Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1634
https://www.proseyxi.com

Χαιρετισμοί του Αγίου Ιωάννη του Ρώσου Empty Χαιρετισμοί του Αγίου Ιωάννη του Ρώσου

Την / Το Σαβ Ιουν 08, 2019 9:14 am
Χαιρετισμοί του Αγίου Ιωάννη του Ρώσου

Ισιδώρας Μοναχής Αγιεροθεϊτίσσης
Χαιρετισμοί του Αγίου Ιωάννη του Ρώσου Ioanni11

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Ὁμολογίας τῆς ἀρίστης τὸν ἀκραίμονα, τῆς ταπεινώσεως τῆς θείας τὸ ὑπόδειγμα, ἑκουσίως καρτερήσαντα τὰς πικρίας, τῆς σαρκὸς ἐν ἀφθαρσίᾳ διαλάμποντα, Ἰωάννην μεγαλώνυμον τιμήσωμεν, ἀναμέλποντες·
Χαίροις Ῥώσσων τὸ καύχημα.

Ἄϋλον πολιτείαν ὑλικῇ ἐν σαρκί σου, διῆξας ἐπὶ γῆς Ἰωάννη (ἐκ γ΄)· καὶ Ἀγγέλων Ἀσωμάτων τάξεις μιμησάμενος, Θεὸν τὸν πλαστουργήσαντά σε κατεδόξασας, ἐν ἔργοις θαυμαστοῖς καὶ θείοις, ὅθεν ἀκούεις παρ’ ἡμῶν τῶν θαυμαζόντων σε τοιαῦτα

Χαίροις, τῆς εὐσεβείας ἡ εἰκὼν ἡ τιμία
χαίροις,  πίστεως ἁγίας ἡ πλουσία θημωνία.
Χαίροις, τῶν ἀγωνισμάτων τῶν ἐνθέων ἀριστεύς
χαίροις,  τῶν ὑπουργημάτων τῶν ὑψίστων προνομεύς.
Χαίροις, τῶν Ὁσίων πάντων ἡ καλλίστη ἀκρότης
χαίροις,  τῶν ὁμολογούντων σεβασμία λαμπρότης.
Χαίροις, ὁ τῆς Ἐκκλησίας τιμαλφέστατος ὄλβος
χαίροις,  τῆς κλεινῆς Ῥωσσίας, εὐκλεέστατος γόνος.
Χαίροις, φωταυγείας θείας, τηλαυγέστατος πυρσός
χαίροις,  τῶν ἀπαυγασμάτων τῶν ἁγίων ὁ φανός.
Χαίροις, κρήνη δωρημάτων, τῶν ἀφθάρτων καὶ σεπτῶν
χαίροις,  ἀφθαρσίας δῶρον, καὶ θειότατος κανών.

Χαίροις, Ῥώσσων τὸ καύχημα.

Βάρβαροι συμπλακέντες τῷ σῷ ἔθνει ἐν μάχαις, αἰχμάλωτόν σε εἷλον παμμάκαρ, ἐν Ἀσίᾳ ὅθεν εὑρεθείς, καὶ δεινῷ αὐθέντῃ πωληθείς, αὐτῷ ὁλοσχερῶς ἐδούλευσας ἐν ἀγογγύστῳ καρτερίᾳ Πάτερ. Καὶ τούτῳ μὲν ὑπήκουες ὡς δοῦλος ταπεινός, Ἰωάννη, Θεῷ δὲ τῷ κυβερνήτῃ τοῦ παντὸς ἀνέμελπες τὸν ὕμνον, ψάλλων ἀσιγήτως

Ἀλληλούϊα.

Γνώμῃ σου ἑκουσίᾳ, τὸν Χριστὸν ἐμιμήσω, τὸ πάθος ὑπομείναντα θεῖον, ὅθεν ὕβρεις πάσας Ἰωάννη καθυπέμεινας, ἐν ἱλαρᾷ καὶ ἀδιστάκτῳ σου καρδίᾳ. Καὶ χλεύην καὶ πικρίαν πᾶσαν, ὡσεὶ πόμα τὸ ἡδὺ ἐξέπιες, διὸ εὐφραίνεις νῦν τοὺς ἐκβοῶντάς σοι τοιαῦτα

Χαίροις, τοῦ Θεοῦ τῶν ὅλων, οἰκονόμος ἀληθής
χαίροις,  ἀπηνοῦς αὐθέντου, ὑπηρέτης εὐπειθής.
Χαίροις, ὁ καθυπομείνας, ἀνυποίστους κακώσεις
χαίροις,  ὁ καταπλουτήσας, οὐρανίους ἀντιδόσεις.
Χαίροις, τὸν ζυγὸν δουλείας ὑπομείνας τῆς πικρᾶς
χαίροις,  τὸν ζυγὸν Κυρίου, ὁ βαστάξας ἐν χαρᾷ.
Χαίροις, ἔσοπτρον τὸ θεῖον, αὐγασμάτων μυστικῶν
χαίροις,  τὸ σεπτὸν δοχεῖον, θεοσδότων δωρεῶν.
Χαίροις, τῆς μυσταγωγίας τῆς ἀῤῥήτου ὁ ἀλείπτης
χαίροις,  ὁ τῆς Εκκλησίας, διαλάμπων μαργαρίτης.
Χαίροις, λύχνος ὁ αὐγάζων, τὰς καρδίας τῶν πιστῶν
χαίροις,  ἥλιον μηνύων, τὸν ἀνέσπερον Χριστόν.

Χαίροις, Ῥώσσων τὸ καύχημα.

Δεῖπνον ὡς ἐτελεῖτο τοῦ κυρίου σου χάριν, ἐν τούτου τῇ πλουσίᾳ οἰκίᾳ, ἐτέλεσας παμμέγιστον θαῦμα, εὐχῇ διαπρυσίῳ σου Πάτερ. Καὶ γὰρ μακρὰν ἀπέστειλας αὐτῷ τροφήν, ἐν πίνακι αὐτοῦ ἰδίῳ Ἰωάννῃ, εὐφράνας τοῦτον τῷ θερμῷ ἐδέσματι. Θεὸν δὲ τὸν ἐν ὑψίστοις κατοικοῦντα ηὔφρανας, ζεούσῃ ἐν καρδίᾳ ψάλλων τὴν ᾠδήν

Ἀλληλούϊα.

Ἔχων ἐν τῇ καρδίᾳ τῇ ἁγίᾳ σου Πάτερ, Κυρίου τὸν ἁγνότατον φόβον, Δαβὶδ καθὼς φησὶν ὁ Προφήτης, ἐπλούτησας ἀγάπην τελείαν. Καὶ τῇ πηγῇ ἀγάπης, τῷ Θεῷ ἐγγίζων τελειότερον, Αὐτοῦ τὸν νόμον ἐμελέτας νουνεχῶς, ὦ Ἰωάννη πάντιμε, τὸ ὄνομα Αὐτοῦ ἐπικαλούμενος ἀπαύστως ἐν καρδίας χείλεσιν. Διὸ ἀκούεις παρ’ ἡμῶν τῶν ἐπικαλουμένων σε, ἐν ἀκορέστῳ τῇ στοργῇ, ἀδιακόπως ταῦτα

Χαίροις, τοῦ Θεοῦ τῶν ὅλων, ὁ πιστότατος λάτρης
χαίροις,  τοῦ Δεσπότου πάντων, ὁ ἀναίμακτος Μάρτυς.
Χαίροις, τοῦ Ἰὼβ πλουτήσας, τὴν πολλὴν μακροθυμίαν
χαίροις,  ὁ ἀτρόμως δώσας, την καλλίστην μαρτυρίαν.
Χαίροις, θλίψεων τὴν τρίβον, ὁ βαδίσας ἀκλινῶς
χαίροις,  τῆς ψυχῆς αὐχένα, ὑποκλίνας τῷ Χριστῷ.
Χαίροις, τῶν χαρίτων σκεῦος, πλῆρες θείας εὐωδίας
χαίροις,  τῶν θαυμάτων ῥεῖθρον, καὶ εὐώδης κληρουχία.
Χαίροις, Ῥώσσων θυμηδία, καὶ κατάκαρπος βλαστός
χαίροις,  τῶν Ἑλλήνων πλούτος, ἄφθορός τε θησαυρός.
Χαίροις, τοῦ χοροῦ Ἀγγέλων, σύναυλος ὁ ἱερός
χαίροις,  μυστικῆς Τραπέζης, ἄριστος συνδαιτυμών.

Χαίροις, Ῥώσσων τὸ καύχημα.

Ζέοντι Ἰωάννη, ἀκροτάτῳ τε πόθῳ, Χριστῷ κατηκολούθεις προθύμως. Καὶ Αὐτοῦ τὸ ὄνομα τὸ ἅγιον καὶ πανσθενές, οὐκ ἐξηρνήσω οὐδαμῶς μακάριε, ποιναῖς ὑποβληθεὶς ποικίλαις, ἀλλ’ ὡς ἀδάμας ἔστης ἐν ταῖς θλίψεσι, Χριστοῦ τὴν Ἐκκλησίαν ὡραΐζων ταῖς μαρμαρυγαῖς τῆς ἀκραιφνοῦς ὁμολογίας σου, ἣν ἔδωκας ἀθέων δυναστῶν ἐνώπιον, φωνῇ διαπρυσίῳ Πάτερ, Θεῷ δὲ ἀσιγήτως ὁμιλῶν, ᾠδὴν ἐφώνεις τὴν τρισάγιον, ψάλλων εὐχαρίστως

Ἀλληλούϊα.

Ἤχθης ἐκ τῆς Ρωσσίας, ὡς αἰχμάλωτος Πάτερ, ἐν γῇ τῇ ἱερᾷ τῆς Ἀσίας. Καὶ ταύτην τοῖς ὁσίοις πόνοις σου ἐκαλλιέγρησας, πολύχουν τὸν καρπὸν τῆς πίστεως προσάξας Θεῷ τῷ γεωργήσαντί σε. Ἐν ἐλευθέρᾳ δὲ ψυχῇ, Αὐτῷ δουλεύων Ἰωάννη Ὅσιε, ἀδούλωτον ἐτήρησας τὸ φρόνημα, Αὐτὸν ἐπευλογῶν ἀξίως. Διόπερ καὶ ἡμεῖς οἱ εὐλογοῦντές σε, φρονήματι ἐνθέῳ καρδίᾳ τε ειλικρινεῖ, βοῶμέν σοι ἀνεμποδίστῳ τῇ φωνῇ τοιαῦτα

Χαίροις, ὁ ἐν ἀμπελώνι κοπιάσας μυστικῷ
χαίροις,  βότρυν ὁ τρυγήσας, πόνων σου ἀθλητικῶν.
Χαίροις, δάκρυσιν τιμίοις, καταβρέξας σὴν στρωμνήν
χαίροις,  εὐφροσύνης θείας, ἐπομβρίζων χαρμονήν.
Χαίροις, τάλαντον τὸ μέγα, τῇ χειρὶ Θεοῦ λαβών
χαίροις,  ὁ πολυπλασίως ἐπαυξήσας τὸν μισθόν.
Χαίροις, αὔλαξι καρδίας, σπόρον ἅγιον δεχθείς
χαίροις,  τῆς ὁμολογίας, καλὸν λόγον καρπωθείς.
Χαίροις, ἀρετῶν παντοίων, ὁ εὐδαίμων δουλευτής
χαίροις,  τοῦ Δεσπότου πάντων, ὁ ἐχέφρων μαθητής.
Χαίροις, κλέος Ἐκκλησίας καὶ καλλίκαρπος βλαστός
χαίροις,  τῶν Ὁσίων δόξα, τῶν Ἀγγέλων θαυμασμός.

Χαίροις, Ῥώσσων τὸ καύχημα.

Θέλημα τοῦ Κυρίου ἑκουσίως ἐκτελῶν, διηκόνησας προθύμως Ἰωάννη ἱερέ, ταπεινῷ φρονήματί σου ἐκτελῶν τὰς ἐντολάς· ὅθεν χαίρων κατεδέξω τῆς δουλείας τὸν ζυγόν, δι’ ἀγάπην τὴν Ἐκείνου, ἣν ἐξέχεε ἡμῖν, δούλου τὴν μορφὴν λαβόντος ἀγαθότητος πολλῇ, ὁλοπόθῳ δὲ καρδίᾳ, χαρμοσύνῳ τῇ φωνῇ, ὕμνον Τούτῳ προσεφώνεις καὶ ᾠδὴν χρεωστικήν

Ἀλληλούϊα.

Ἵππων σκοτεινῷ ἐν σταύλῳ διαμένων καρτερῶς, φῶς Χριστοῦ τῇ σῇ καρδίᾳ ἐθεώρεις μυστικῶς, καὶ τὸν Φωτοδότην ὕμνεις Ἰωάννη ἀληθῶς, τὴν λαμπάδα τῆς ψυχῆς σου ἀνημμένην συντηρῶν, ταῖς φωτιστικαῖς ἀκτῖσι πανιέρων σου εὐχῶν, ζόφον σκέδασον ψυχῆς μου τῆς ἀλόγου δυσωπῶ, ἵνα λόγον σοι προσάξω φωτοφόρον τε ᾠδήν, λέγων ἐκτενῶς σοι ταῦτα εὐχαρίστῳ τῇ φωνῇ

Χαίροις, τῇ ὁμολογίᾳ τῆς καλλίστης ὁ θεράπων
χαίροις,  τῶν καλῶν ἀγώνων, ὁ στεῤῥὸς καὶ θεῖος ἄκμων.
Χαίροις, πίστεως ἀμώμου, τὸ τερπνότατον δοχεῖον
χαίροις,  τῶν τερπνῶν χαρίτων, τὸ ἀμώμητον ταμεῖον.
Χαίροις, θησαυρῶν Ἁγίων, ὁ πλουτήσας δωρεάς
χαίροις,  πλούτῳ τῷ τιμίῳ, ὁ ἐνδύων τὰς ψυχάς.
Χαίροις, ἔαρ τὸ μηνῦον, ἀπαθείας μυρισμόν
χαίροις,  φρέαρ τὸ ποτίζων, πνεύματος τὸν δροσισμόν.
Χαίροις, ῥάκεσι τὴν σάρκα, θλίβων Πάτερ ταπεινοῖς
χαίροις,  τὴν ψυχὴν εὐφράνας, ᾄσμασιν ὑψοποιοῖς.
Χαίροις, τῶν ὑπουργήματων τῶν ἀρίστων κοινωνός
χαίροις,  θείων θελημάτων, ὑπηρέτης ὁ πιστός.

Χαίροις, Ῥώσσων τὸ καύχημα.

Κράτος τὸ σαθρὸν τοῦ πλάνου, ὡς συνέτριψας ἐχθροῦ, τῆς καρδίας συντριβῇ σου Ἰωάννη θαυμαστέ, ἠνορθώσω πύργον μέγαν τῆς ἰσχύος τοῦ Θεοῦ, ἐν τῷ οἴκῳ τῆς ψυχῆς σου, τὸν ἀσάλευτον παντί, ἔνθα τοῦ Θεοῦ ἐφώνεις μεγαλεῖα τὰ τρανά. Τράνωσον κἀμοῦ τὰ χείλη, εὐπροσδέκτοις σου εὐχαῖς, ἵνα τὴν ἰσχὺν τοῦ πλάνου διολέσω παντελῶς, καὶ προσάδω σὺν Ἀγγέλοις τῷ πανσθενουργῷ Θεῷ τὴν ᾠδήν

Ἀλληλούϊα.

Λάμπων τῆς ψυχῆς τῷ κάλλει, πλέον τοῦ φθαρτοῦ χρυσοῦ, Ἐκκλησίαν ὡραΐζεις Ἰωάννη τοῦ Χριστοῦ, χρυσαυγέσιν ἀγλαΐαις σῶν καμάτων ἱερῶν, ἀπαστράπτων ἡμῖν πᾶσιν κάλλος τὸ Δεσποτικόν. Τῆς ψυχῆς μου τὸν χιτῶνα τὸν χρανθέντα ἡδοναῖς, λάμπρυνον ταῖς ἱκεσίαις εὐπροσδέκτοις δυσωπῶ, ἵνα κατὰ χρέος ᾄδω τὴν θερμήν σου ἀρωγήν, λέγων σοι πανευφροσύνως, λόγους τούτους ἐκτενῶς

Χαίροις, ἰαμάτων κρήνη, τῶν θαυμάτων ποταμός
χαίροις,  νόσων ἀνιάτων, ἰατρὸς ὀ ταχινός.
Χαίροις, τὸν Θεὸν ὑψώσας, ἔργοις σου τοῖς θαυμαστοῖς
χαίροις,  τὸν ἐχθρὸν τροπώσας, ἀλαλήτοις στεναγμοῖς.
Χαίροις, ὁ καλῶς ζηλώσας, καρτερίαν τοῦ Ἰώβ
χαίροις,  Λάζαρος ὡς ἄλλος, ἐν πενίᾳ καρτερῶν.
Χαίροις, τῆς Ἐδὲμ τὸν πλοῦτον, κληρωσάμενος καλῶς
χαίροις,  θησαυρὸν τὸν μέγαν, ὁ εὑράμενος σοφῶς.
Χαίροις, τῆς φθορᾶς θανάτου, μὴ γευσάμενος σαρκί
χαίροις,  ἀφθαρσίαν χάριν, ἀπολαύσας ἐν τῇ γῇ.
Χαίροις, τῷ Θεῷ προσάγων, ἱκεσίας ἐκτενεῖς
χαίροις,  τῶν πιστῶν ἁπάντων, ἀντιλήπτωρ συμπαθής.

Χαίροις, Ῥώσσων τὸ καύχημα.

Μέλεσι σαρκὸς τιμίοις, ἔφερες ὦ Ἀθλητά, τῆς στεῤῥᾶς ὁμολογίας στίγματα τὰ ἱερά, ὑποστὰς πολλὰς κακώσεις, ἀνενδότῳ λογισμῷ, καὶ ποινὰς καθυπομείνας, καὶ τὰς ὕβρεις τὰς πικράς, τῆς τρυφῆς χειμάῤῥουν πίεις, εὐφροσύνην τε τρυγᾶς, αἰωνίαν ἐν τῇ πόλει Ἰωάννη τῆς Ἐδέμ, ἔνθα σὺν χοροῖς Ὁσίων, ὁμηγύρεσι σεπταῖς, τῶν Μαρτύρων τε καὶ δήμοις θείων Ὁμολογητῶν, τῷ Θεῷ τῷ ἐν Τριάδι ψάλλεις ὕμνον ἐκτενῶς, καὶ ᾠδὴν ἐν εὐφροσύνῃ τὴν χαρμόσυνον ἀει

Ἀλληλούϊα.

Ναίων ἐν τῷ θείῳ οἴκῳ, Γεωργίου τοῦ λαμπροῦ, καὶ ἐνδόξου τροπαιούχου, ἐν Ἀσίᾳ τῇ Μικρᾷ, πανημέροις ἱκεσίαις, ὁλονύχτοις τε εὐχαῖς, ἐξηυμένιζες Δεσπότην, Ἰωάννη, τοῦ παντός. Τοῦτον νῦν ἐξευμενίζου, καὶ ἡμῖν σοῖς ὑμνηταῖς, παρεχόμενος πταισμάτων ἄφεσιν καὶ ταῖς ψυχαῖς, τὴν εἰρήνην τὴν βαθείαν καὶ παθῶν ἀπαλλαγήν, ὅπως εὐγνωμόνως πάντες κράζωμέν σοι ἀληθῶς

Χαίροις, προσευχῆς ταμεῖον, ἐγκρατείᾳς ὁ κανών
χαίροις,  τῆς ἀγάπης ῥεῖθρον, ἱλαρότητος εἰκών.
Χαίροις, τάγματα ζηλώσας, οὐρανοῦ χερουβικά
χαίροις,  τάξεις ὁ λαμπρύνας, τῶν Ὁσίων τὰς σεπτάς.
Χαίροις, τῆς ἁγνείας οἶκος, καθαρότητος στολή
χαίροις,  πολιτείας θείας, ὁ ἀκραίμων μιμητής.
Χαίροις, ὁ ναῷ τοῦ θείου, Γεωργίου καρτερῶν
χαίροις,  σὺν ἐκείνῳ Πάτερ, τὸν Θεὸν ἐκδυσωπῶν.
Χαίροις, τῶν Μαρτύρων πάθος, ὁ δεξάμενος σαρκί
χαίροις,  σὺν ἐκείνοις πᾶσι, τὸν Θεὸν ὁμολογῶν.
Χαίροις, τοῦ Χριστοῦ διδάσκων, τὴν ταπείνωσιν ἡμῖν
χαίροις,  ὕψος ἀπαθείας, ἐπεφθάσας τῆς χρηστῆς.

Χαίροις, Ῥώσσων τὸ καύχημα.

Ξένως ἐν τῇ γῇ βιώσας, ὠκειώθης τῷ Χριστῷ, τῷ βουλήσει ξενωθέντι δι’ ἡμᾶς τοὺς γηγενεῖς, ἵνα φίλοι καταστῶμεν καὶ οἰκεῖοι τοῦ Θεοῦ, παραβάσεως τῆς πρώην λυτρωθέντες καὶ χαρᾶς, μέτοχοι τῆς αἰωνίου εὑρεθῶμεν ἐν φωτί. Φωτοφόροις οὖν εὐχαῖς σου, ὑπηρέτα τοῦ φωτός, χάριν ἡμῖν δίδου πᾶσιν Ἰωάννη ἱερέ, ἵνα σκότους λυτρωθέντες μεγαλώνυμον ᾠδήν, καὶ ἀσίγητον τὸν ὕμνον, ψάλλωμεν τῷ Φωτουργῷ, καὶ Δεσπότῃ τῶν ἁπάντων, μελωδοῦντες ἐκτενῶς

Ἀλληλούϊα.

Ὅλῃ διανοίᾳ Πάτερ, ἠκολούθεις ἀκλινῶς, τῷ Δεσπότῃ τῶν ἁπάντων, Ὃν ἐπόθεις ἐκ παιδός, καὶ Αὐτοῦ τοῖς στρατιώταις ἠριθμήθεις εὐπειθῶς, νόμους Τούτου δὲ ἐγγράψας, ἐν καρδίας σου πλαξί, καὶ τηρῶν ἐν ἀκριβείᾳ οἷα δοῦλος ἀγαθός, ἔλαβες τὴν θείαν χάριν, ἐμπορίας ὡς μισθόν, καὶ τὸ πρόσωπον ἑώρας Νομοθέτου ὡς Μωσῆς. Τούτῳ πρέσβευε ἀπαύστως Ἰωάννη ἀγαθέ, καὶ ἡμᾶς καταξιῶσαι, νόμον ἅγιον τηρεῖν, ἵνα εὑρεθῶμεν πάντες ἐν νυμφῶνι τῷ λαμπρῷ, ψάλλομεν νῦν δὲ ἐκ καρδίας λόγους σοι τοὺς ἀγαθούς

Χαίροις, θεαμάτων θείων, ἄριστος μυσταγωγός
χαίροις,  τῆς λαμπρᾶς Τραπέζης, τίμιος συνδαιτυμών.
Χαιροις, ὁ φίλος τοῦ Δεσπότου καὶ υἱὸς ἀγαπητός
χαίροις,  τῶν πιστῶν προστάτης καὶ σεπτὸς νυμφαγωγός.
Χαίροις, ὁ καταδοξάσας, τὸν ἀθάνατον Θεόν
χαίροις,  ὁ κατασυντρίψας, τὸν ἀνίσχυρον ἐχθρόν.
Χαίροις, τὴν χριστωνυμίαν, ἀληθεύσας θαυμαστῶς
χαίροις,  τῶν θαυμάτων ρεῖθρον, ἰαμάτων ποταμός.
Χαίροις, Ῥώσσων ἡ τερπνότης, τῶν Ἑλλήνων γλυκασμός
χαίροις,  τῆς Εὐβοίας φάρος, Ἐκκλησίας στολισμός.
Χαίροις, τῶν ὁμολογούντων, ἡ κρηπὶς ἡ ἱερά
χαίροις,  Ἀθλητῶν Κυρίου, ἡ σεμνότης ἡ φαιδρά.

Χαίροις, Ῥώσσων τὸ καύχημα.

Πᾶσας ἀλγεινῶν ἰδέας ὑπομείνας ἐν χαρᾷ, πύργος τῆς ἰσχύος ὤφθης, Ἰωάννη κατ’ ἐχθρῶν, τροπωσάμενος τὰς τούτων μηχανὰς παντοδαπῶς, καὶ τὸ στέφος ἐκομίσω ἐκ χειρὸς παντουργικῆς, καὶ ἡμᾶς εὐχαῖς σου Πάτερ, καταξίωσον νικᾶν, τὰς αὐτοῦ μηχανουργίας καὶ ἐγεῖραι κραταιά, τρόπαια ἐνθέου νίκης, καὶ τὰ γέρα τῆς ζωῆς, λάβωμεν βοῶντες πάντες, τὴν νικοποιὸν ᾠδήν

Ἀλληλούϊα.

Ῥώσσων γένος ἐγκαυχᾶται, μνήμῃ σου τῇ ἱερᾷ, καὶ σκιρτᾷ καὶ μεγαλύνει, Ἰωάννη τὸν Θεόν, ὅτι δέδωκέ σου τούτοις, ὡς πανίερον βλαστόν. Συγχορεύει ἅμα, δόξῃ καὶ Ἀσία ἡ Μικρά, ἣν ηὐλόγησας ἐν πόνοις καὶ καμάτοις ἱεροῖς, καὶ συνάμα τῆς Εὐβοίας, χαίρει νήσος ἡ κλεινή, ἡ πλουτοῦσα ὡσεὶ ὄλβον, σκῆνός σου το θαυμαστόν, τὸ φθορᾶς ἀπηλλαγμένον, καὶ ἐπέκεινα τροπῆς, συγκαλεῖται δὲ Ἑλλήνων, πᾶσας πόλεις καὶ λαόν, τὸν χριστώνυμον βοᾶν σοι, λόγους τούτους εὐμενῶς

Χαίροις, ὁ πιὼν τὰς ὕβρεις, ὥσπερ ὕδωρ τὸ γλυκύ
χαίροις,  τὰ ὀνείδη φέρων, ὡς εὐφρόσυνον τρυφήν.
Χαίροις, στίγματα βαστάσας, τοῦ Κυρίου σου σαρκί
αίροις,  ἀφθαρσίας φέρων, τὴν σφραγίδα ἐν αὐτῇ.
Χαίροις, Ἄνακτι τῶν πάντων, ὁ προσάξας σεαυτόν
χαίροις,  ὁ ἐστὼς τῷ θρόνῳ, Τούτου νῦν ἐν οὐρανῷ.
Χαίροις, ὁ ἐν τῇ δουλείᾳ, ὡς χρυσὸς δοκιμασθείς
χαίροις,  τοῦ χρυσίου πλέον, διαλάμπων τοῖς ἐν γῇ.
Χαίροις, ὁ φλογμὸν ἀπάτης, κατασβέσας πόνοις σοῖς
χαίροις,  ὁ φθορὰν σαρκός σου, διασώσας ἐν φλογί.
Χαίροις, μαθητὰς ὁ σώσας, ἐκ κινδύνου χαλεποῦ
χαίροις,  πάντων τὰς καρδίας, ὁ πληρώσας θαυμασμοῦ.

Χαίροις, Ῥώσσων τὸ καύχημα.

Σκήνωμα τὸ ἄφθαρτόν σου, προσκυνοῦντες εὐλαβῶς, Ἰωάννη εὐλογοῦμεν, τὸν ἀθάνατον Θεόν, τὸν λυτρούμενον θανάτου γένος ἅπαν τῶν βροτῶν, Τριημέρῳ τε Ἐγέρσει, ἀναστήσαντα ἡμᾶς, καὶ φωναῖς χαριστηρίοις ᾄδοντες Αὐτοῦ πιστῶς, τὴν ἰσχὺν τῶν μεγαλείων, θαυμασίων τε πληθύν, ἐκβοῶμεν ἐκ καρδίας, σὺν χοροῖς Ἀγγελικοῖς, ὕμνον τὸν χαρμόσυνόν τε καὶ ᾠδὴν χερουβικήν

Ἀλληλούϊα.

Τέλος τὸ μακάριόν σου, Ἰωάννη προϊδών, τῶν Ἀχράντων Μυστηρίων, ἐπεζήτεις μετασχεῖν, ἵνα τῆς ζωῆς γενήσῃ τῆς ἀλήκτου κοινωνός. Ταῦτα ἐπεκόμισέ σοι, ἑνὶ μήλῳ Ἱερεύς, θησαυρὸν ὡς κεκρυμένον ἀπ’ ἀπίστων δυσμενῶν, Ὃν λαβὼν ψυχήν σου Πάτερ, ἐπεδίδως τῷ Θεῷ. Τοῦτον νῦν δοξολογοῦντες, ὡς ζωῆς τὸν Ἀρχηγόν, λέγομέν σοι ἐκ καρδίας, ταῦτα πάντες ἐκτενῶς

Χαίροις, δωρημάτων θείων, τὸ ὑπέρτιμον σεμνεῖον
χαίροις,  ἀρετῶν τιμίων, τὸ ὑπερφώτον ταμεῖον.
Χαίροις, ἀγαθῶν μηνύων, τὴν ὑψίστην εὐκληρίαν
χαίροις,  Πνεύματος Αγίου, ὁ πλουτήσας εὐωδίαν.
Χαίροις, τῶν στεῤῥῶν Μαρτύρων, προσκτησάμενος τὸν ζῆλον
χαίροις,  τοῦτων ἐν φρονήσει, μιμησάμενος τὸν βίον.
Χαίροις, τῶν Ὁσίων πάντων, ἀντιγράψας πολιτείαν
χαίροις,  τῶν Ἀγγελικῶν ταγμάτων, ἐπεφθάσας ὑμνῳδίαν.
Χαίροις, χρόνοις ἐπὶ πλείστοις, ἐν ζοφώδει μείνας σταύλῳ
χαίροις,  ὁ ἀεὶ σκηνώσας, τοῦ φωτὸς εἰς τὰς ἐπαύλεις.
Χαίροις, ὁ καταγλαΐσας, τοῦ Χριστοῦ τὴν Ἐκκλησίαν
χαίροις,  ὁ κατακοσμήσας, θείαν νῆσον τῆς Εὐβοίας.

Χαίροις, Ῥώσσων τὸ καύχημα.

Ὕλην πᾶσαν τῆς κακίας, καταφλέξας ἀληθῶς, ἤνθησας τῇ Ἐκκλησίᾳ ὡς πανεύοσμος λειμών, ἀρετῶν τῇ εὐκοσμίᾳ κατατέρπων τοὺς πιστούς· ὅθεν πάντες Ἰωάννη, μνήμην σου τὴν ἱεράν, καταστέφοντες ἐνθέως, ἄνθεσι χρεωστικοῖς, ὕμνον πλέκομεν ἀξίως, σὲ τιμῶντες ἐκ ψυχῆς, τῷ Κυρίῳ δὲ συμφώνως, τὸν ἐν χάρισι πολλαῖς, καταστέψαντά σε Πάτερ, μελωδοῦμέν ἐν χαρᾷ

Ἀλληλούϊα.

Φῶς ὡράθη τῷ σῷ τάφῳ, ὡσεὶ στύλος τοῦ πυρός, προμηνῦον Ἰωάννη τοῖς παροῦσιν ἐμφανῶς, τὸν ὁλόφωτόν σου βίον, ὃν ἐξήσκησας ἐν γῇ, παῤῥησίαν ἣν πλουτεῖς τε, τῷ Φωτῶν νῦν Πατρί. Χεῖρας Τούτῳ μὴ ἐλλείπῃς, τοῦ ἐκτείνειν δυσωπῶ, ἵνα σκότους λυτρωθέντες, ἐν φωτὶ τῶν ἐντολῶν, πορευθῶμεν οἱ σοὶ δοῦλοι, ἀνυμνοῦντες ἐκτενῶς, Φωτοδότην καὶ Σωτῆρα, Λυτρωτήν τε Ἰησοῦν, σοὶ δὲ λέγομεν ἀπαύστως, ἐν μιᾷ ψυχῆς φωνῇ

Χαίροις, τοῦ Φωτὸς ὁ λύχνος, ζόφον τῶν παθῶν σκεδάσας
χαίροις,  τῆς ψυχῆς σου λύχνον, ἐντολῶν φωτὶ ἀνάψας.
Χαίροις, τῶν πιστῶν καρδίας, τῷ σῷ φέγγει ἱλαρύνων
χαίροις,  θείαν Ἐκκλησίαν, τῷ σῷ κάλλει ὁ φαιδρύνων.
Χαίροις, ἄνερ θελημάτων, τῶν ἐνθέων καὶ ἁγίων
χαίροις,  ἐραστὴς ὁ θεῖος, ἐντολῶν τῶν σεβασμίων.
Χαίροις, ὁ κατακοσμήσας, τὸ στερέωμα τὸ ἄνω
χαίροις,  στερεῶν ἐν ξύλῳ, τοῦ Σταυροῦ ψυχὰς ἁπάντων.
Χαίροις, ἡ πηγὴ τῶν θεῖων, καὶ ζωοποιῶν ναμάτων
χαίροις,  ῥεῖθρον τῶν ἀπείρων, ἐξαισίων τε θαυμάτων.
Χαίροις, δένδρον καταγγέλων, παγκαρπίαν Παραδείσου
χαίροις,  ἄνθος τὸ προχέον, εὐωδίαν Παρακλήτου.

Χαίροις, Ῥώσσων τὸ καύχημα.

Χαίρων τρίβον περαιώσας, τῆς δουλείας τῆς πικρᾶς, ἐν χερσὶ Θεοῦ ἀπέθου τὴν ἁγίαν σου ψυχήν, καὶ χαρὰν κατεκληρώσω, Ἰωάννη ἀληθή, σὺν Ἀγγέλων ταῖς χορείαις εὐφραινόμενος ἀεί. Πάντες χαῖρέ σοι φωνοῦμεν τοῦ Κυρίου Ἀθλητά, ἑορτάζοντες ἐκ πόθου μνήμην σου τὴν φωταυγῆ, ἀσπαζόμενοί τε πίστει σκῆνός σου τὸ ἱερόν. Καὶ κροτήσαντες χορείαν, ἐπὶ γῆς χαρμονικήν, ἅμα τοῖς ἐπουρανίοις ἐκβοῶμεν τήν ᾠδήν, τῷ Θεῷ τῷ ἐν ὑψίστοις μέλποντες ἀεὶ Αὐτῷ

Ἀλληλούϊα.

Ψάμμον τῆς θαλάσσης Πάτερ, ὑπερβαίνει ἀληθῶς, τῶν θαυμάτων ἡ πληθύς σου, ἣν προχέεις τοῖς πιστοῖς, κατὰ χρέος προσελθόντες, ἐν ναῷ σου οὖν σεπτῷ, ἐξαιτοῦμεν σὴν πρεσβείαν Ἰωάννη ἱερέ, ἵνα νόσων λυτρωθέντες καὶ παθῶν ἐπιφοράς, ἀνακράξωμεν προθύμως ἐν καρδίᾳ ἱλαρᾷ

Χαίροις, νόσων ὁ ἀκέστωρ, τῶν δαιμόνων ἐλατήρ
χαίροις,  τῶν θαυμάτων βρύσις, εὐλογίας ὁ κρατήρ.
Χαίροις, ὡς ἀστὴρ ὁ λάμπων, τὴν Τρισάκτινον αὐγήν
χαίροις,  τῶν παθῶν σκεδάζων, τὴν ψυχόλεθρον ἀχλύν.
Χαίροις, πλοῦτον πᾶσι δίδων, τοῦ Δεσπότου ἀκριβῆ
χαίροις,  θησαυρὸν ἐκβλύζων, ἀδιάφθορον πιστοῖς.
Χαίροις, ὁ λιμὴν ὁ θεῖος, διασώζων τὰς ψυχάς
χαίροις,  ἄρχοντι εἰρήνης, ὁ προσοικειῶν ἡμας.
Χαίροις, μεγαλεῖα ξένα, ὁ τρανώσας ἀληθῶς
χαίροις,  τῆς φθορᾶς σαρκός σου, ξενωθεὶς ὡς θαυμαστῶς.
Χαίροις, τῆς Ῥωσσίας στῦλος, τῆς Ἑλλάδος θησαυρός
χαίροις,  οἰκουμένης πάσης, ὁ ἀκοίμητος φρουρός.

Χαίροις, Ῥώσσων τὸ καύχημα.

Ὦ πανίερε Πάτερ, τῶν θείων Ὁμολογητῶν ἡ ἀκρότης, νεόφωτε ἀστὴρ Ἰωάννη (ἐκ γ΄)· ὁ τῶν Μαρτύρων πεῖραν σῷ τιμίῳ σώματι δεξάμενος, καί  τῶν Ὁσίων τοὺς ἱδρῶτας, καὶ καμάτους ἑκουσίως ὑπελθών, χειρὶ δὲ τοῦ οἰκείου σου Δεσπότου, στέφος τὸ ἀκήρατον δεξάμενος, καὶ ἀφθαρσίας τῆς ἁγίας σου σαρκὸς τετιμημένος, τιμὴν ἡμῖν τὴν ἄφθαρτον ἐν οὐρανοῖς, εὐχαῖς σου ὑψηγόροις πᾶσι δίδου, ἵνα ζωῆς τῆς αἰωνίου εὕρωμεν τὴν εὔκλειαν, σὺν πᾶσι τοῖς σωζομένοις. Κυρίῳ δὲ γηθόμενοι τὴν ᾠδήν προσάδωμεν, βοῶντες σὺν Ἀσωμάτοις ἀκαταπαύστως


Ἀλληλούϊα.

_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης