Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1638
https://www.proseyxi.com

Παρακλητικός Κανών είς την Κοίμησιν της Υπεραγίας Δεσποίνης ημών Θεοτόκου και Αειπαρθένου Μαρίας Empty Παρακλητικός Κανών είς την Κοίμησιν της Υπεραγίας Δεσποίνης ημών Θεοτόκου και Αειπαρθένου Μαρίας

Την / Το Τετ Οκτ 24, 2012 6:10 am
Κανών Παρακλητικός Είς την Κοίμησιν της Υπεραγίας Δεσποίνης ημών Θεοτόκου και Αειπαρθένου Μαρίας.

Ποίημα Γερασίμου Μοναχού Μικραγιαννανίτου.
Παρακλητικός Κανών είς την Κοίμησιν της Υπεραγίας Δεσποίνης ημών Θεοτόκου και Αειπαρθένου Μαρίας A_a_co10

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, είσάκουσον της προσευχής μου, ένώτισαι την δέησίν μου έν τη άληθεία σου, είσάκουσον μου έν τη δικαιοσύνη σου. Και μή είσέλθης είς κρίσιν μετά τοϋ δούλου σου, ότι ού δικαιωθήσεται ενώπιον σου πας ζών. Ότι κατεδίωξεν ό εχθρός την ψυχήν μου έταπείνωσεν είς γήν τήν ζωήν μου. Έκάθισέ με έν σκοτεινοΐς, ώς νεκρούς αίώνος, και ήκηδίασεν έπ’ εμέ τό πνεύμα μου, έν έμοι έταράχθη ή καρδία μου. Έμνήσθην ήμερων άρχαίων, έμελέτησα έν πάσι τοις έργοις σου, έν ποιήμασι των χειρών σου έμελέτων. Διεπέτασα πρός σε τάς χείράς μου ή ψυχή μου ώς γη άνυδρός σοι. Ταχύ είσάκουσόν μου, Κύριε, έξέλιπε τό πνεΰμά μου. Μή άποστρέψης τό πρόσωπόν σου άπ’ έμοΰ, και όμοιωθήσομαι τοΐς καταβαίνουσιν είς λάκκον. Άκουστόν ποίησόν μοι τό πρωΐ τό έλεός σου, ότι έπΐ σοι ήλπισα. Γνώρισόν μοι, Κύριε, όδόν εν ή πορεύσομαι, ότι πρός σέ ήρα την ψυχήν μου. Έξελοΰ με έκ των εχθρών μου Κύριε, πρός σέ κατέφυγον δίδαξόν με τοΰ ποιεΐν τό θέλημά σου, ότι σύ εί ό Θεός μου. Τό Πνεΰμά σου τό άγαθόν οδηγήσει με έν γή ευθεία ενεκεν τοΰ ονόματος σου, Κύριε, ζήσεις με. Έν τή δικαιοσύνη σου, έξάξεις έκ θλίψεως την ψυχήν μου. Καί έν τω έλέει σου έξολοθρεύσεις τούς έχθρούς μου. Και άπολεΐς πάντας τούς θλίβοντας την ψυχήν μου, ότι έγώ δοΰλός σού εΐμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Είτα τά τροπάρια ταΰτα.

Ήχος δ΄. Ο υψωθείς εν τω Σταυρώ.

Τους ανυμνούντας σου την Κοίμησιν Κόρη, δι’ης ανήλθες προς ζωήν την αγήρω, και δεξιόθεν του Υιού σου έστηκας, σκέπε και διάσωζε, από πάσης ανάγκης, χάριν τε και έλεος, και πταισμάτων την λύσιν, εξαιτουμένη Δέσποινα ημίν, τοις προσκυνούσι, την άφραστον δόξαν σου.

Δόξα, και νύν. Όμοιον.
Εκ των περάτων Αποστόλων ο δήμος, παραγενόμενος Αγνή εν νεφέλαις, τω σω οικήματι αθρόοι έσπευσαν όθεν και κηδεύσαντες, το σόν άχραντον σώμα, ύμνησαν της δόξης σου, το απόρρητον ύψος, ών ταις πρεσβείαις φύλαττε ημάς, τους ανυμνούντας, την θείαν σου Κοίμησιν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

και ο Κανών ού η ακροστιχίς:
Θεογεννήτρια ημάς σκέποις . Γερασίμου.

Ωδή α΄. Υγράν διοδεύσας.

Θεόν η τεκούσα σωματικώς, σωμάτων οδύνης, και κινδύνων επιφοράς, απάλλαξον Πάναγνε Παρθένε, τους ανυμνούντας την θείαν σου Κοίμησιν.

Επήρθης προς δόξαν των ουρανών, και έλιπες πάσι, την σην χάριν την μητρικήν, τοις πίστει Παρθένε ανυμνούσι, την θαυμαστήν σου και θείαν Μετάστασιν.

Ολόφωτον σκήνωμα του Θεού, ήδη μεταστάσα, προς σκηνώματα ουρανών, ουράνωσον πάντων τας καρδιάς, Θεογεννήτορ των πόθω τιμώντων σε.

Γαλήνην ειρήνην και φωτισμόν, ημίν δίδου Κόρη, τοις υμνούσιν ειλικρινώς την γηθέν σου άνοδον Παρθένε, ην και Αγγέλων δοξάζουσι τάγματα.


Ωδή γ΄. Ουρανίας αψίδος.
Εκ περάτων συνήλθον, θεαρχικώ νεύματι, και το σον ακήρατον σώμα, Αγνή εκήδευσαν, οι Μαθηταί του Χριστού ων παρακλήσεσι Κόρη, δίδου ημίν άπασι, την σην βοήθειαν.

Νοσημάτων παντοίων και πειρασμών λύτρωσαι, τους υμνολογούντας Παρθένε, την σην Μετάστασιν, και κατακοίμησον, τας δολεράς επιθέσεις, του δολίου δράκοντος, κατά των δούλων σου.

Νάμα ένθεον βλύσον, και γλυκασμόν άυλον, οία χαριτόβρυτος κρήνη, θείας χρηστότητος, τοις εορτάζουσι, της σής Κοίμησεως Κόρη, την λαμπράν πανήγυριν, και σε γεραίρουσιν.

Ηλιόμορφε Κόρη, η τον Χριστόν τέξασα, της δικαιοσύνης τον μέγαν, Παρθένε Ήλιον, τον ζόφον σκέδασον, της ταλαιπώρου ψυχής μου, και φωτί με λάμπρυνον, της σής λαμπρότητος.

Την σεπτήν σου και θείαν, και θαυμαστήν Κοίμησιν, ύμνοις ιεροίς ευφημούντες, αναβοώμεν σοι. Έσο ακοίμητος, ημίν προστάτις Παρθένε, άπασαν κοιμίζουσα, εχθρών επίθεσιν.

Διάσωσον πάσης ανάγκης και θλίψεως Θεοτόκε, τους υμνούντας την παναγίαν σου Κοίμησιν, πάσι παρέχουσα Κόρη παθών την λύσιν.

Ἐπίβλεψον ἐν  εὐμενείᾳ, Πανύμνητε  Θεοτόκε, ἐπί  τήν  ἐμήν  χαλεπήν  τοῦ  σώματος  κάκωσιν  καί  ἴασαι  τῆς  ψυχῆς  μου  τό  ἄλγος.


Αίτησις και το Κάθισμα.
Ήχος β΄. Πρεσβεία θερμή.
Μετέστης εκ γής, προς δόξαν υπερκόσμιον, ως Μήτηρ Θεού, και πάντων υπερέχουσα, Παρθένε Παναμώμητε διά τούτο απαύστως βοώμεν σοι. Τον σον Υιόν και Θεόν εκτενώς, δυσώπει υπέρ των ανυμνούντων σε.


Ωδή δ΄. Εισακήκοα Κύριε.

Ρώσιν δίδου και ίασιν, τοις τετρυχωμένοις νόσοις και πάθεσι, τοις υμνούσι σου την Κοίμησιν, Κεχαριτωμένη Αειπάρθενε.

Ιερώς ανελήλυθας, προς τα υπέρ λόγον θεία σκηνώματα, ιλασμόν ημίν παρέχουσα, τοις δοξολογούσι σου την Κοίμησιν.

Αποστόλων ο θίασος, τη ση Μεταστάσει Αγνή συνέδραμε, και τα θεία μεγαλεία σου, θεολήπτω γλώσση εμεγάλυνεν.

Η σκηνή η αμόλυντος, της υπερφυούς του Λόγου σαρκώσεως, Θεοτόκε Αειπάρθενε, πάσης αλογίας ημάς λύτρωσαι.


Ωδή ε΄. Φώτισον ημάς.
Μένει σου κενός, του σου σώματος Πανάχραντε, ο σός τάφος και παρέχει τοις πιστοίς, φωτισμόν αγιασμόν και θείον έλεος.

Αλυπον ζωήν, και ειρήνην δίδου άτρεπτον, Παντευλόγητε Παρθένε Μαριάμ, τοις υμνούσι σου την ένδοξον Μετάστασιν.

Σε προς ουρανόν, ανίουσαν τα στρατεύματα, των Αγγέλων ανευφήμουν εν χαρά ών λιταίς ημάς Παρθένε λύπης λύτρωσαι.

Σύντριψον Αγνή, του εχθρού τα μηχανήματα, ά τεκταίνει καθ’ημών διηνεκώς, Θεοτόκε των ανθρώπων καταφύγιον.


Ωδή στ΄. Την δέησιν.
Κυμάτων, και χαλεπών καταιγίδων, των του βίου απολύτρωσαι Κόρη, τους εορτάζοντας πίστει και πόθω, την ιεράν σου και θείαν Μετάστασιν, δι’ης ως πάντων βασιλίς, είς τα άνω ανήλθες βασίλεια.

Επέστη, των Αποστόλων ο δήμος, υπό θείων νεφελών τω σώ οίκω, Γεσθημανή δε εν τάφω Παρθένε, το σόν ακήρατων σώμα εκήδευσαν ών ταίς δεήσεσιν ημάς, φωτισμού ουρανίου αξίωσον.

Πηγάζει, αγιασμόν ο σός τάφος, κατεθέσει του αχράντου σου σκήνους, και αγιάζει αεί Θεοτόκε, τους προσιόντας αυτώ μετά πίστεως διό αγίασον καμού, και ψυχήν και καρδίαν ση χάριτι.

Ο Λόγος, ο του Πατρός ώσπερ οίδε, σαρκωθείς εκ των αγνών σου αιμάτων, από της γής προς ουράνιον δόξαν, σε Θεομήτορ ενδόξως μετέστησεν όν καθικέτευε αεί, των πταισμάτων διδόναι μοι άφεσιν.

Διάσωσον πάσης ανάγκης και θλίψεως Θεοτόκε, τους υμνούντας την παναγίαν σου Κοίμησιν, πάσι παρέχουσα Κόρη παθών την λύσιν.

Άχραντε η διά λόγου τον Λόγον ανερμυνεύτος επ' εσχάτων των ημερών τεκούσα δυσώπησον, ως άρηκτον τείχος και προστασία.


Αίτησις και το Κοντάκιον.
Ήχος β΄. Τοίς των αιμάτων σου.

Τη αθανάτω Κοιμήσει σου Άχραντε, ο ουρανός και η γή συναγάλλονται διό και ημάς νύν απάλλαξον, εξ’αθυμίας και πάσης στενώσεως, ως πέλαγος θείας χρηστότητος.


Προκείμενον.
Μνησθήσομαι του ονόματός σου εν πάση γενεά και γενεά.
Στίχ.: Άκουσον θύγατερ και ίδε….

Ευαγγέλιον έκ του κατά Λουκάν.
Εν ταίς ημέραις εκείναις, αναστάσα Μαριάμ, επορεύθη είς την ορεινήν μετά σπουδής, είς πόλιν Ιούδα και εισήλθεν είς τον οίκον Ζαχαρίου, και ησπάσατο την Ελισάβετ. Και εγένετο, ως ήκουσεν η Ελισάβετ τον ασπασμόν της Μαρίας, εσκίρτησε το βρέφος έν τη κοιλία αυτής και επλήσθη Πνευματος Αγίου η Ελισάβετ, και ανεφώνησε φωνή μεγάλη, και είπεν Ευλογημένη σύ εν γυναιξί, και ευλογημένος ο καρπός της κοιλίας σου. Και πόθεν μοι τούτο, ίνα έλθη η μήτηρ του Κυρίου μου προς με; Ιδού γάρ, ως εγένετο η φωνή του ασπασμού σου είς τα ώτα μου, εσκίρτησε το βρέφος εν αγαλλιάσει εν τη κοιλία μου. Και μακαρία η πιστεύσασα, ότι έσται τελείωσις τοις λελαλημένοις αυτή παρά Κυρίου. Και είπε Μαριάμ Μεγαλύνει η ψυχή μου τον Κύριον, και ηγαλλιάσε το πνεύμα μου, επί τω Θεώ τω Σωτήρι μου ότι επέβλεψεν επί την ταπείνωσιν της δούλης αυτού ιδού γάρ, από του νύν μακαρίουσι με πάσαι αι γενεαί ότι εποίησε μοι μεγαλεία ο Δυνατός, και άγιον το όνομα αυτού.Έμεινε δε Μαριάμ σύν αυτή ωσεί μήνας τρείς και υπέστρεψεν είς τον οίκον αυτής.

Δόξα.
Ταίς της Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Και νύν.
Ταίς της Παναχράντου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.


Στίχ.: Ελεήμον, Ελέησον με ο Θεός κατά το μέγα έλεος σου…
Προσόμοιον.
Ήχος πλ, β΄. Όλην αποθέμενοι.

Γήθεν ανελήλυθας, προς την ουράνιον δόξαν, ως πάντων βασίλισσα, και δεξιά έστηκας του Παντάνακτος, Φωτισμόν νέμουσα, και χαράν και λύσιν, τοις την θείαν σου Μετάστασιν, ύμνοις γεραίρουσι, και πανευλαβώς εκβοώσι σοι Παρθένε Παναμώμητε, μη ελλίπης πάντοτε σκέπουσα, και περιφρορούσα, εκ πάσης λυπηράς επαγωγής, και νοσημάτων και θλίψεων, τους σε μεγαλύνοντας.

Ο Ιερεύς: Σώσον ο Θεός τον λαόν σου…

Ωδή ζ΄. Οι εκ της Ιουδαίας.


Ιλασμόν ημίν αίτει, και παθών πολυτρόπων την απολύτρωσιν, τοις πίστει ανυμνούσι, την Κοίμησιν σου Κόρη, και θερμώς ανακράζουσι χαίρε Παρθένε Αγνή, ημών η προστασία.

Συναγάλλονται Κόρη, ουρανός και γη πάσα εν τη Κοιμήσει σου, εν η καμού την θλίψιν, διάλυσον Παρθένε, της ψυχής ίνα ψάλλω σοι χαίρε Αγγέλων χαρά, και των ανθρώπων σκέπη.

Γήθεν ήρθης εν δόξη, δεξι’οθεν δε έστης του σου Υιού και Θεού διό καμέ Παρθένε, τοις δεξιοίς προβάτοις, συναρίθμησον δέομαι, εν ώρα τη φοβερά, της αδεκάστου δίκης.

Εκ γαστρός σου ετέχθη, ο το παν ουσι’ωσα Λόγος το πρότερον αυτόν ούν εκδυσώπει, οικτείραι Θεοτόκε, τους εν πίστει κραυγάζοντας Ο των πατέρων ημών, Θεός ευλογητός εί.


Ωδή η΄. Τον βασιλέα.
Ρώσιν παράσχου, κατά ψυχή ντε και σώμα, τοις προσπίπτουσι τη ιερά Εικόνι, της Κοιμήσεως σου, Παρθένε Θεοτόκε.

Από περάτων, Χριστού οι μύσται συνήλθον, του κηδευσαί σου το σώμα Θεοτόκε, μεθ’ών ανυμνούμεν, την θείαν Κοίμησίν σου.

Σκέπασον Κόρη, εκ των βελών του δολίου, τους προστρέχοντας τη θαυμαστή σου σκέπη, και δοξολογούντας, την θείαν Κοίμησίν σου.

Ισχύν μοι δίδου, κατά παθών ολεθρίων, και απάλλαξον πικράς με συνηθείας, Κεχαριτωμένη, τον σον οικτρόν ικέτην.


Ωδή θ΄. Κυρίως Θεοτόκον.
Μετέστης προς τα άνω, ως Μήτηρ Κυρίου, και ανύψοις προς ουράνιον έρωτα, τους ανυμνούντας Παρθένε την σήν Μετάστασιν.

Ολόφωτε Λυχνία, Κεχαριτωμένη, τους την σεπτήν σου γεραίροντας Κοίμησιν, τω φωτισμώ της σής χάριτος καταλάμπρυνον.

Υμνούμεν σύν Αγγέλοις, Κεχαριτωμένη, την ιεράν σου και θείαν Μετάστασιν, επιβοώμενοι Κόρη την σήν βοήθειαν.

Υπέρτερον τον νούν μου, δείξον Θεοτόκε, χαμαιπετών εννοιών τη ση χάριτι, και της μανίας με λύτρωσαι του αλάστορος.


Ἄξιον  ἐστιν ὡς ἀληθῶς, μακαρίζειν  Σε  τήν  Θεοτόκον, τήν  ἀειμακάριστον  καί  παναμώμητον  καί  μητέρα  τοῦ  Θεοῦ  ἡμῶν.  Τήν  τιμιωτέραν  τῶν  Χερουβείμ  καί  ἐνδοξοτέραν  ἀσυγκρίτως  τῶν  Σεραφείμ, τήν  ἀδιαφθόρως  Θεόν  Λόγον  τεκοῦσαν, τήν  ὄντως  Θεοτόκον  Σέ  μεγαλύνομεν.

και τα παρόντα μεγαλυνάρια
Γήθεν μετετέθης προς ουρανόν, Κεχαριτωμένη, ως βασίλισσα του παντός, και δεξιά έστης, του σου Υιού Παρθένε, παρέχουσα τω κόσμω, την ευλογίαν σου.

Από των περάτων πάσης της γής, συνήλθον Παρθένε, οι Απόστολοι του Χριστού, Πνεύματος δυνάμει, υπό νεφών αρρήτως, και το σεπτόν σου σώμα, τάφω παρέδωκαν.

Άγγελοι και άνθρωποι εν ωδαίς, την Μετάστασιν σου, ανυμνούσι Μήτερ Θεού συ γάρ τω σω τόκω, συνήψας παραδόξως, την γην και τα ουράνια, Παναμώμητε.

Εν χωρίω κόρη Γεσθημανή, το ζωαρχικόν σου, μετεκόμισαν εν χαρά, σώμα Θεοτόκε, οι Μαθηταί Κυρίου, και ευλαβώςτω τάφω, τούτο κατέθεντο.

Την σήν προστασίαν δίδου αεί, τοις υμνολογούσι, την σήν Κοίμησιν την σεπτήν, Κεχαριτωμένη, Παρθένε Θεοτόκε, πταισμάτων αιτούμενη, ημίν συγχώρησιν.

΄Ως της συμπαθείας θείος κρουνός, επίβλεψον Κόρη, ουρανόθεν νύν εφ’ημάς, και ειρήνην αίτει, ημίν και σωτηρίαν, τοις ανυμνολογούσι, την σην Μετάστασιν.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Το τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

εκτενής και απόλυσις μεθ’ην ψάλλομεν το εξής:

Ήχος β΄. Ότε εκ του ξύλου.

Πάντας τους υμνούντας ευλάβώς, την σήν Παναγία Παρθένε, θείαν Μετάστασιν, σώζε και απάλλαττε, εκ πάσης θλίψεως, και πταισμάτων συγχώρησιν, και έλεος θείον, οία Μήτηρ αίτησαι, παρά Χριστού του Θεού, πάσι τοις αεί αφορώσι, προς την θερμοτάτην πρεσβείαν, της σης αγαθότητος Πανύμνητε.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πάσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον ἡμᾶς ὑπὸ τὴν σκέπην Σου.

Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.


Δίστιχον.
Φέρων τη Κοιμήσει σου δέησιν Κόρη.
Την σήν εξαίτούμαι Γεράσιμος χάριν.

_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης