Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1266
https://www.proseyxi.com

Χαιρετισμοί εις τον Άγιον Ιωάννη τον Χρυσόστομον Empty Χαιρετισμοί εις τον Άγιον Ιωάννη τον Χρυσόστομον

Την / Το Σαβ Ιουν 08, 2019 8:41 am
Χαιρετισμοί εις τον Άγιον Ιωάννη τον Χρυσόστομον

Γερασίμου μοναχού Μικραγιαννίτου
Χαιρετισμοί εις τον Άγιον Ιωάννη τον Χρυσόστομον Xrisos10

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τόν ποταμόν τῆς Ἐκκλησίας τόν χρυσόῤῥειθρον, καί εὐσεβείας τήν κιθάραν τήν χρυσόφθογγον, τόν Χρυσόστομον αἰνέσωμεν Ἰωάννην· χρυσουργίᾳ γάρ τοῦ Λόγου κατεχρύσωσε, τάς καρδίας τῶν πιστῶν καί τά νοήματα, τούτῳ λέγοντες
Χαῖρε θεῖε Χρυσόστομε.

Ἄγγελος σαρκοφόρος καί λαμπρός θεηγόρος ἐδείχθης, Χρυσολόγε τῷ κόσμω· (ἐκ γ΄)  καί ἐν τῇ χρυσέῃ σου φωνῇ, τήν τοῦ Χριστοῦ ἀναφαίνεις χρηστότητα· διό σου τήν λαμπρότητα, ἀγάμενοι πιστῶς βοώμεν

Χαῖρε, δι’ οὕ οἱ πιστοί χρυσοῦνται
χαῖρε,  δι’ οὕ οἱ ἐχθροί θαμβοῦνται.
Χαῖρε, τῆς σοφίας πλημμύρα τῆς ἄνωθεν
χαῖρε,  τῆς παιδείας κινύρα τῆς κάτωθεν.
Χαῖρε, ὕψος περιλάλητον οὐρανίων ἀρετῶν
χαῖρε,  βάθος πολυθαύμαστον θεοσδότων δωρεῶν.
Χαῖρε, ὅτι ὡράθης τῷ νοΐ ὑψιβάμων
χαῖρε,  ὅτι τυγχάνεις ἀκραιφνής θεοφράδμων.
Χαῖρε, φωστήρ τῆς ἄνω λαμπρότητος
χαῖρε,  κρατήρ τῆς θείας χρηστότητος.
Χαῖρε, δι’ οὗ φρυκτωρεῖται ἡ κτίσις
χαῖρε,  δι’ οὗ γεωργεῖται ἡ πίστις.

Χαῖρε θεῖε Χρυσόστομε.

Βλέποντες ἐν Ἀθήναις, τῆς σοφίας οἱ μύσται, τούς τρόπους καί τά χρύσεα ἤθη, τῆς σῆς ἀμέμπτου διαγωγῆς, τήν τῆς ψυχῆς σου ἠγάσθησαν ἔλλαμψιν· Χριστῷ γάρ ὤ Χρυσόστομε, ἔργῳ καί λόγῳ ἀνεβόας

Ἀλληλούϊα.

Γνώσει τῇ οὐρανίῳ τῆς σοφίας τῆς κάτω, ἐρρύθμισας πανσόφως τόν πλοῦτον· ἔνθεν τῆς θεαρχικῆς βουλῆς, ἐν ἐπιστήμῃ ἀληθεῖ τοῦ Πνεύματος, μυσταγωγός πολυσοφός ὤφθης, ἀκούων παρά πάντων

Χαῖρε, σοφίας τό πρυτανεῖον
χαῖρε,  τῆς χάριτος ἀριστεῖον.
Χαῖρε, φυτοκόμε ἠθῶν τῆς σεμνότητος
χαῖρε,  ῥιζοτόμε παθῶν τῆς κακότητος.
Χαῖρε, γνώσεως θησαύρισμα, θείας καί πολυειδούς
χαῖρε,  Πνεύματος ἐναύλισμα, δωρεᾶς ἀμφιλαφούς.
Χαῖρε, ὅτι ἠράσθης ἐκ παιδός τῆς σοφίας
χαῖρε,  ὅτι μετέσχες πολυσόφου παιδείας.
Χαῖρε, σοφῶν σεμνόν παιδαγώγημα
χαῖρε,  πιστῶν λαμπρόν φωταγώγημα.
Χαῖρε, χρυσοῦν καθαρότητος γέρας
χαῖρε,  ψυχῶν οὐρανόσδοτον κέρας.

Χαῖρε θεῖε Χρυσόστομε.

Δύναμιν ἐν τῷ λόγω καί πειθώ ἐν τῷ τρόπῳ, ἐκτήσω ὡς σοφός καί ἀγχίνους· ἐντεῦθεν χρυσέω στόματι, χρυσά ῥεῖθρα διδασκαλίας ἔβλυζες, ὡς ἐκ πηγῆς Χρυσόστομε, εὐφραίνοντα τούς ἐκβοώντας

Ἀλληλούϊα.

Ἔλαμψας ἐν χορείᾳ, μοναζόντων ὁσίᾳ, Χριστοῦ ζυγόν τόν θεῖον ὡς ἦρθες καί ἔξω κόσμου τε καί σαρκός, ἀγγελικῇ σου πολιτείᾳ γέγονας· τῇ σῇ δέ Πάτερ χάριτι, ἡμᾶς πυρσεύεις τοῦ βοάν σοι

Χαῖρε, ὁ φοῖνιξ τῆς ἀπαθείας
χαῖρε,  τό σκεῦος τῆς ἐγκρατείας.
Χαῖρε, ὑποφήτα σεπτῶν ἀναβάσεων
χαῖρε,  ὑποδείκτα τῶν ἔνδον καθάρσεων.
Χαῖρε, ἄμπελε περκάζουσα, βότρυας τούς γλυκερούς
χαῖρε,  σάλπιγξ ἡ ἐγείρουσα, πρός ἀγώνας νοητούς.
Χαῖρε, ὅτι ἐδέξω τῆς σοφίας τό χύμα
χαῖρε,  ὅτι ἐκτήσω τό οὐράνιον λῆμμα.
Χαῖρε, ζωῆς ἁγίας διδάσκαλε
χαῖρε,  λαμπτήρ τῆς χάριτος πάμφωτε.
Χαῖρε, τερπνή καί μελίρρυτε γλώσσα
χαῖρε,  πιστῶν θεοδόξαστε δόξα.

Χαῖρε θεῖε Χρυσόστομε.

Ζήλω πεπυρσευμένος, οὐρανίῳ καί θείῳ, ἐπλήσθης θεαυγούς ἐπιπνοίας· ὁ γάρ τῆς βροντῆς Πάτερ υἱός, ἐπιστᾶς σοί θαυμαστῶς ἐν ὁράματι, συμβολικῶς ἐμύησε τά κρείττονα σέ ἐκβοώντα

Ἀλληλούϊα.

Ἤστραψας ταῖς ἀκτίσι, τῶν σοφῶν σου ρημάτων καί εὐαγγελικῶν διδαγμάτων, ἐν Ἀντιόχειᾳ τηλαυγῶς, ὡς ἑωσφόρος χρυσίζων τῆς χάριτος, πρός φέγγος ἄγων ἄδυτον, τούς ἐν φωτί σοί ἐκβοώντας

Χαῖρε, ὁ ῥήτωρ τῆς Ἐκκλησίας
χαῖρε,  ὁ μύστης τῆς Θεαρχίας.
Χαῖρε, ἀληθείας τό στόμα τό εὔλαλον
χαῖρε,  τῆς κακίας τό ξίφος τό εὔθηκτον.
Χαῖρε, λύρα θεοκίνητος, διδαγμάτων ἱερῶν
χαῖρε,  πλοῦτος πολυτίμητος, χαρισμάτων δαψιλῶν.
Χαῖρε, ὅτι τόν ῥῦπον τῶν ψυχῶν ἐκκαθαίρεις
χαῖρε,  ὅτι πρός κτῆσιν τῶν κρειττόνων θερμαίνεις.
Χαῖρε, φωτός ἀΰλου σελάγησις
χαῖρε,  ψυχῶν ἀνίας κατάλυσις.
Χαῖρε, Χριστοῦ μιμητά εὐσπλαγχνίας
χαῖρε,  φωνή θεϊκῆς συμπαθείας.

Χαῖρε θεῖε Χρυσόστομε.

Θαύματα ἐκτελοῦντα καί ψυχῶν γεωργούντα τήν κάθαρσιν καί θέωσιν ἅμα, ἐν δυνάμει λόγου ὑψηλοῦ, ὁ τῶν Ἀντιοχέων ὁρῶν δῆμος σέ, ἠγάλλετο Χρυσόστομε καί ἔνθους τῷ Θεῶ ἐβόα

Ἀλληλούϊα.


Ἱεράρχης φώσφορος καί ἀστήρ σελασφόρος καί μέγας ἀληθῶς Ποιμενάρχης, ἐδείχθης ψήφῳ τῇ θεϊκῇ, τῆς Βασιλίδος τῶν Πόλεων Ὅσιε· ἐντεῦθεν κατεφώτισας τήν κτίσιν πάσαν σοί βοώσαν

Χαῖρε, ὁ μέγας Ἀρχιεράρχης
χαῖρε,  ὁ ἔνθους ἱεροφάντης.
Χαῖρε  οἰκουμένης φωστήρ χρυσαυγέστατε
χαῖρε,  Ἐκκλησίας ἀτίνακτε πρόβολε.
Χαῖρε, ἥλιε πολύφωτε, καταυγάζων πάσαν γήν
χαῖρε,  νάβλα δωδεκάχορδε, πάσαν τέρπουσα ψυχήν.
Χαῖρε, ὅτι βλυστάνεις ἀφθαρσίας τό νάμα
χαῖρε,  ὅτι παρέχεις ἀμβροσίας τό μάννα.
Χαῖρε, χρυσούς καί γλώσσῃ καί φθέγματι
χαῖρε,  γλυκύς καί λόγῳ καί βλέμματι.
Χαῖρε, πηγή ἐξ Ἐδέμ προϊούσα
χαῖρε,  ἀλκή τάς ψυχᾶς κραταιοῦσα.

Χαῖρε θεῖε Χρυσόστομε.

Κῆρυξ μέγας ὠράθης, τρανοφθώγγῳ σου γλώσσῃ, κηρύττων τόν τῆς χάριτος λόγον, καί πάντας πρός  κτῆσιν τῶν καλῶν διεγείρων, ὡς θείου φωτός ἔμπλεως, δι’ οὗ φωτίζεις πάντοτε, Χρυσόστομε τούς  ἐκβοῶντας

Ἀλληλούϊα.

Λάμπων ἱεραρχίᾳ καί λόγου δαψιλείᾳ καί θείων ἀρετῶν δαδουχίᾳ, σεαυτόν τύπον παντός καλοῦ ἀποστολικῶς παρέστησας Ὅσιε· ἔνθεν βασιλεῖς καί ἄρχοντες, σύν δημόταις σοί ἐβόων

Χαῖρε, ἡ στήλη ἀρίστων ἔργων
χαῖρε,  ἡ βρύσις χρυσέων λόγων.
Χαῖρε, χρυσολόγε Χρυσόστομε πάγχρυσε
χαῖρε,  μυστογράφε τοῦ Πνεύματος πάνσοφε.
Χαῖρε, ῥεῖθρον τό χρυσόῤῥειθρον, διδαγμάτων χρυσαυγῶν
χαῖρε,  στόμα τό χρυσόφθογγον, οὐρανίων ἀγαθῶν.
Χαῖρε, ἱεραρχίας ἱερώτατος τύπος
χαῖρε,  θεολογίας εὐωδέστατος κῆπος.
Χαῖρε, τερπνόν τῆς χάριτος ὄργανον
χαῖρε,  χρυσοῦν τοῦ κρείττονος ἄροτρον.
Χαῖρε, ζωῆς γλυκασμόν ὁ προρρέων
χαῖρε,  βυθόν ἁμαρτάδων ξηραίνων.

Χαῖρε θεῖε Χρυσόστομε.

Μετανοίας τήν χάριν, ἐγγυώμενος πάσιν, ὡς ἄλλος Βαπτιστής Ἰωάννης, ἐδείχθης Χρυσολόγε σοφέ, ταῖς χρυσοειδέσι σου παραινέσεσιν· ἐντεῦθεν Θεῷ ἴθυνας, τούς ἐπιγνώμονας κραυγάζειν

Ἀλληλούϊα.

Νέος ὤφθης Ἠλίας, σύν πολλῇ παρρησίᾳ, ἐλέγχων βασιλεῖς ἀνομούντας· ἔνθεν ἀδικούντων παιδευτῆς καί ἀδικούμενων βοηθός γέγονας, πασχόντων δέ περίθαλψις καί προστασία τῶν βοώντων

Χαῖρε, παιδεία τῶν ἀνομούντων
χαῖρε,  ἀλείπτα τῶν εὐδρομούντων.
Χαῖρε, Ἠλιοῦ τόν Θεσβίτην μιμούμενος
χαῖρε,  τόν Χριστόν ἡμῖν ἠλεούμενος.
Χαῖρε, χάριτος τοῦ Πνεύματος θησαυρός ἀνελλιπής
χαῖρε,  θείας ἀγαθότητος ἱερός ὑφηγητής.
Χαῖρε, ὅτι ἐλέγχεις ἄνασσαν ἀτακτοῦσαν
χαῖρε,  ὅτι ἐκτήσω ἔλλαμψιν χρυσαυγοῦσαν.
Χαῖρε, Γραφῶν τῶν θείων σαφήνεια
χαῖρε,  χηρῶν καί ξένων βοήθεια.
Χαῖρε, τεμῶν τήν φιλάργυρον πλάνην
χαῖρε,  πλουτῶν τήν πολυόλβον χάριν.

Χαῖρε θεῖε Χρυσόστομε.

Ξένος ὧν ἐν τῷ κόσμω, ὡς Χριστοῦ κληρονόμος, καί θεῖος θεηγόρος τρισμάκαρ, ὑπέστης ἀνενδότῳ ψυχῇ τῆς βασιλίδος τόν θυμόν Χρυσόστομε καί ἐξορίας ἤνεγκας, καρτερικῶς Κυρίῳ ψάλλων

Ἀλληλούϊα.

Ὀμβροφόρος νεφέλη  τό ἀλλόμενον ὕδωρ, ὀμβρίζουσα τῷ κόσμῳ πλουσίως, δι’ οὗ μεθύσκεις κατά Δαβίδ, τάς τῶν ψυχῶν, ὤ Χρυσολόγε, αὔλακας, τῇ Ἐκκλησίᾳ πέφηνας· διό θερμῶς σοί ἀνακράζει

Χαῖρε, τό πέλαγος τῶν δογμάτων
χαῖρε,  ὁ ἔμπλεως χαρισμάτων.
Χαῖρε, ποταμός τῆς σοφίας μελίῤῥυτος
χαῖρε,  ὑπουργός τῆς Τριάδος πολύσοφος.
Χαῖρε, φῶς τοῦ κόσμου ἄδυτον, ὥσπερ ἔφη ὁ Σωτήρ
χαῖρε,  ἅλας γῆς θεόφθεγκτον, παῦον σῆψιν νοητήν.
Χαῖρε, ὁ ῥητορεύων τά Θεοῦ μεγαλεία
χαῖρε,  ὁ διεκφαίνων τήν Αὐτοῦ εὐσπλαγχνίαν.
Χαῖρε, δεινῶν αἱρέσεων ἔλεγχος
χαῖρε,  ψυχῶν παρήγορος ἔνθεος.
Χαῖρε, κλεινῶν νομοστάθμη Ποιμένων
χαῖρε,  σεπτῶν ὡραιότης Πατέρων.

Χαῖρε θεῖε Χρυσόστομε.

Παρακλήτου τήν χάριν, ὡς σοφός Ἱεράρχης, λαμπρῶς ἠμφιεσμένος παμμάκαρ, ἐπτοήθης οὐδόλως σοφέ, τήν κατά σοῦ κεκινημένην Σύνοδον, βουλῇ ἀδίκῳ Ὅσιε, ἀλλ’ ἐν εἰρήνῃ ἀνεβόας

Ἀλληλούϊα.

Ῥημάτων σου ὁ φθόγγος καί δογμάτων ἡ χάρις, εἰς πάσαν ἐξελήλυθε κτίσιν· ἀπ’ οὐρανοῦ γάρ ἔσχες σαφῶς, τό τῆς σοφίας Χρυσορρῆμον δώρημα, δι’ οὗ πάσαν κατηύφρανας τήν Ἐκκλησίαν, σοί βοῶσαν

Χαῖρε, ἡ δόξα τῆς Ἐκκλησίας
χαῖρε,  ὁ ἄκμων τῆς καρτερίας.
Χαῖρε, Ἀποστόλων τήν χάριν δεξάμενος
χαῖρε,  μετανοίας τούς τρόπους φθεγξάμενος.
Χαῖρε, τῆς Χριστοῦ κενώσεως, ὀξυγράφος γραμματεύς
χαῖρε,  τῆς Αὐτοῦ χρηστότατος, θεηγόρος ἑρμηνεύς.
Χαῖρε, ὅτι Ἀρείου θριαμβεύεις τό θράσος
χαῖρε,  ὅτι Τριάδος καταγγέλλεις τό κράτος.
Χαῖρε, κανών Ποιμένων θεόκριτος
χαῖρε,  εἰκών δογμάτων ὀθρότητος.
Χαῖρε, φυτῶν γεωργέ ἀθανάτων
χαῖρε,  θεσμῶν Ἄγγελε ἀκηράτων.

Χαῖρε θεῖε Χρυσόστομε.

Σύμπνους καθάπερ πέλων, βίῳ ἅμα καί λόγῳ, τῷ οὐρανοφοίτῃ θείῳ Παύλῳ, αὐτόν ἔσχηκας μυσταγωγόν, ἀναπτύσσων τά θεία αὐτοῦ ῥήματα, ὡς Πρόκλος ἐθεάσατο, Χριστῷ ἐν εὐφροσύνῃ ψάλλων

Ἀλληλούϊα.

Τῆς πίκρας ἐξορίας, ἀνενδότῳ ἀνδρείᾳ, ὑπέστης εὐχαρίστως τάς θλίψεις, ἐν ἧ τόν δρόμον τῆς ἀρετῆς τετελεκῶς, πρός τά ἄνω Βασίλεια μετέστης ἀγαλλόμενος, ἀκούων παρ’ ἡμῶν τοιαύτα

Χαῖρε, τοῦ Παύλου τό ἐκμαγεῖον
χαῖρε,  Τριάδος λαμπρόν δοχεῖον.
Χαῖρε  τῆς ἐν λόγῳ ζωῆς ὑποτύπωσις
χαῖρε,  τῆς ἀξίας τῆς ἔνδον ἐκδήλωσις.
Χαῖρε, ὕψος ταπεινώσεως καί δαδοῦχος θεαυγής
χαῖρε,  βάθος ἱλαρότητος καί ἀγάπης μυητής.
Χαῖρε, ὅτι ὑπέστης χαλεπάς ἐξορίας
χαῖρε,  ὅτι ἐπέβης εὐκλειούς εὐκληρίας.
Χαῖρε, στερρῶν Μαρτύρων ὁμότροπε
χαῖρε,  γερῶν αὐτῶν ἰσοστάσιε.
Χαῖρε, ψυχῶν ῥυθμιστά πρός τό κρείττον
χαῖρε,  σοφῶς στηλιτεύων τό χεῖρον.

Χαῖρε θεῖε Χρυσόστομε.

Ὕδατος ἀλλομένου πρός ζωήν αἰωνίαν, κτησάμενος πηγήν ἐν καρδίᾳ, θεοῤῥημοσύνης ποταμούς ἐκ τῶν χειλέων σου, Πάτερ, ἀνέβλυσας, ἐξ ὧν πίνοντες πάντοτε, πνευματικῶς Θεῷ βοῶμεν

Ἀλληλούϊα.

Φῶς ἐκλάμπουσα θεῖον ἡ ἁγία σου θήκη, μετεκομίσθη ἐκ τῶν Κομάνων, ὥσπερ ἁγίασμα νοητόν, τῇ Βασιλίδι τῶν Πόλεων Ὅσιε, ἁγιασμόν καί λύτρωσιν, πηγάζουσα τοῖς ἐκβοῶσι

Χαῖρε, τό ἔαρ τῶν τεθλιμμένων
χαῖρε,  ὁ πλοῦτος τῶν πενομένων.
Χαῖρε, μεταγνόντων θερμόν ἱλαστήριον
χαῖρε,  ἀπορούντων τό μέγα προσφύγιον.
Χαῖρε, βίβλος θείας γνώσεως καί πυξίον ἀρετῶν
χαῖρε,  δόναξ καί ἐχέγγυον οἰκτιρμῶν τῶν θεϊκῶν.
Χαῖρε, ὅτι τῷ λόγῳ πάσαν γῆν καταρδεύεις
χαῖρε,  ὅτι τά κρείττω ἐν ἡμῖν ταμιεύεις.
Χαῖρε, πυρσός ἐκλάμπων τοῖς πέρασι
χαῖρε,  λαμπρῶς ἐξάρχων ἐν ῥήτορσι.
Χαῖρε, Χριστοῦ λειτουργέ θεηγόρε
χαῖρε,  ἡμῶν ὁδηγέ φωτοφόρε.

Χαῖρε θεῖε Χρυσόστομε.

Χρυσοῤῥήμονι γλώσσῃ καί χρυσέῃ καρδίῃ, χρυσαυγεῖς συγγραφόμενος δέλτους, καταλέλοιπας ταύτας ἡμῖν, ὡς θησαυρόν ἀναφαίρετον Ὅσιε, δι’ ὧν ἀεί τά κρείττονα μυούμενοι Θεῷ βοῶμεν

Ἀλληλούϊα.

Ψαλμοσύνθετον μέλος, ἐξ ἀπόρου καρδίας, χειλέων δέ ἀνάγνων, ὤ Πάτερ, δέχου ὡς συμπαθής δυσωπῶ καί τῶν παθῶν μου τόν ζόφον διάλυσον, πταισμάτων μοί τήν ἄφεσιν αἰτούμενος, ἵνα βοῶ σοί

Χαῖρε, ὁ κῆρυξ τῆς μετανοίας
χαῖρε,  ἡ σάλπιγξ τῆς σωτηρίας.
Χαῖρε, χελιδών τῶν ἀρρήτων πολύφωνος
χαῖρε,  ἀηδών τῶν μελλόντων ἠδύφωνος.
Χαῖρε, ὄργανον χρυσόφωνον τῶν ῥημάτων τῆς ζωῆς
χαῖρε,  στήριγμα χρυσότευκτον Ἐκκλησίας τῆς σεπτῆς.
Χαῖρε, ἁμαρτανόντων ἀληθής παρακλήτωρ
χαῖρε,  μετανοούντων πρός Θεόν εἰσηγήτωρ.
Χαῖρε, δι’ οὗ κακίας ῥυσθήσομαι
χαῖρε,  δι’ οὗ τῷ νῷ ἐλλαμφθήσομαι.
Χαῖρε, Πατήρ συμπαθής τῶν σῶν τέκνων
χαῖρε,  κάμου ὁ ἀεί προστατεύων.

Χαῖρε θεῖε Χρυσόστομε.

Ὤ κλεινέ Ἱεράρχα, μυστηπόλε τῶν ἄνω, Χρυσόστομε Πατέρων τό κλέος· (ἐκ γ΄)  τοῖς ἀΰλοις συνῶν λειτουργοῖς, σύν αὐτοῖς ὑπέρ ἡμῶν ἀεί πρέσβευε, ἵνα διά τῶν λόγων σου φωτιζόμενοι ἐκβοῶμεν

Ἀλληλούϊα.

Καί αὔθις τό Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τόν ποταμόν τῆς Ἐκκλησίας τόν χρυσόῤῥειθρον, καί εὐσεβείας τήν κιθάραν τήν χρυσόφθογγον, τόν Χρυσόστομον αἰνέσωμεν Ἰωάννην· χρυσουργίᾳ γάρ τοῦ Λόγου κατεχρύσωσε, τάς καρδίας τῶν πιστῶν καί τά νοήματα, τούτῳ λέγοντες
Χαῖρε θεῖε Χρυσόστομε.

Δίστιχον.
Χρυσόστομε χρύσωσον χρυσέοις λόγοις,
Γεράσιμον χαῖρε σοί πόθῳ βοώντα.

_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης