρε, ὁ πηγῶν θαυμάτων τὸ σῶμά σου δείξας
χαῖρε,  ὁ τὴν σὴν ψυχὴν μετ’ Ἀγγέλων συμμίξας.
Χαῖρε, ὅτι ἐφρόνεις τοῦ Χριστοῦ καὶ Θεοῦ σου
χαῖρε,  ὅτι ἐπόθεις τὰ τερπνὰ Παραδείσου.
Χαῖρε, δρόμον οὐρανοῦ ὑψιβάτης φοιτήσας
χαῖρε,  δόμους καθαροὺς ἐν ὑψίστοις οἰκήσας.
Χαῖρε, ὅτι Ἀγγέλους συμπολίτας νῦν ἔχεις
χαῖρε,  ὅτι Ἁγίους συνοδίτας κατέχεις.
Χαῖρε, δι’ οὗ εὐσεβεῖς φωταγωγοῦνται
χαῖρε,  δι’ οὗ ἀσεβεῖς πυρπολοῦνται.

Χαῖρε, Πάτερ Γεράσιμε.

Ξένον θαῦμα ὁρῶμεν, πολυχρόνιον νέκυν, ὡς ζῶντα νῦν ἐν θήκῃ τελοῦντα· διὰ τούτου γὰρ ὁ ὑψηλὸς Θεὸς τοῖς ἐν γῇ οἰκοῦσιν εὐπίστως δέδωκεν διώκειν τὰ δαιμόνια, πρὸς ὃν βοῶμεν

Ἀλληλούϊα.

Ὅλος ὢν ἐν τοῖς κάτῳ, τῇ σαρκὶ καὶ τῶν ἄνω, οὐδ’ ὅλως ἀπὴν τῇ ψυχῇ ὁ Γεράσιμος, ὄντως θαῦμα πάντα νοῦν, καὶ ἀκοὴν ἐκπλήττον· δι’ ὅπερ ἐκπληττόμενοι, βοῶμεν πρὸς αὐτὸν τοιαῦτα

Χαῖρε, σοφίας Θεοῦ ὁ πλήρης
χαῖρε,  προνοίας Αὐτοῦ ὁ μύστης.
Χαῖρε, ῥήτωρ θεοδίδακτε, πρὸς Χριστοῦ ἐκδιδαχθείς
χαῖρε,  ῥεῖθρα τῶν ἰάσεων, ὁ πηγάζων τοῖς πιστοῖς.
Χαῖρε, ὁ πρὸ θανάτου καθαρῶς βιωτεύσας
χαῖρε,  ὁ μετὰ πότμον, πρὸς Θεὸν ἐκδημήσας.
Χαῖρε, ἐν ᾧ ἡ λάμψις Θεοῦ ἐνίδρυσε
χαῖρε,  ἐν ᾧ ἡ χάρις Αὐτοῦ ἐνώκησε.
Χαῖρε, τῶν εὐσεβούντων ἡ ὀρθόδοξος στάθμη
χαῖρε,  τῶν ἀπιστούντων ἡ ὀξύθυμος σπάθη.
Χαῖρε, ὁ ἀναστέλλων τῶν δαιμόνων μανίας
χαῖρε,  ὁ ἀνατέλλων τῶν θαυμάτων ἀκτίνας.

Χαῖρε, Πάτερ Γεράσιμε.

Πᾶσαν χάριν ἐδέξω, οὐρανόθεν τρισμάκαρ Γεράσιμε, τὰ θαυμάσια πράττειν· ἐνασκήσας γὰρ καλῶς, ὥσπερ ἄσαρκος, ὅροι σοι φύσεως εἴρηκαν, ἀλώβητον τὸ δῆμά σου μένον εἰσέτι ἰώμενον τοὺς μέλποντας

Ἀλληλούϊα.

Ῥωμαλαῖος προστάτης, τῆς Χριστοῦ Ἐκκλησίας, ἐδείχθης ὦ Γεράσιμε μάκαρ, καὶ λαοῦ πιστοῦ ὑπέρμαχος μέγας, γνωρίζει πάντοτε δεινῶν πολλῶν λυτρούμενος, καὶ συγκινῶν αὐτοὺς βοᾷν σοι

Χαῖρε, λαοῦ εὐσεβοῦς τὸ τεῖχος
χαῖρε,  ἐθνῶν χριστωνύμων τὸ σθένος.
Χαῖρε, στεῤῥὸν μοναστῶν τὸ ἐνίσχυμα
χαῖρε,  λαμπρὸν Ἱερέων τὸ καύχημα.
Χαῖρε, ταῖς ὑμνηταῖς σου πᾶσαν χάριν πορίζων
χαῖρε,  τοῖς ἀσθενοῦσι πᾶσαν ἴασιν νέμων.
Χαῖρε, ἔνθεος στήλη τῶν χαρίτων ὑπάρχων
χαῖρε,  θείᾳ δυνάμει τῶν δαιμόνων κατάρχων.
Χαῖρε, ἁγνὸν Θεοῦ οἰκητήριον
χαῖρε,  σεμνὸν Χριστοῦ τὸ εὐλόγιον.
Χαῖρε, ὀσμὴ τῆς Χριστοῦ εὐωδίας
χαῖρε,  τρυφὴ τῆς πιστῶν εὐωχίας.

Χαῖρε, Πάτερ Γεράσιμε.

Σῶσον πάντας τοὺς πόθῳ, σοῦ τὴν μνήμην τελοῦντας, καὶ θεῖόν σου χαρακτῆρα τιμῶντας, ἐκ βλάβης πάσης, καὶ συμφορῶν λυτρούμενος, καὶ σώζει προσκαλούμενος τοὺς τῷ Θεῷ βοῶντας

Ἀλληλούϊα.

Τεῖχος Κεφαλληνίᾳ, κεκτημένη σε Πάτερ, καὶ πάντων τῶν εἰς σὲ προστρεχόντων, λιμοῦ σεισμοῦ ῥυόμενος, καὶ πᾶσι προφθάνων ἐν πᾶσι· διὸ βοῶμεν πρὸς σὲ εὐχαρίστως ταῦτα

Χαῖρε, θνητῶν ἀθανάτων νέκταρ
χαῖρε,  βροτῶν ἀνθηφόρων ἔαρ.
Χαῖρε, λυπουμένων ἑτοίμη παράκλησις
χαῖρε,  πλανωμένων ταχεῖα ἀνάκλησις.
Χαῖρε, πάντων εὐδυσώπητος, πρὸς Θεὸν διαλλαγῆ
χαῖρε,  πάντων εὐσυμπάθητος, λυπηρῶν ἀπαλλαγή.
Χαῖρε, τῶν νοσημάτων εὐσεβῶν ἡ ὑγεία
χαῖρε,  τῶν μολυσμάτων τῶν αὐτοῦ ἡ ἁγνεία.
Χαῖρε, πιπτόντων μέγα διάσωσμα
χαῖρε,  πταιόντων θεῖον ἐξίλασμα.
Χαῖρε, ὑμῖν χαρίζων σῶν χαρίτων πέλαγος
χαῖρε,  πᾶσι πορίζων, σῶν θαυμάτων ἔλεος.

Χαῖρε, Πάτερ Γεράσιμε.

Ὕμνον ἅπαντες μάκαρ, τῇ σορῷ σοῦ λειψάνου, προσφέρομεν Γεράσιμε θεοφόρε· δακρυῤῥόους δὲ ᾠδὰς πρόσδεξαι, εἰς ἀμοιβὴν χαρίτων σου· διὸ τὴν πίστιν δέδεξο ἡμῶν, τῶν μετὰ σοῦ βοώντων

Ἀλληλούϊα.

Φωτοφόρος ἡ θήκη, τοῦ σεπτοῦ σου λειψάνου, δείκνυται ὦ Γεράσιμε Πάτερ, τὴν χάριν ὥσπερ φῶς ἐξανάπτουσα, καὶ τοῖς προσιοῦσι χαρὰν καὶ ὑγείαν, ἄφνω ἀποδιδοῦσα πέμπει, ἡμεῖς δὲ ἀσπαζόμεναι ταύτην βοῶμεν

Χαῖρε, ὁ ὑμνολόγους παθῶν ἐν τῷ τάφῳ σου
χαῖρε,  ὁ ψευδολόγους θανατῶν ἐν τῷ κράτει σου.
Χαῖρε, ἡμῖν χαρίζων χαρίτων σου πέλαγος
χαῖρε,  πᾶσι πορίζων τοῦ σοῦ μύρου τὸ ἔλεος.
Χαῖρε, τῶν προσφευγόντων σοι ἀσφαλὲς παραμύθιον
χαῖρε,  τῶν προσιόντων σοι τῆς ψυχῆς τὸ σωτήριον.
Χαῖρε, βλάβην δαιμόνων ἐκ τῆς νήσου διώξας
χαῖρε,  πάσας ἐνέδρας, πονηρὰς καταργήσας.
Χαῖρε, ὁ τῶν βαρβάρων καταβάλλων τὸ θρᾶσος
χαῖρε,  ὁ τῶν δαιμόνων ἐκμειώσας τὸ σκότος.
Χαῖρε, πῦργος ὁ φθάνων πρὸς οὐράνιον ὕψος
χαῖρε,  τεῖχος διεῖργον ἀντιπάλων τὸ νίκος.

Χαῖρε, Πάτερ Γεράσιμε.

Χάριν ἄνωθεν ἔχων, ὦ Γεράσιμε πάσας, ἐδίωξας ἐχθρῶν τὰς ἐνέδρας, καὶ τὴν νῆσον ἐκ νόσου λοιμικῆς ἔσωσας, ἐν πελάγει δέ, καὶ χέρσῳ προφθάνεις τοὺς καλοῦντάς σε, καὶ λύτρωσαι ἅπαντας δεινῶν, Θεῷ βοῶντας

Ἀλληλούϊα.

Ψάλλοντές σου τὸν ὕμνον, παναοίδιμε Πάτερ, κυκλοῦμεν τὴν ἁγίαν σορόν σου, θαυμάτων χάριν βρύουσαν τοῖς πίστει προσιοῦσι· διὸ πόθῳ προστρέχοντες πρὸς σὲ βοῶμεν

Χαῖρε, ψυχὴν πρὸς Θεὸν ὁ ἐκτείνας
χαῖρε,  ὁρμὰς τῆς σαρκὸς ἀναστείλλας.
Χαῖρε, ὁ τῶν παρόντων παριδὼν ὡς μὴ ὄντων
χαῖρε,  ὁ τῶν μελλόντων φροντισθεὶς ὡς μενόντων.
Χαιρε, αὐχμοὺς καὶ λιμοὺς διαλύσας
χαῖρε,  πολλοὺς τῆς πείνης διασώσας.
Χαῖρε, ποιμὴν Ὁμαλῶν Μονῆς ἄγρυπνε
χαῖρε,  φρουρὲ ἰατρὲ πολλῶν ἄμισθε.
Χαῖρε, ὅτι σοῦ τὸ λείψανον βρύει μῦρα δαψιλῶς
χαῖρε,  ὅτι σοῦ τὸ τέμενος νέμει χάριν πολλαπλῶς.
Χαῖρε, δι’ οὗ θεραπεύονται νόσοι
χαῖρε,  δι’ οὗ ἐκδιώκονται πάθη.

Χαῖρε, Πάτερ Γεράσιμε.

Ὢ τρισόλβιε Πάτερ, ὁ τῆς νήσου προστάτης, καὶ πάντων ἀκαταίσχυντος πρέσβυς (γ΄)· ἐφυμνύους ᾠδὰς παρ’ ἡμῶν σῶν ἱκετῶν πρόσδεξαι, καὶ τῆς μελλούσης λύτρωσαι κολάσεως, πρεσβείαις σου Θεῷ βοῶντες


Ἀλληλούϊα.
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης