Χαιρετισμοί εις τον Άγιον Ιωάννην της Κλίμακος
Σαβ Μάης 25, 2019 11:30 am
Χαιρετισμοί εις τον Άγιον Ιωάννην της Κλίμακος
Μ. Θεοτέκνης Αγιοστεφανιτίσσης
Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τῆς Σιναΐτιδος ἐρήμου τὸ ἐκβλάστημα, καὶ Μετεώρου τὸ ἀτίμητον θησαύρισμα, Ἰωάννην τὸν τῆς Κλίμακος συγγραφέα, ἀναδήσωμεν ἐν οἴκοις τε καὶ ᾄσμασι, καί αὐτοῦ τὴν θείαν Κάραν προσκυνήσωμεν, θάμβει κράζοντες·
Χαίροις Πάτερ ὑπέρσοφε.
Ἄνακτα συγγραφέων, μοναστῶν τε φωστῆρα, καλοῦμέν σε σοφὲ Ἰωάννη (γ΄), τὸν δομήσαντα τέχνῃ πολλῇ, ἀρετῶν τὰς βαθμίδας, ὡσεὶ κλίμακα ἣν πάντας ἀναβήσεσθαι, βοήθει τοὺς πρὸς σὲ βοῶντας·
Χαῖρε, ὁ οἴστρος γνώσεως θείας·
χαῖρε, ὁ κάλαμος τῆς σοφίας.
Χαῖρε, μακρυσμὸς συγγενῶν ἀνεπίστροφος·
χαῖρε, στηριγμὸς ἐν τῇ πέτρᾳ τῆς πίστεως.
Χαῖρε, ἄνερ τῶν ἐφέσεων, ὡς ὁ πάλαι Δανιήλ·
χαῖρε, μάννα οὐρανόπεμπτον, ἐν τῷ νέῳ Ἰσραήλ.
Χαῖρε, εὐδιακρίτου διακρίσεως κέρας·
χαῖρε, ἐμῆς καρδίας τὸ παμφίλτατον σέβας.
Χαῖρε, πηγὴν διψῶσιν ἡ εὔϋδρος·
χαῖρε, νομὴ Ποιμένων ἡ εὔχλοος.
Χαῖρε, ἀκτὶς οὐρανόφρονος βίου·
χαῖρε, πυξὶς ταχυσώστου πορείας.
Χαίροις Πάτερ ὑπέρσοφε.
Βήματι Παντεπόπτου, παραστῆναι σπουδάζων, εἰς ὄρος Θεοβάδιστον σπεύδεις, καὶ ἐν ὅλῃ ψυχῇ καὶ νοΐ, καθαρῷ καὶ ἀμώμῳ, σοφῶς ὥδευες, ὑπείκων τῷ προστάττοντι, ᾠδήν τε Μωϋσέως ᾄδων·
Ἀλληλούϊα.
Γεραρᾷ ταπεινώσει, φρονημάτων ἰδίων, θελήματος τοῦ σοῦ ἐκκοπῇ τε, ὑπηκόων ἀπέβης φωστήρ, καὶ χαρίτων κατέστης ἀγρὸς πάγκαρπος, διὸ κἀμοὶ ἐπίβλεψον, ἀκάρποις ἐν χερσὶ φωνοῦντι·
Χαῖρε, κοιλάς, πληθύνουσα σίτου·
χαῖρε, αὐγὰς δεχθεὶς τοῦ Ἀκτίστου.
Χαῖρε, Μαρτυρίου Ἀββᾶ τὸ γεώργημα·
χαῖρε, τῆς ἐρήμου, λαμπρὸν ἐγκαλλώπισμα.
Χαῖρε, θέρμην, ὦ ἀοίδιμε, τῇ σῇ θέρμῃ ὁ προσθείς·
χαῖρε, πῦρ τοῦ θείου Πνεύματος, ἐν κροτάφῳ ὁ δεχθείς.
Χαῖρε, Πάτερ Πατέρων, κοσμηθεὶς τῇ συνέσει·
χαῖρε, μύστα, ἐμφαίνων ὑπερφώτων τὴν γνῶσιν.
Χαῖρε, δομή, ἑδραία καὶ ἄσειστος·
χαῖρε, φωνή, ἐρήμους ἡ σείουσα.
Χαῖρε, λιπών, κοσμικόφρονα τρόπον·
χαῖρε, ἐλθῶν, εἰς θεόληπτον γνόφον.
Χαίροις Πάτερ ὑπέρσοφε.
Δέλτια κατατάττων, ἐκ Γραφῶν θεηγόρων, τοὺς δόμους τῶν βαθμίδων εἰργάσω, ὡς ἁρμόν τε τὴν πεῖραν βαλών, θεόδρομον σοφέ, ἀνυψοῖς κλίμακα, ἐν ᾗ κἀμὲ ἀξίωσον, ἀνέρχεσθαι στεῤῥῶς καὶ ψάλλειν·
Ἀλληλούϊα.
Ἐξαιρέτῳ σοφίᾳ, δεδομένῃ θεόθεν, διέγνως τῶν δαιμόνων τὰς πλάνας, καὶ ἐν πάλῃ διάγων σκληρᾷ, πρὸς ἀρχὰς καὶ δυνάμεις ἐχθροῦ ἔστησας, τῆς νίκης θεῖον τρόπαιον, ἀκούων παρ’ ἡμῶν τοιαῦτα·
Χαῖρε, γραφεῦ, περιπτύστου βίβλου·
χαῖρε, τροφεῦ, γενεῶν Ὁσίων.
Χαῖρε, μαθητὴς δεκτικὸς καὶ εὐΐατος·
χαῖρε, ἰατὴρ νουνεχὴς καὶ δυσεύρετος.
Χαῖρε, φύσεως ἐκβίασις, καὶ ὀμμάτων φυλακή·
χαῖρε, αἴσθησις ὑπέρλογος, διακρίσεως φωτί.
Χαῖρε, βράχον γρανίτην, σοῖς δακρύοις χλοάσας·
χαῖρε, Κρίσιν προσμένων, τὰς ἡμέρας σου πάσας.
Χαῖρε, φωτὸς Ἁγίου ἡ ἔκχυσις·
χαῖρε, νοὸς ῥαθύμου διέργεσις.
Χαῖρε, νιπτὴρ διαυγὴς συνειδότος·
χαῖρε, δροσὶς μοναστοῦ κεκμηκότος.
Χαίροις Πάτερ ὑπέρσοφε.
Ζῆλον ἄπαυστον ἔχων, ἀληθοῦς μετανοίας, εἰς ἔρημον κατέφυγες ἄντρον, καὶ ἀπτώτῳ ἐν πένθει βιῶν, ἐν σιγῇ καὶ μονώσει, Χριστὸν ἔπεισας, ψυχῆς ἰάσαι τραύματα, εἰρήνῃ λογισμῶν τε ᾄδειν·
Ἀλληλούϊα.
Ἠλιοῦ τοῦ Θεσβίτου, κεκτημένος τὴν χάριν, ἐξέτεινας ὁσίας σου χεῖρας, καὶ ἡτήσω Χριστὸν τὸν Θεόν, ὄμβρῳ τάχος τοῦ σβέσαι δεινὸν καύσωνα, οὓ Πάτερ καὶ ἀπήλαυσας, ὑμνούμενος πρὸς πάντων οὕτω·
Χαῖρε, ἐσθής, ἐκ θείων νημάτων·
χαῖρε, σπυρίς, καρπῶν ἀκηράτων.
Χαῖρε, ὁδηγὸς μονοτρόπων καὶ ἔφορος·
χαῖρε, ξεναγός, κοινοβίου συστήματος.
Χαῖρε, γνώμην οἰκειόπιστον, ἐκδυσάμενος σαφῶς·
χαῖρε, ῥῆμα τὸ πατρόλεκτον, ἀσπασθεὶς υἱοπρεπῶς.
Χαῖρε, ἡ φωταυγία, ξενιτεῦσαι ποθούντων·
χαῖρε, ἡ βακτηρία, στερουμένων ποιμένος.
Χαῖρε, δι’ οὗ, τῆς πλάνης ῥυσθήσομαι·
χαῖρε, δι’ οὗ, διάκρισιν κτήσομαι.
Χαῖρε, μαζέ, ὑπηκόων νηπίων·
χαῖρε, φρουρέ, ἀνυστάκτων Γερόντων.
Χαίροις Πάτερ ὑπέρσοφε.
Θείς, τρισμάκαρ ἐμφρόνως, φυλακὴν στόματί σου, ἀφρόνων λογισμοὺς ἐφιμώσω, καὶ ἐδείχθης Ἀββᾶς ἐκλεκτός, σιωπᾶν τε γινώσκων, καὶ λαλεῖν ἔμμετρα, διὸ καὶ πάντας ὤθησας, τὴν δόξαν τῷ Κυρίῳ δοῦναι·
Ἀλληλούϊα.
Ἰησοῦ ἐπικλήσει, πολεμίους μαστίζων, ἐκάθηρας τὸν οἶκον καρδίας, καὶ ἐξένισας θεῖε ποιμήν, τὴν Ἁγίαν Τριάδα νοΐ ἔμφρονι, καὶ πάντας κατεφώτισας, ἁγνεύειν καὶ πρὸς σὲ κραυγάζειν·
Χαῖρε, δι’ οὗ κυκλευτὴς στενοῦται·
χαῖρε, δι’ οὗ πειρασμὸς τροποῦται.
Χαῖρε, Ἰσιδώρου ὁ γράψας τὴν ἄθλησιν·
χαῖρε, Ἀββα Κύρου αἰνέσας ἁπλότητα.
Χαῖρε, φίμωτρον εὑράμενος, ἀκηδίας συγγραφήν·
χαῖρε, βίβλον χαρισάμενος, ὑπὲρ λίαν σωστικήν.
Χαῖρε, οὐρανοπράτα, ἐμπορίᾳ τῇ κρείττῳ·
χαῖρε, θεῖε ἐργάτα, γεωργίας Κυρίου.
Χαῖρε, φυγῆς δειλάνδρου ἀπότρεψις·
χαῖρε, μονῆς ἰώσης ἡ βράβευσις.
Χαῖρε, ψυχῶν πεπηγυῖα γαλήνη·
χαῖρε, ζωγρῶν τῇ σοφίας σαγήνῃ.
Χαίροις Πάτερ ὑπέρσοφε.
Κατακρίσεως ἕξιν, Ἰωάννη πολύφρον, ἀπέπτυσας ὡς βδέλλαν ἀγάπης, καὶ ἐλάλεις σοῖς τέκνοις πυκνῶς, ἐκβαλεῖν παντελῶς τὴν πικρὰν ἄκανθαν, ὡς ἄν ψυχῆς φαιδρότητι, προσάδωσιν ὁμοῦ τῷ Κτίστῃ·
Ἀλληλούϊα.
Λογισμοὺς ἐξαγγέλλειν, χαριτώνυμε Πάτερ, καὶ ὄφιν ἐκ καρδίας ἐκβάλλειν, ἀσκηθεὶς μαθητείᾳ τῇ σῇ, σοὺς ἱκέτας παθῶν ἀφανῶν λύτρωσαι, ὡς ἄν τερπνοῖς ἐν ᾄσμασι, προσμέλπωσι φωστήρ, σοὶ ταῦτα·
Χαῖρε, πολὺς τῇ Χριστοῦ συνέσει·
χαῖρε, ἐκδὺς τὴν αὐτόγνωμον σχέσιν.
Χαῖρε, ποταμέ, ὁ πιαίνων γεώργια·
χαῖρε, φρυκτωρέ, τοῖς ἀζύγων σκηνώμασιν.
Χαῖρε, κύνα τὸν κενόδοξον, ὁ μακρύνας τῷ κλαυθμῷ·
χαῖρε, θάνατον τὸν κάθωρον, ἔχων πάντοτε ἐν νῷ.
Χαῖρε, ὁ συμπαθήσας, τοὺς εὐθεῖς τῇ καρδίᾳ·
χαῖρε, ὁ στιγματίσας, πονηρῶν διγλωσσίαν.
Χαῖρε, δι’ οὗ, νηφόντως προσεύξομαι·
χαῖρε, δι’ οὗ, τῆς Δίκης ἐκφεύξομαι.
Χαῖρε, χρωστήρ, μοναχῶν ἀθλοφόρων·
χαῖρε, κρατήρ, γλυκασμῶν ὑπερλόγων.
Χαίροις Πάτερ ὑπέρσοφε.
Μωϋσῆς ὁ ἐξέχων, τοῦ Κυρίου θεράπων, προσῆλθεν ἐν τῷ μέσῳ Ἀββάδων, τοῦ τιμῆσαι ἐνθρόνισιν σήν, Ἰωάννη, ἀδάμα τῆς ἐρήμου πολύτιμε, ὃν Πάτερ θεασάμενος, Χριστῷ τῷ στεφοδότῃ ἥδες·
Ἀλληλούϊα.
Νεύσει θείᾳ τρισμάκαρ, σὸν πολύδακρυ σπέος, κατέλιπες ψυχὰς ὠφελησών, καὶ ἐλθὼν κοινοβίῳ κλεινῷ, Σιναΐτιδος μάνδρας, ποιμὴν γέγονας, κανών τε τῆς ἀσκήσεως, τῶν σοὶ προσφθεγγομένων ταῦτα·
Χαῖρε, σπορεῦ, φυτῶν ἀθανάτων·
χαῖρε, κναφεῦ, στολῶν ἐξιτήλων.
Χαῖρε, τὸν θεόπτην Μωσῆν θεασάμενος·
χαῖρε, θείας πλάκας ἡμῖν χαρισάμενος.
Χαῖρε, κήρυξ τῆς πραότητος, ὡς καθέδρας τοῦ Χριστοῦ·
χαῖρε, μάστιξις τῆς μήνιδος, ὡς αἰτίας διχασμοῦ.
Χαῖρε, τῆς ἀσφαλείας τὴν ἠχὼ ἀγαπήσας·
χαῖρε, ἀντιλογίαν τοῦ αὐθάδους θρηνήσας.
Χαῖρε, στεῤῥὰ Κυρίου ἀγάπησις·
χαῖρε, ψυχῶν εὐπλάστων κατήχησις.
Χαῖρε, δι’ οὗ τῷ σταδίῳ δραμοῦμαι·
χαῖρε, δι’ οὗ ἀσφαλῶς βαδιοῦμαι.
Χαίροις Πάτερ ὑπέρσοφε.
Ξενισμῷ ψυχοτρόφῳ, Ἀβραὰμ ὑπερῆρας, παντί σε τῷ αἰτοῦντι παρέχων, κατανύξεως γλεῦκος τερπνόν, ἐπαρκῶν τε ἐν λόγοις σοφοῖς ἅπασι, τοῖς πίστει προσιοῦσί σοι, καὶ ψάλλουσι Θεῷ τὸν αἶνον·
Ἀλληλούϊα.
Ὄρθρος φαίνει αὐγάζων, ταπεινώσεως φάει, καὶ νέφη τῶν δαιμόνων διώκων, ταῖς σαῖς ῥήσεσι Πάτερ κλεινέ, Ἰωάννη ἀζύγων σεπτὸν κλέϊσμα, δι’ οὗ ἔλεος εὕροιμι, ἐν πίστει μελῳδῶν σοι ταῦτα·
Χαῖρε, δειλίας ἀνάνδρου μάστιξ·
χαῖρε, πολλῆς ἀκριβείας πλάστιγξ.
Χαῖρε, ἀρχαρίων ψυχὰς τιθηνούμενος·
χαῖρε, τοῖς τελεῖοις, τὴν τρίβον δεικνύμενος.
Χαῖρε, καλῶν πρὸς ἀνάβασιν, φιλοθέων ἀσκητῶν·
χαῖρε, ἅλως ἡ συνάξασα, θημωνίας ἀρετῶν.
Χαῖρε, ἐν ἀγρυπνίαις καὶ νηστείαις ὁδεύων·
χαῖρε, ἐν ἀτιμίαις καὶ τιμαῖς εἰρηνεύων.
Χαῖρε, ἀνήρ, ὀξύνους καὶ πάνσοφος·
χαῖρε, φωστήρ, ἀζύγων ἀείφωτος.
Χαῖρε, εἰκών, νηπτικοῦ ἐρημίτου·
χαῖρε, κανών, δοσιλόγου ποιμένος.
Χαίροις Πάτερ ὑπέρσοφε.
Πᾶσαν θείς, ὡς ἐχέφρων, φυλακὴν στόματί σου, ἀφρόνων λογισμοὺς ἐφιμώσω, καὶ ἐδείχθης λαμπρὸς ὁδηγός, σιωπᾶν τε γινώσκων καὶ λαλεῖν ἔμμετρα, διὸ πάντας ἐξέπληξας, καὶ ὤθησας Θεὸν δοξάσαι·
Ἀλληλούϊα.
Ῥέοντα πάντα Πάτερ, καὶ φθαρτὰ καταλείπεις, ζητῶν τῶν οὐρανίων τὴν γνῶσιν, καὶ ἐν μέσῳ σοφὲ εὑρεθεὶς μεσαζόντων Ἀγγέλων, θνητῷ σώματι, ῥημάτων ξένων ἤκουσας, ἐκπλήττων τοὺς πρὸς σὲ φωνοῦντας·
Χαῖρε, ὁ νήφων σοφῶς ἐν πᾶσιν·
χαῖρε, ὁ ἥκων Ἀγγέλων τάξιν.
Χαῖρε, καθηγήτωρ σοφὸς καὶ εὐόμιλος·
χαῖρε, ἐρημίτης σεμνὸς καὶ ἀείκλαυστος.
Χαῖρε, ἔργοις ὁμοιούμενος, Σαμαρείτῃ τῷ καλῷ·
χαῖρε, σῶφρον μὴ χρησάμενος, ἀντὶ σμίλης τῇ δοκῷ.
Χαῖρε, ὁ Ἀντιόχου ταπεινώσεις αἰνέσας·
χαῖρε, Μηνᾶν πρεσβύτην, ἐγκωμίοις ὁ στέψας.
Χαῖρε, Χριστοῦ οἰκέτης ὁ ἔνθεος·
χαῖρε, ἐμοῦ ἀμείλικτος ἔλεγχος.
Χαῖρε, νοὸς βλασφημίαν κουφίσας·
χαῖρε, ἐχθροῦ πανουργίαν ὁ λύσας.
Χαίροις Πάτερ ὑπέρσοφε.
Συνειδήσεως φθόγγου, νουνεχῶς οὐ παρεῖδες, πανόσιε Ἀββᾶ Ἰωάννη, ἀλλὰ ταύτην κατέχων ἀεί, ἐκ Βαπτίσματος θείου φρουρὸν ἄγρυπνον, ἀνῆλθες Πάτερ, κλίμακα πασῶν τῶν ἀρετῶν προσμέλπων·
Ἀλληλούϊα.
Τοῦ πανσέπτου ναοῦ σου, κτίτοράς τε καὶ πάντας, τοὺς σοὺς προσκυνητὰς Ἰωάννη, ἐπιστήριξον σῇ ἀρωγῇ, ἀναβάσεις βαθμῶν δυσχερῶν τεύξασθαι, ὑγείαν τε προσδώρησαι, τοῖς ᾄδουσι θερμῶς σοι ταῦτα.
Χαῖρε, τῆς Ἄκαμπα μαργαρίτης·
χαῖρε, ὁ πάνσοφος τραπεζίτης.
Χαῖρε, σιωπῆς τῆς ἐν γνώσει ὑπέρμαχος·
χαῖρε, παῤῥησίας καὶ ψεύδους κατήγορε.
Χαῖρε, ἐν δέκα πρὸς ἐννέα ἔτεσιν ὑποταχθείς·
χαῖρε, ἐν ἄκρᾳ ταπεινώσει, τὸν Χριστὸν ἐγκολπωθείς.
Χαῖρε, τῇ ἀγχινοίᾳ, τοῖς ψαλμοῖς ἐμβαθύνων·
χαῖρε, ἐκ τοῦ κανόνος, μοναστῶν μὴ ἐκκλίνων.
Χαῖρε, κλεινὲ δομῆτορ τῆς Κλίμακος·
χαῖρε, δοτήρ, ἐνθέου συγγράμματος.
Χαῖρε, σοφῶν ποιμαντήρων ποιμάντωρ·
χαῖρε, κλεινῶν διδακτόρων διδάκτωρ.
Χαίροις Πάτερ ὑπέρσοφε.
Ὑπερήφανον Πάτερ, μοναχὸν ἀπεφήνω, ἀπτέρῳ ἀετῷ ἑοικέναι, διὸ τρόμῳ ψυχῆς καὶ κλαυθμῷ, κατοχῆς θεομίσου εὑρεῖν λύτρωσιν, σεπταῖς λιταῖς σου δέομαι, ὡς ἄν πανευγνωμόνως ψάλλω·
Ἀλληλούϊα.
Φλόξ οὐκ ἔστι μηδόλως, προλεθεῖν ἐκ χιόνος, οὐδὲ αἱρετικῶς ταῖς καρδίαις, τὸ ἄνθος τὸ εὐῶδες εὑρεῖν, ταπεινώσεως θείας σοφὲ ὥρισας, διὸ ἡμᾶς ἐνίσχυσον, ἐν πίστει ἀπλανεῖ βοᾶν σοι·
Χαῖρε, ἡ πλῆξις ψυχῆς ἐν αἰσθήσει·
χαῖρε, ἡ σβέσις παθῶν ἐν γενέσει.
Χαῖρε, στοργικὸς παρακλήτωρ τοῖς πταίουσι·
χαῖρε, λειτουργὸς τῆς πτωχείας τῷ πνεύματι.
Χαῖρε, φράστωρ ἀκριβέστατος, σοφωτάτων ὁρισμῶν·
χαῖρε, ῥέκτης ὁ ἀοίδιμος, ἀρετῆς ἀναβαθμῶν.
Χαῖρε, ὅτι συνίστης, μονασταῖς μετανίζειν·
χαῖρε, ὅτι παρήνεις, ἐκ πρωΐας ὀρθρίζειν.
Χαῖρε, Μονῆς Σιναίου διάδημα·
χαῖρε, ψυχῆς ζαθέου τὸ ἄρωμα.
Χαῖρε, σαφὴς καθαρμὸς διανοίας·
χαῖρε, γλυκὺς διαλλάκτωρ Κυρίῳ.
Χαίροις Πάτερ ὑπέρσοφε.
Χαλεπὸν θεῖε Πάτερ, χαλεπώτατον ὄντως, τοῦ βίου διαπλέομεν πόντον, ἐν μέσῳ σιφώνων πολλῶν, πειρατῶν καὶ κλυδώνων, οἱ πτωχοὶ τάλανες, καὶ σὲ θερμῶς λιττόμεθα, ὑφάλους ἐκφυγεῖν ἡμᾶς καὶ ᾄδειν·
Ἀλληλούϊα.
Ψυχὰς θέλων τοῦ σῶσαι, φυλακὴν μετανοίας, ἱστόρησας τελείῳ χρωστῆρι, παριστῶν τεθλιμμένας μορφάς, ἀειστένακτον βίον ὁμοῦ ἄγοντας, πολλοὺς δὲ οὕτως ἔπεισας, τὸ ἔμπονον ζητεῖν καὶ εὐφημεῖν σε·
Χαῖρε, βαλβίς, φυλακῆς καρδίας·
χαῖρε, ἀκτίς, συνειδότος θεία.
Χαῖρε, ἀσκητής, ὁ ἀεὶ σπηλοδίαιτος·
χαῖρε, ἐρημίτης, ἑκὼν ἀκατάκλιτος.
Χαῖρε, ἔντονον ἀγρύπνησιν, τοῖς ποιμέσι συνιστῶν·
χαῖρε, ἔντιμον ἀτίμωσιν, ἐπιτίμια λιπών.
Χαῖρε, ὁ ἐπαινέτης, ἀκραιφνοῦς κοινοβίου·
χαῖρε, ἔμφρων ἡγέτης, τοῦ ἀκτήμονος βίου.
Χαῖρε, ἀγρός, ἀνθέων τῆς Χάριτος·
χαῖρε, καρπός, γονίμου ἀρόσεως.
Χαῖρε, δι’ οὗ, χαριτοῦται τὸ στόμα·
χαῖρε, δι’ οὗ, κατανύσσεται ὄμμα.
Χαίροις Πάτερ ὑπέρσοφε.
Ὦ κλεινὲ Ἰωάννη, τοῦ Σιναίου τὸ εὖχος, καὶ πάντων μοναστῶν ὑφηγήτορ (γ΄), Μετεώρου τῇ πέτρᾳ οἰκῶν, εὐσπλαγχνίας σαργάνην ἡμῖν πέμψειας, ὡς ἄν εὐστόλως φθάσωμεν, εἰς πύργον οὐρανοῦ, βοῶντες·
Ἀλληλούϊα.
Δίστιχον·
Ὑπείξας Πάτερ, πατρὶ μαρτυρωνύμῳ,
Μάρτυρας Χριστοῦ, σοὺς φοιτητὰς δεικνύεις.

Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης