Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1758
https://www.proseyxi.com

Παρακλητικός Κανών εις τον Άγιο Γεράσιμο τον Ιορδανίτη Empty Παρακλητικός Κανών εις τον Άγιο Γεράσιμο τον Ιορδανίτη

Σαβ Ιουν 15, 2019 11:09 am
Φήμη μηνύματος : 100% (1 ψήφοι)
Παρακλητικός Κανών εις τον Άγιο Γεράσιμο τον Ιορδανίτη

Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Παρακλητικός Κανών εις τον Άγιο Γεράσιμο τον Ιορδανίτη Iordan10

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, είσάκουσον της προσευχής μου, ένώτισαι την δέησίν μου έν τη άληθεία σου, είσάκουσον μου έν τη δικαιοσύνη σου. Και μή είσέλθης είς κρίσιν μετά τοϋ δούλου σου, ότι ού δικαιωθήσεται ενώπιον σου πας ζών. Ότι κατεδίωξεν ό εχθρός την ψυχήν μου έταπείνωσεν είς γήν τήν ζωήν μου. Έκάθισέ με έν σκοτεινοΐς, ώς νεκρούς αίώνος, και ήκηδίασεν έπ’ εμέ τό πνεύμα μου, έν έμοι έταράχθη ή καρδία μου. Έμνήσθην ήμερων άρχαίων, έμελέτησα έν πάσι τοις έργοις σου, έν ποιήμασι των χειρών σου έμελέτων. Διεπέτασα πρός σε τάς χείράς μου ή ψυχή μου ώς γη άνυδρός σοι. Ταχύ είσάκουσόν μου, Κύριε, έξέλιπε τό πνεΰμά μου. Μή άποστρέψης τό πρόσωπόν σου άπ’ έμοΰ, και όμοιωθήσομαι τοΐς καταβαίνουσιν είς λάκκον. Άκουστόν ποίησόν μοι τό πρωΐ τό έλεός σου, ότι έπΐ σοι ήλπισα. Γνώρισόν μοι, Κύριε, όδόν εν ή πορεύσομαι, ότι πρός σέ ήρα την ψυχήν μου. Έξελοΰ με έκ των εχθρών μου Κύριε, πρός σέ κατέφυγον δίδαξόν με τοΰ ποιεΐν τό θέλημά σου, ότι σύ εί ό Θεός μου. Τό Πνεΰμά σου τό άγαθόν οδηγήσει με έν γή ευθεία ενεκεν τοΰ ονόματος σου, Κύριε, ζήσεις με. Έν τή δικαιοσύνη σου, έξάξεις έκ θλίψεως την ψυχήν μου. Καί έν τω έλέει σου έξολοθρεύσεις τούς έχθρούς μου. Και άπολεΐς πάντας τούς θλίβοντας την ψυχήν μου, ότι έγώ δοΰλός σού εΐμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τά Τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ σταυρῷ.

Ἀσκητικοῖς εὐαρεστήσας καμάτοις, τῷ Λυτρωτῇ καὶ Βασιλεῖ τῶν ἁπάντων, Γεράσιμε τρισόλβιε ἀζύγων φωστήρ, χάριν θείαν εἴληφας, παρ’ Αὐτοῦ ἀπελαύνειν, τῶν ἀνευφημούντων σε, ἀῤῥωστίας παντοίας, καὶ χορηγεῖν κατ’ ἅμφω δαψιλῶς, ὑγείαν πᾶσι, ψυχῆς τε καὶ σώματος.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ· Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Ὁ Κανών, οὗ ἡ ἀκροστιχίς:
ΓΕΡΑΣ ΙΟΡΔΑΝΟΥ ΓΕΡΑΣΙΜΕ ΠΟΝΩΝ ΡΥΟΥ ΜΕ. Χ.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Γεράσιμε Ὅσιε ἀσκητά, ὁ ἐν Ἰορδάνῃ, ἐνασκήσεως καλιάν, περίκληστον πήξας ῥύου πόνων, τὸν ἐκζητοῦντα σὴν χάριν ἱκέτην σου.

Εὐπόρων γονέων καὶ αὐστηρῶν, τοῖς ἤθεσι τόκε, ἐκ νεότητος τὸν Χριστόν, ποθήσας Γεράσιμε ἐπώφθης, τῆς θειας χάριτος σκεῦος ἀτίμητον.

Ῥυπώδη καὶ ῥάθυμον βιοτήν, μισήσας ἀσκήσει, ᾐναλώθης θεοτερπεῖ, καὶ νῦν τοῦ ἀνῦσαι ῥαθυμοῦντας, Χριστῷ πρεσβεύεις ὁδὸν ἐγρηγόρσεως.

Θεοτοκίον.
Ἀπαύστως ὑμνοῦντές Σε οἱ πιστοί, ὡς ἅγιον ὄρος, θεοδάβιστον καὶ τερπνόν, Παρθένε Ἁγνὴ Σοὶ ἐκβοῶμεν, πρὸς κορυφὰς ἀρετῶν πάντας ἕλκυσον.


ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Σελαγεῖς πολιτείας, τῆς σῆς βολαῖς ἅπαντας, τοὺς ἐν ἐρημίαις βιοῦντας, μάκαρ Γεράσιμε, καὶ τοὺς ἐν κώμαις πιστῶς, σὲ ἀσιγήτως τιμῶντας, ὡς φανὸν ἀσκήσεως, πυριφλεγέστατον.

Ἴσθι πάντων ἀκέστωρ, τῶν τῆς ψυχῆς ἔρημον, πόθῳ ἐκζητούτων πληρῶσαι, ἔργοις χρηστότητος, ὁ ἐν ἐρήμῳ μακράν, τὰς ἀρετὰς γεωργήσας, ἀσκητὰ Γεράσιμε, Πνεύματος χάριτι.

Ὁ τὸν λέοντα ζεύξας, καὶ τὴν αὐτοῦ ἔμφυτον, ὅλβιε ὁρμὴν ὑποτάξας, τοῖς σοῖς προστάγμασι, τὰς ὥσπερ θῆρας ὁρμάς, ἐμοῦ σπαράξαι ζητούσας, τὴν ψυχὴν ὑπόταξον, καὶ τάχος σῶσόν με.

Θεοτοκίον.
Ῥῶσιν δίδου Παρθένε, Μῆτερ Θεοῦ Ἄφθορε, τοῖς Σὲ γηθοσύνως ὑμνοῦσι, καὶ ἐκβοῶσί Σοι· χαῖρε ἡμῶν χαρμονή, καὶ ἱλαστήριον θεῖον, ἡ τὸν Πανοικτίρμονα, Κύριον τέξασα.


Διάσωσον, ταῖς σαῖς ἀόκνοις πρὸς Κύριον ἱκεσίαις, ἀπὸ πάσης ἐπιβουλῆς τοῦ πλάνου Γεράσιμε, κινδύνων καὶ θλίψεων σοὺς ἱκέτας.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Προστάτην θερμὸν καὶ μέγαν ἀντιλήπτορα, κεκτήμεθά σε ἀζύγων ἀκροθίνιον, ἀσκητὰ Γεράσιμε, Ἰορδάνου οἰκῆτορ θεσπέσιε, καὶ ἐκ δεινῶν λυτρούμεθα ταχύ, οἱ ἐν πίστει τὴν μνήμην σου γεραίροντες.


ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Δωρεαῖς θείου Πνεύματος, προικισθεὶς Γεράσιμε ὤφθης τέμενος, ἐγκρατείας ἱερώτατον, καὶ ταμεῖον πάνσεπτον ἰάσεων.

Ἀπολαύοντες πάντοτε, τῆς πρὸς τὸν Σωτῆρα θερμῆς πρεσβείας σου, χαῖρε Ὅσιε βοῶμέν σοι, Ἰορδάνου οἶκε θεοφρούρητε.

Νίκας δίδου ἑκάστοτε, καθαιρέτα ἔνδοξε τοῦ ἀλάστορος, τοῖς σὲ ὕμνοις ἀναμέλπουσι, κατὰ τῶν ἐκείνου ἐπιθέσεων.

Θεοτοκίον.
Ὄρος ἅγιον σύσκιον, καὶ δασὺ ἐπώφθης Παρθένε Ἄχραντε, ὁ Χριστὸς ὁ πάντων Κύριος, καὶ Θεὸς ἡμῶν μόνος διώδευσεν.


ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὕδωρ ἀσκηταῖς, Ἰορδάνην ὅν ἐκάλεσας, τὸν σὸν λέοντα προσέταξας σοφέ, μεταφέρειν ξένον θαῦμα ὦ Γεράσιμε.

Γέρας ἱερόν, μονοτρόπων οὖς εὐήκοον, καὶ κρηπίδωμα ἁγνείας ἀῤῥαγές, ταῖς λιταῖς τῶν ἱκετῶν σου κλῖνον τάχιστα.

Ἐν ταῖς συμφοραῖς, σὲ θερμὸν προστάτην κέτημαι, ὁ εἰς σὲ θαυμάτων θεῖε ποταμέ, τὰς ἐλπίδας ἀποθέμενος Γεράσιμε.

Θεοτοκίον.
Ῥῦσαι ἐκ δεινῶν, Μητροπάρθενε Παντάνασσα, τοὺς τιμῶντάς Σε ὡς ῥύακα πιστοῖς, βιοτὴν τὴν αἰωνίζουσαν βλυζάνοντα.


ᾨδὴ ς΄. Τὴν δέησιν ἐκχεῶ.
Ἀπέριττον, πολιτείαν ἤνυσας, ἐν ἀγόνῳ καὶ ἀνίκμῳ ἐρήμῳ, καὶ ἀρετῶν ἀνελθὼν τὰς βαθμίδας, πρὸς νοητὸν ὕψος ἤρθης Γεράσιμε, πρὸς ὅ πρεσβεύεις καὶ ἡμᾶς, προσευχῇ καὶ νηστείᾳ ἀνέρχεσθαι.

Συνεῖναί με, τὸν σὲ ἀναμέλποντα, καὶ ποθοῦντά σε εὐδόκησον Πάτερ, σοὶ τῷ ὀφρὺν κατατρώσαντι πλάνου, ταῖς πρὸς Θεὸν προσευχαῖς σου Γεράσιμε, ἀναβοῶ σοι ἐκ βυθοῦ, ἀπωλείας ὁ τάλας ἱκέτης σου.

Ἰδρῶσί σου, τοῖς πολλοῖς Γεράσιμε, ἐγεώργησας τὴν ἄγονον χθόνα, τοῦ Ἰορδάνου καὶ ἔδειξας ταύτην, μεστὴν καρπῶν οὕς Χριστῷ συνεκόμισας, καὶ νῦν Αὐτῷ ὑπὲρ ἡμῶν, ἱκετεύεις τῶν πίστει τιμώντων σε.

Θεοτοκίον.
Μεσίτριαν, θερμοτάτην ἔχομεν, πρὸς τὸν Κύρίον Σε Μῆτερ Ἁγία, ὅτι Αὐτὸν ἐν ταῖς θείαις χερσί Σου, ταῖς ἀμωμήτοις ἀκόπως ἐβάστασας, Παρθένε καύχημα βροτῶν, καὶ σεπτὸν οἰκουμένης ὡράϊσμα.


Διάσωσον, ταῖς σαῖς ἀόκνοις πρὸς Κύριον ἱκεσίαις, ἀπὸ πάσης ἐπιβουλῆς τοῦ πλάνου Γεράσιμε, κινδύνων καὶ θλίψεων σοὺς ἱκέτας.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων Σου.

Ἐν Ἰορδάνῃ λιτῶς διαιτώμενος, καὶ μονοτρόπων ἀλείπτης γενόμενος, κατηύγασας πάντας σῇ χάριτι. Διό σοι κράζω· κἀμοῦ ζόφον σκέδασον, ὁσίαις αὐγαῖς σου Γεράσιμε.

Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ. Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ, περί πάντων ὧν ἀνταπέδωκεν ἡμῖν;
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. στ΄ 17-21).

Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ· καὶ ὄχλος πολὺς μαθητῶν αὐτοῦ καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλήμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν· καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτός, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ, ἔλεγεν· μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ Βασιλεία τοῦ Θεοῦ· μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε· μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε· μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσιν, καὶ ἐκβάλωσιν τὸ ὄνομα ὑμῶν ὡς πονηρόν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.

Δόξα.
Ταῖς τοῦ Σοῦ Ὁσίου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στ. Ἐλέησόν με, ὁ Θεός...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Ὅσιε Γεράσιμε, Ἰορδανῖτα τῷ Κτίστῃ, μόνῳ Παντοκράτορι, βίον τὸν σὸν θέμενος, πρὸς ἀσκήσεως, τρίβους ἐχώρησας, καὶ κατεσκήνωσας, ἐν ἐρήμῳ ἥν ἡγίασας, ὄμβροις δακρύων σου, ὀχετοῖς πανσέπτων ἰδρώτων σου, πόνοις τοῖς νυχθημέροις σου, καὶ ταῖς προσευχαῖς ταῖς ἀδιαλείπτοις, ὅθεν καὶ θαυμάτων, ἐπώφθης πολυχεύμων ποταμός, ἀρδεύων μάκαρ τοὺς στένοντας, καὶ ἐν πόνοις πέλοντας.


ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Ἐν τῇ φλογὶ ἀμπλακημάτων, μηδαμῶς σὺ ὦ Γεράσιμε ἐφλέχθης, ἀλλ’ ἡ δρόσος Χριστοῦ, κατήρδευσέ σε ὅλον, ἀπαύστως ἀναμέλποντα, τὸν Θεὸν εἰς τοὺς αἰῶνας.

Πόνοις ζωῆς σου ἐναρέτου, σεαυτὸν καθάρας πάντων τῶν γηΐνων, ἐκ Χριστοῦ τοῦ Θεοῦ, ἐδέξω θείαν χάριν, παρέχειν τοῖς τιμῶσί σε, ὦ Γεράσιμε τὰ κρείττω.

Ὅλην τήν  ἔφεσιν ψυχῆς σου, πρὸς τὰ ἄφθαρτα τρισμάκαρ μόνον ἔχων, τοῖς Ὁσίων χοροῖς, ἐπέτυχας συνεῖναι, καί τοῖς σὲ μακαρίζουσι, βίον ἄπονον παρέχειν.

Θεοτοκίον.
Νεῦσον ἡμῶν τὰς ἱκεσίαις, Ὑπερύμνητε δοχεῖον τοῦ Ἀστέκτου, καὶ ἐκ βλάβης δεινῶν, ἀπάλλαξον καὶ πόνων, τοὺς μέλποντας τὸν τόκον Σου, εὐλαβῶς εἰς τοὺς αἰῶνας.


ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ὡς ἑωσφόρος, ἐν τῇ ἐρήμῳ ἐκλάμψας, τοὺς κειμένους ἐν σκοτείᾳ σοὺς ἱκέτας, ἴθυνον ταχέως, πρὸς φῶς τῆς σωτηρίας.

Νῦν τοῦ Κυρίου, μάκαρ Γεράσιμε δόξαν, καθορῶν σὺν τῶν Ἀγγέλων ταῖς χορείαις, πρέσβευε ἀπαύστως, ὑπὲρ τῶν σὲ ὑμνούντων.

Ῥάβδῳ ἁγίᾳ, τῆς σῆς θερμῆς προστασίας, πρὸς νομὰς ὁδήγει πάντας ὥσπερ ἄρνας, τῆς ἀθανασίας, Γεράσιμε θεόφρον.

Θεοτοκίον.
Ὑμνῶν Σε Κόρη, ὡς τοῦ Σωτῆρος Μητέρα, ἀσιγήτως ἀνακράζω Σοι τὸ χαῖρε, καὶ ταῖς Σαῖς πρεσβείαις, ταῖς ῥυπτικαῖς προστρέχω.


ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὁσίοις συγχορεύων, Ἰορδάνου κλέος, ὑπὲρ ἡμῶν θεοφόρε Γεράσιμε, τῶν σὲ τιμώντων δυσώπει τὸν Πολυεύσπλαγχνον.

Ὑμνοῦντες Ἰορδάνου, τοῦ θηρὸς σωτῆρα, τὸν θαυμαστὸν ἐν Ὁσίοις Γεράσιμον, αὐτοῦ ταῖς θείαις πρεσβείαις ἡμεῖς προστρέχομεν.

Μανίας πάσης ῥύου, τοὺς σὲ εὐφημοῦντας, τοῦ παλαμναίου αὐτοῦ τὴν σκοτόμαινα, ὁ ἀγρυπνίαις παννύχοις λύσας καὶ δάκρυσιν.

Ἐφάπλωσον σὴν σκέπην, θεῖε ὑφηγῆτορ, τῶν μοναστῶν ἐφ’ ἡμᾶς τοὺς τιμῶντάς σε, καὶ καθοδήγει πρὸς τρίβους μακαριότητος.

Θεοτοκίον.
Χαρᾶς ἀδιαδόχου, πλήρωσόν με Μῆτερ, ἡ τὴν χαρὰν τῶν ἁπάντων κυήσασα, τὸν Ζωοπάροχον Κτίστην, Χριστὸν τὸν Κύριον.


Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις Ἰορδάνου ὁ πολιστής· χαίροις τῶν Ὁσίων στῦλος ὄντως φωτοειδής· χαίροις ὁ δαμάσας, ὁρμὴν θηρὸς ἀγρίαν, Γεράσιμε θεόφρον, σκεῦος τῆς χάριτος.

Χαίροις τῆς Λυκίας κλεινὲ βλαστέ, καῖ τῆς Ἰορδάνου, ἐρημίας φῶς τηλαυγές· χαίροις μονοτρόπων, Γεράσιμε ἀλεῖπτα, καὶ βρύσις ἰαμάτων, ὄντως ἀείῤῥοε.

Βίον διανύσας ἀσκητικόν, καὶ τὸν νοῦν καθάρας, τῶν ἡδέων καὶ γεηρῶν, ὤφθης ἐγκρατείας, καὶ σωφροσύνης κέρας, Γεράσιμε ἀζύγων, ἔμπνουν θησαύρισμα.

Γέρας ἐκομίσω τῶν ἀρετῶν, τῇ σῇ θεαρέστῳ, ἐνασκήσει καὶ ἀγωγῇ, σέμνωμα ἐρήμου, καὶ Ἰορδάνου κλέος, Γεράσιμε θεόφρον, στῦλε χρηστότητος.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

Εἶτα τά παρόντα Τροπάρια.
Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς....Δόξα....Κύριε, ἐλέησον ἡμᾶς....Καὶ νῦν... Θεοτοκίον.Τῆς εὐσπλαγχνίας τὴν πύλην....

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν το ἑξῆς  Τροπάριον.

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Δεῦτε, οἱ θλιβόμενοι δεινῶς, ἐξ ἀῤῤωστημάτων παντοίων, καὶ ἀλγηδόνων πολλῶν, πίστει προσκυνήσωμεν, σεπτὸν Γεράσιμον, Ἰορδάνου ἀγλάϊσμα, καὶ γέρας ἀζύγων, πόθῳ δὲ προστρέξωμεν, τῇ ἀντιλήψει αὐτοῦ, ὅτι ῥεῖθρα βλύζει Νειλῷα, καὶ ἰᾶται νόσους ποικίλας, τῶν αὐτὸν μελπόντων θείοις ᾄσμασι.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.


Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τῆς Λυκίας κοσμῆτορ, μονοτρόπων ὡράϊσμα, κλέος ἱερὸν τῆς ἐρήμου, Ἰορδάνου καὶ τέμενος, τοῦ Πνεύματος Γεράσιμε σοφέ, ὑμνοῦμέν σε προφρόνως οἱ πιστοί, ὅτι θῆρα παραδόξως, ὡς ὑπηρέτην, ἔσχες προθυμότατον. Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ δωρουμένῳ σε ἡμῖν, πρέσβυν ἀκοίμητον.
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης