Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1271
https://www.proseyxi.com

Παρακλητικός Κανών εις την Παναγία Δαμανδρίου Λέσβου Empty Παρακλητικός Κανών εις την Παναγία Δαμανδρίου Λέσβου

Την / Το Πεμ Απρ 18, 2019 10:45 am
Παρακλητικός Κανών εις την Παναγία Δαμανδρίου Λέσβου


Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

Ψαλμός ρμβ’ (142).

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…

Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῆς Δαμανδρίου μάνδρας θείᾳ Εἰκόνι, περιχαρῶς κατασπασώμεθα πάντες, ἐκ πίστεως φιλέορτοι βοῶντες αὐτῇ· πρόφθασον ὦ παντευλόγητε, καὶ παγίδων ῥῦσαι σατᾶν, τοὺς ἀνευφημοῦντάς Σε, Θεοτόκε Παρθένε· καὶ μητρικῶς δυσώπησον Υἱόν, ὅπως γεένης, λυτρώσηται ἅπαντας.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Ποθητῶς ἀνυμνῶ Σε, θεονύμφευτε Μαριάμ
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.

Παθῶν με ἀπάλλαξον Μαριάμ, καὶ δός μοι Σὴν χάριν, ἀνυμνῆσαι Σὲ ψαλμικῶς, τὴν χοροῖς Ἀγγέλων ὑμνουμένην, καὶ ἀθυμίας τὰ νέφη διάλυσον.

Ὁ δῦναι τοῦ σώματος καὶ ψυχῆς, παθῶν ψυχοφθόρων, καὶ χρονίων νόσων δεινῶν, κυκλοῦσί με πλήθη Θεοτόκε, ἀλλὰ Εἰκόνι Σου σπεύδοντα ἴασαι.

Θεράπευσον ἕλκη τὰ πονηρά, ψυχῆς μου Κυρία, καὶ οἰδήματα τῆς σαρκός, καὶ δὸς ἀνυμνεῖν Σε κατὰ χρέος, τὴν Δαμανδρίου φρουρὸν σκέπην ἔφορον.

Ἡμῶν τῶν τιμώντων Σου ἐν ᾠδαῖς, Μητρόθεε Κόρη, θείαν κοίμησιν εὐλαβῶς, μνημόνευε ἐν ὥρᾳ τῆς δίκης, τὸν Σὸν Υἱὸν τῆς γεένης λυτρώσασθαι.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Τῶν ὑμνούντων Σὲ πόθῳ τῶν ἀγαθῶν πρόξενος, πέλεις ἡ χαρὰ ἐλπὶς σκέπη Μῆτερ ἡ βλύζουσα, μῦρα χαρίτων Σου, πανευλαβῶς τῇ Εἰκόνι, κατασπαζομένων Σου, Δαμανδριώτισσα.

Ὡραιότητος οἶκον ἐμὴν ψυχὴν ποίησον, πρὸς ὑποδοχὴν τοῦ Δεσπότου, ὦ παντευλόγητε, τὸν ἁμαρτήμασι, συγκυλινδούμενον ὅλον, ἀλλ’ ἐξαγορεύοντα ἅπαντα κάθαρον.

Σωτηρίας τὴν πρέσβυν καὶ ἐν δεινοῖς πρόμαχον, Λέσβου ὁ λαὸς Σὲ Παρθένε, ἔχομεν σπεύδοντες, τῇ θείᾳ μάνδρᾳ Σου, καὶ Σῇ Εἰκόνι βοῶντες, Θεοτόκε Δέσποινα, σῶσον τοὺς δούλους Σου.

Ἀπειλὰς τῶν δαιμόνων καὶ πειρασμῶν κύματα, τῇ Σῇ ἀντιλήψει Κυρία, τάχει ἐκδίωξον, καὶ πρὸς γαλήνιον, ὅρμον κατεύθυνον Κόρη, τήνδε τὴν ὁλκάδα Σου, τὴν Σὲ δοξάζουσαν.

Διάσωσον, Δαμανδριώτισσα Μῆτερ ἀπὸ κινδύνων, τοὺς τῇ πανσέπτῳ Εἰκόνι Σου πίστει προστρέχοντας, καὶ μετὰ πόθου αὐτὴν ἀσπαζομένους.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Εἰκόνα σεπτὴν Παρθένου ἀσπασώμεθα, Μονῇ ἱερᾷ προστρέχοντες φιλέορτοι, καὶ πιστῶς βοήσωμεν· Θεοτόκε πρόφθασον σκέπουσα, ἡμᾶς ἐκ περιστάσεων δεινῶν, καὶ πάρεσο πρέσβυς πρὸς φιλάνθρωπον.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Νόσων ἅπαντας Δέσποινα, καὶ φθοροποιῶν ἀλγηδόνων λύτρωσαι, τοὺς ὑμνοῦντάς Σε θεόνυμφε, καὶ ἀσπαζομένους τὴν Εἰκόνα Σου.

Ὕμνοις θείοις Σὲ μέλπομεν, Μῆτερ τοῦ Σωτῆρος Ὃν ἐξιλέωσαι, τῆς γεένης πάντας ῥύσασθαι, καὶ πυρὸς ἀσβέστου ἀειπάρθενε.

Μολυσμάτων θεράπευσον, ψυχικῶν Παρθένε ἡμαρτηκότα με, ὅτι Σὸν Υἱὸν ἐλύπησα, Ὃν δυσώπει σῶσαί με πανάμωμε.

Νικητὴν Σὺ ἀνάδειξον, κατὰ τῶν παθῶν δεινῶς πολεμούντων με, τῇ ταχείᾳ ἀντιλήψει Σου, καὶ τῆς ἐπηρείας ἐλευθέρωσον.


ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὦ Σῶν δωρεῶν, καὶ χαρίτων ὧν λαμβάνουσιν, οἱ τοῖς ἄνθεσι ῥαίνοντες Σὴν μορφήν, καὶ μελιῤῥύτοις, ᾠδαῖς Σὲ ἁγνὴ δοξάζοντες.

Σῶσον ἐκ δεινῶν, νοσημάτων πάντας ἴασαι, καὶ τοὺς φιλεόρτους σκέπε Μῆτερ Θεοῦ, καὶ τὴν ὑγείαν, τοῖς πάσχουσιν ἄμφω δώρησαι.

Ἔγνωμεν καλῶς, Σὲ ὡς σκέπην τὴν ὁλόφωτον, τὴν ἐπισκιάζουσαν τοὺς εὐσεβεῖς, ὥσπερ νεφέλη, θείας δόξης ἀπειρόγαμε.

Θραῦσον τὰς ὁρμάς, τῶν ἐχθρῶν ὦ ὑπερένδοξε, τῶν ἐπαπειλούντων Ἑλλάδος λαόν, καὶ τοῦ βελίαρ Παρθένε ὀφρὺν κατάβαλε.


ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἐλαύνει γε, βροτοκτόνου τὰ στίφη, τῆς Εἰκόνος Σου ἡ θέα καὶ μόνον, ὁ ἀσπασμός, ἀγαλλίασιν θείαν, καὶ εὐφροσύνην καρδίας χαρίζεται, καὶ ταῖς αἰσθήσεσι χαρά, νῦν δωρεῖ τοῖς πιστοῖς Μῆτερ Ἄνασσα.

Ὀργὴν Θεοῦ, ἐφ’ ἡμᾶς τὴν δικαίαν, ἁμαρτίας ὀργιζόντων ἀπόθου, ὅτι πρὸς Σέ, καταφεύγομεν πάντες, τῇ ἀρωγῇ Σου ῥυσθῆναι ἐλπίζοντες, καὶ τῇ μορφῇ Σου εὐλαβῶς, ἀσπαζόμεθα Μῆτερ ἀπείρανδρε.

Νενίκηνται, ὦ ἁγνὴ τῆς φύσεως, τῷ θανάτῳ Σου οἱ ὅροι ὡς ἔφη, ὁ ὑμνωδός, μελωδήμασι θείοις, καὶ ὁ χορὸς Ἀποστόλων φθεγγόμενος, κἀμεῖς δ’ ὡς φύγωμεν παθῶν, τῇ κοιμήσει Σου ᾄσματα ᾄδομεν.

Ὑπέρμαχον, καὶ φρουρὸν κεκτήμεθα, Σὲ Παρθένε οἱ πιστοί Σου οἰκέται, Λέσβου λαός, προστασίαν καὶ σκέπην, καὶ οἱ Ὀρθόδοξοι καύχημα ἔνθεον, ἐλπίδα οἱ ἁμαρτωλοί, μεσιτείαν θερμὴν οἱ ὑμνοῦντές Σε.


Διάσωσον, Δαμανδριώτισσα Μῆτερ ἀπὸ κινδύνων, τοὺς τῇ πανσέπτῳ Εἰκόνι Σου πίστει προστρέχοντας, καὶ μετὰ πόθου αὐτὴν ἀσπαζομένους.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Κοντάκιον. Ἦχος β΄. Πρεσβεία θερμή.
Προστασία μάνδρας Δαμανδρίου θεόνυμφε, Ὀρθοδόξων πέλεις τε φρουρὸς καὶ ὑπέρμαχος, πάντας σκέπεις τοὺς ἀνυμνοῦντάς Σε πανευλαβῶς, Εἰκόνα ἀσπαζομένους δέ, τὴν θαυματόβρυτον ἁγνή, καὶ βοώντων ἐκ πίστεως· χαῖρε θερμὴ πρεσβεία, καὶ ἀνθρώπων σωτηρία, χαῖρε ἡ πρέσβυς πρὸς Θεόν, Θεοτόκε ἡ ἀκοίμητος.


Προκείμενον: Μνησθήσομαι τοῦ ὀνόματός Σου, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στ.: Ἄκουσον θύγατερ καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου.

ΕΥΑΓΓΕΛΙΟΝ
Εκ του κατά Λουκάν.

Εν ταίς ημέραις εκείναις, αναστάσα Μαριάμ επορεύθη εις την ορεινήν μετά σπουδής εις πόλιν Ιούδα και εισήλθεν εις τόν οίκον Ζαχαρίου και ησπάσατο την Ελισάβετ. Και εγένετο, ως ήκουσεν η Ελισάβετ τόν ασπασμόν τής Μαρίας, εσκίρτησε τό βρέφος εν τή κοιλία αυτής και επλήσθη Πνεύματος αγίου η Ελισάβετ και ανεφώνησε φωνή μεγάλη και είπεν, Ευλογημένη σύ εν γυναιξί και ευλογημένος ο καρπός τής κοιλίας σου. Και πόθεν μοι τουτο, ίνα έλθη η μήτηρ του Κυρίου μου πρός με; Ιδού γαρ, ως εγένετο η φωνή του ασπασμού σου εις τά ώτά μου, εσκίρτησε τό βρέφος εν αγαλλιάσει εν τή κοιλία μου. Και μακαρία η πιστεύσασα, ότι έσται τελείωσις τοίς λελαλημένοις αυτή παρά Κυρίου. Και είπε Μαριάμ, Μεγαλύνει η ψυχή μου τόν Κύριον και ηγαλλίασε το πvεύμα μου επί τώ Θεώ τώ σωτήρι μου, ότι επέβλεψεν επί τήv ταπείvωσιν τής δούλης αυτου. Ιδού γάρ από του νύv μακαριούσί με πάσαι αι γεvεαί. Ότι εποίησέ μοι μεγαλεία ο Δυvατός και άγιοv τό όvομα αυτου. Έμεινε δέ Μαριάμ σύv αυτή ωσεί μήvας τρείς και υπέστρεψεν εις τόν οίκοv αυτής.

Δόξα
Πάτερ Λόγε Πνεῦμα πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.
Καὶ νῦν
Δαμανδριωτίσσης πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.


Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Ἅπαντες προσέλθωμεν, ἐν Δαμανδρίου τῇ μάνδρᾳ, καὶ Εἰκόνα ἔνθρονον, πιστῶς ἀσπασώμεθα χαριτόβρυτον, βρύει γὰρ θαύματα, νόσους διώκουσα, ἀφανίζουσα τοὺς δαίμονας, τρέφει πεινῶντάς τε, διψῶντας δροσίζει τοῖς ὕδασι, νάματα καταρδεύουσα, τῆς θεογνωσίας ἡ Θεοτόκος, τοὺς ψαλμοῖς ὑμνοῦντας, καὶ πόθῳ ἐκζητοῦντας παρ’ αὐτῆς, τῆς σωτηρίας αἰτήματα, καὶ πταισμάτων ἄφεσιν.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Μανναδόχος Σὺ στάμνα πέλεις ἄχραντε πόθῳ τοὺς ἀνυμνοῦντας πιστῶς, Σὴν ἱερὰν Εἰκόναν, καὶ Σὲ ὁμολογοῦντας διασώζεις κραυγάζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Φωτοφόρε νεφέλη ἀειπάρθενε θεία σκέπη ἀγκάλαις ταῖς Σαῖς, περίσωζε τὸν κόσμον, ἐκ πάσης τρικυμίας, καὶ βελῶν τοῦ ἀλάστορος· Σὺ γὰρ ὑπάρχεις πιστῶν, ἀντίληψις καὶ φύλαξ.

Εὐφροσύνως δοξάζει Σὴν μετάστασιν μάνδρα τοῦ Δαμανδρίου πιστῶς, καὶ χαρμοσύνως μέλπει, τῇ θείᾳ Σου Εἰκόνι, μελῳδίαις πανύμνητε, πανηγυρίζουσα νῦν, τὴν εὔσημον ἡμέραν.

Ὑπερευλογημένη πρὸς Ὃν ἔτεκες Μῆτερ γενοῦ πρεσβεία θερμή, ῥυσθῆναι Θεοτόκε, τοὺς Σὲ παρακαλοῦντας, ἐκ ψυχῆς καὶ δοξάζοντας, τὸν τῶν Πατέρων ἡμῶν, Θεὸν δεδοξασμένον.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τοὺς προσδραμόντας, τῇ Σῇ Μονῇ Θεοτόκε, χαλεπῶν νοσημάτων καὶ ὄγκων, ῥῦσαι καὶ παράσχου, κατ’ ἄμφω τὴν ὑγείαν.

Ἐγκωμιάζει, Χριστιανῶν δῆμος Κόρη, σὺν Ἀγγέλων χοροῖς ἀνυμνούντων, καὶ παρακαλεῖ Σε, δεινῶν ἐκλυτρωθῆναι.

Μῆτερ Παρθένε, θεοφιλῶς δέχου ὕμνον, εἰς πρεσβείαν Υἱοῦ καὶ Θεοῦ Σου, Ὃν ὑπερυψοῦσι, τῶν Ἀσωμάτων Τάξεις.

Ἀειπαρθένου, ταῖς παρακλήσεσι Σῶτερ, ἐκ σεισμοῦ πυρός τε καὶ ἀνάγκης, ῥῦσαι τήνδε νῆσον, καὶ σῶσον ἡμᾶς πάντας.


ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ῥυσθῆναι νοσημάτων, θλίψεων κινδύνων, καὶ τῆς ὀργῆς τοῦ Θεοῦ δυσωποῦμεν πιστῶς, Σὲ Θεοτόκε Παρθένε δάκρυσιν ἅπαντες.

Ἱκέσιον πρεσβείαν, δίδου Θεοτόκε, ὑπὲρ ἡμῶν ἐν Μονῇ Σου ἀσπάσασθαι νῦν, τὴν ἱεράν Σου Εἰκόνα σπεύδοντας δάκρυσιν.

Ἁπάντων Ὀρθοδόξων, πέλεις σωτηρία, καὶ Στρατηγὸς τῶν Ἑλλήνων Ὑπέρμαχος Σύ· διὸ τοὺς Σὲ ἀνυμνοῦντας, ἀτρώτους φυλαττε.

Μητέρων καὶ παρθένων, καύχημα εἶ δόξα, καὶ ἱερέων σεμνὸν ἐγκαλλώπισμα, πιστῶν ἐλπὶς χαρὰ σκέπη Δαμανδριώτισσα.

Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.


Δεῦτε εὐφημήσωμεν οἱ πιστοί, μέλεσιν ἐνθέοις, τὴν Εἰκόνα τὴν ἱεράν, Δαμανδριωτίσσης, τὴν βρύουσαν χαρίτων, ἰάσεις τοῖς νοσοῦσι, δαιμόνων μάκρυνσιν.

Δίδου δωρεῶν Σου πλοῦτον ἡμῖν, εἰρήνην Παρθένε, καὶ ἀπάλλαξον χαλεπῶν, ψυχῆς μολυσμάτων, παθῶν καὶ ἀλγηδόνων, παρέχουσα ὑγείαν, ἄμφω ἀδάπανον.

Ἥλιος ἀνέτειλε νοητός, ἐκ Σοῦ Θεοτόκε, ὁ τῆς δόξης παμβασιλεύς, καὶ δικαιοσύνης, Χριστὸς ὁ παντεπόπτης, Αὐτὸν οὖν προσκυνοῦμεν, Σὲ μεγαλύνοντες.

Τοὺς ἀσπαζομένους τὴν Σὴν μορφήν, ἐν τῇ σεβασμίᾳ, Δαμανδρίου θείᾳ Μονῇ, δίδου Θεοτόκε, πᾶσι ψυχῆς τὰ κρείττω, καὶ ἀγαθῶν τοὺς οἴκους, ἔμπλησον ἄσπιλε.

Ῥῦσαι τοὺς ὑμνοῦντάς Σε Μαριάμ, λοιμικῶν κινδύνων, καὶ παράσχου Σὴν δαψιλῆ, χάριν σωτηρίας, τοῖς πίστει αἰτουμένοις, ἄμαχον προστασίαν, θερμὴν τ’ ἀντίληψιν.

Χαίροις ἀσθενούντων ἡ ἰατρός, τροφὴ δεομένων, ἀδαπάνητος θησαυρός, τῶν θαλαττευόντων, ἀσφάλεια καὶ σκέπη, Χριστιανῶν ἡ δόξα, Μῆτερ ἀνύμφευτε.

Ἴασαι νοσοῦντας Μῆτερ ταχύ, σῶσον ἐκ κινδύνων, τοὺς προστρέχοντας εὐλαβῶς, τῇ ἱερωτάτῃ, Εἰκόνι Σου Παρθένε, αὐτὴν ἀσπαζομένους, χαρίτων πέλαγος.

Τοὺς καταφιλοῦντας Σὴν θαυμαστήν, Εἰκόνα Μονῆς Σου, Μῆτερ ἔφορε ἐν χαρᾷ, τήρει ἄνευ βλάβης, καὶ δίδου θείαν χάριν, πληροῦσα τὰς αἰτήσεις, τῶν ἀνυμνούντων Σε.

Ὦ πῶς εὐφημήσωμεν Μαριάμ, Σὲ νῦν ἀποροῦμεν, ἀλλὰ δέχου ἀγγελικόν, ἀσπασμὸν ἐκ πόθου, βοῶντές Σοι τὸ χαῖρε, χαῖρε Δαμανδριώτισσα, πάντων σώτειρα.

Ὦ τῶν δωρεῶν Σου Μῆτερ Θεοῦ, ὦ κηδεμονίας, ἣν δεικνύεις πᾶσι πιστοῖς· ὅτι ὡς ἡ ὄρνις, σκέπουσα τὰ νοσσία, ταῖς Σαῖς ἀγκάλαις σκέπεις, τὸν κόσμον ἅπαντα.

Χαίροις ἡ χρυσόπτερος χελιδών, χαρμονή τε χάρις, καὶ χαρὰ τῶν Χριστιανῶν, ὢν χρεοφειλέτης, τὸ χρέος χάρισόν μοι, χρυσοπεποικιλμένη, Δαμανδριώτισσα.

Χαίροις ἡ χρυσίζουσα χαραυγή, ἀχωρήτου χώρα, ἡ χωρήσασα τὸν Χριστόν, Ὃν οἱ Χριστοκτόνοι, προσήλωσαν ἐν Ξύῳ, μονογενῆ Υἱόν Σου, τὸν ἀναμάρτητον.

Βλῦσον τοῦ ἐλέους τὰς δωρεάς, θαυμάτων τὰ μῦρα, καὶ εἰρήνην χάριν τ’ ἀεί, δὸς τοῖς ἐξαιτοῦσι, Σὴν ἀρωγὴν Παρθένε, πιστοὺς δ’ ἐκ τῶν παγίδων, σατᾶν ἐκλύτρωσαι.

Ὄλβιος ὡς ἔχει Σὲ βοηθόν, ἐν παντὶ τῷ βίῳ, Θεοτόκε τῶν πειρασμῶν· πλέον ὄλβιός τις, ἐστὶν ὡς Σὲ ἐλπίδα, καὶ πρέσβυν ἐν ἡμέρᾳ, ἔχει τῆς κρίσεως.

Σῶσον τοὺς τὴν κλίμακα τῆς Μονῆς, Χριστὲ ἀναβάντας, Δαμανδρίου θεοπρεπῶς, ἀσπασθῆν’ Εἰκόνα, Μητρός Σου τὴν κατ’ ἄμφω, ὑγείαν δὸς εἰρήνην, καὶ μέγα ἔλεος.

Γέννησιν ὑμνοῦμεν Κόρη τὴν Σήν, ἐν ναῷ Εἰσόδῳ, σὺν Συλλήψει ὑπερφυῇ· Γένναν τοῦ Υἱοῦ Σου, λοχείαν Σύναξίν Σου, Ὑπαπαντὴν σὺν θείᾳ, σεπτῇ Κοιμήσει Σου.

Δεῦτε εὐφημήσωμεν ψαλμικῶς, τὴν ἁγνὴν Παρθένον, καὶ Γεώργιον Ἀθλητήν, Πολυχνίτου σκέπην, καὶ Μελαντῶν προστάτην, τὴν τούτων ἱκεσίαν, Χριστῷ αἰτούμενοι.

Ἔχει Δαμανδρίου Σε ἡ Μονή, πρόμαχον Παρθένε, καταφύγιον καὶ φρουρόν, προστασίαν καὶ σκέπην, καὶ Σοὶ πιστῶς προστρέχει, τῶν φιλεόρτων δῆμος, μέλψαι μελίσμασιν.

Ἔσωσας πανώλους Λέσβου λαόν, τεμὼν σαθρὰν λύμην, καὶ ἐῤῥύσω παντοδαπῶν, νόσων Θεοτόκε, ἁλώσεως βαρβάρων, πειρατηρίων ποίμνην, τὴν Σὴν καὶ θλίψεων.

Πίστει ἀσπασώμεθα ἀδελφοί, Εἰκόνα τιμίαν, Θεοτόκου θαυματουργόν, ὅπως ἀρυσθῶμεν, ἁγιασμοῦ ἐκ ταύτης, τῆς ἐνοικούσης θείας, Πνεύματος χάριτος.

Νίκης θεῖον ὅπλον Ζωοποιόν, Σταυρὸν τοῦ Κυρίου, πρὸς τοὺς δαίμονας ἀληθῶς, ἔλαβες καὶ ἦλθες, πρὸς μάχας μετὰ τούτων, Δημήτριε τροπώσας, τούτων τὰ ἔνεδρα.

Πανηγυριζέτω θεία Μονή, νῦν τοῦ Δαμανδρίου, μνήμην πάνσεπτον τῆς Μητρός, τοῦ παμβασιλέως· διὸ πιστοὶ ἐκ πόθου, ᾠδαῖς θεοτερπέσι, μέλψωμεν Κοίμησιν.

Μετὰ τῆς χορείας τῶν Μαθητῶν, τῶν ἐν Θαβωρίῳ, καὶ δυᾶδος τῶν Προφητῶν, ἄσωμεν εὐήχοις, πιστοὶ ᾄσμασι θείοις, Χριστὸν τὸν Ζωοδότην, κρείττω αἰτούμενοι.

Μέλπομεν τὴν Κοίμησιν τῆς ἁγνῆς, ἄνοδον ἐν πόλῳ, ὥσπερ τάφῳ Γεθσημανῆ, ὕμνησαν ἐνθέως, Ἀπόστολοι Κυρίου, καὶ θεῖοι Ἱεράρχαι, νῦν εἰς Δαμάνδριον.

Κάθαρον καρδίας ἐκ τῶν παθῶν, δὸς νῷ ἡμῶν φῶς Σου, καθαγίασον τὰς ψυχάς, εὐπαῤῥησιάστοις, λιταῖς Ἁγίων Πάντων, Σωτήρ μου πανοικτῖρμον, καὶ τῆς τεκούσης Σε.

Γέγραπται ἐν θείᾳ βίβλῳ Δαυΐδ, ὁρισμὸς ὁποῖος, τοῦ δικαίου ἀνδρὸς ἐστίν, ἐλεεῖν ἀπαύστως, κατατρυφᾶν Κυρίῳ, φωτὶ περιπατῶν τε, ἃ ἔσχες Ἅγιε.

Ἔχει Σὴν Εἰκόνα ὄλβον σεπτόν, Μονὴ Δαμανδρίου, Θεοτόκε παναληθῶς, φύλακα καὶ σκέπην, ἀντίληψιν πενήτων, φρουρὸν καὶ θερμὸν πρέσβυν, πιστῶν πρὸς εὔσπλαγχνον.

Ὦ Σῶν θαυμασίων καὶ δωρεῶν, Παρθένε πρὸς πάντας, τοὺς προστρέχοντας ἐκζητεῖν, πόμα σωτηρίας, Εὐαγγελίου λόγον, ἐν τῇ σεπτῇ Μονῇ Σου, Πηγὴ ζωήῤῥυτε.

Ῥῦσαι ἐκ κινδύνων καὶ συμφορῶν, Ἑλλήνων τὸ γένος, ὦ Ὑπέρμαχε Στρατηγέ, σὺν πᾶσιν Ἁγίοις, Χριστὸν καθικετεύων, καὶ σκέπε τοὺς ἐν πίστει, Σὲ μεγαλύνοντας.

Γέρα Σὺ προσήνεγκας τῷ Θεῷ, ἀρετῶν τὸν πλοῦτον, ὃν συνέλεξας ἀγαθή, ἐν δοκιμασίαις, εὐχῇ ἀκαταπαύστῳ· διὸ καὶ ὁ Υἱός Σου, ἄνω μετέστησεν.

Ἰγνατίου λείψανα τὰ σεπτά, Προέδρου Μηθύμνης, ἀσπασώμεθα ἐν Μονῇ, Πλανᾶ Νικολάου, Παρασκευῆς Βαρβάρας, Τρύφωνος Χαραλάμπους, Ἡλιοφώτου τε.

Ὅσιοι τῆς Λέσβου καὶ Ἀθληταί, σεπτοὶ Ἱεράρχαι, οἱ πεντήκοντα τρεῖς Χριστοῦ, Ἅγιοι τῆς νήσου, μετὰ τῆς Θεοτόκου, πιστοῦ τε Ταξιάρχου, ἡμῖν πρεσβεύσατε.

Ὕμνοις τοῦ Νυμφίου Παρασκευήν, ἐρασμιωτάτην, καταστέψωμεν ἀδελφοί, ἵν’ ἀνταποδώσῃ, ἐν ὥρᾳ τῇ μελλούσῃ, ἡμῖν Χριστὸς λιταῖς της, τὰ ἐπουράνια.

Ὦ θεοχαρίτωτε ἀριστεῦ, πάντων Ἀθλοφόρων, καὶ Ἁγίων συγκοινωνέ, σὺν τῷ Δημητρίῳ, Γεώργιε τρισμάκαρ, ὑπὲρ ἡμῶν Σωτῆρι, καθικετεύσατε.

Δάκρυσι προσπέσωμεν ἀδελφοί, Εἰκόνι Παρθένου, ἐξαιτούμενοι παρ’ αὐτῆς, νόσων ἰατρείαν, ἐκλύτρωσιν κινδύνων, ἀπαλλαγὴν δαιμόνων, καὶ χάριν ἄμετρον.

Ἥλιον τῆς δόξης θείῳ φωτί, ἀστράψαντα ὄρει, Θαβωρίῳ ὑπερφυῶς, ἐκδυσώπει Μῆτερ, Παρθένε σὺν Προδρόμῳ, ἡμᾶς καταξιῶσαι, τῆς Βασιλείας Του.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια:

Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Δέξαι, Μητροπάρθενε ἁγνή, ὕμνον σὺν ψαλμοῖς καὶ ᾠδαῖς τε, πρὸς Σὲ νῦν περιχαρῶς, ῥόδα τε καὶ δάκρυα, ἐν μετανοίᾳ θερμῇ, κατανύξει καὶ πόθῳ τε, πιστῶς Σὴν Εἰκόνα, κατασπαζομένων Σου, καὶ ἐκβοῶντες τρανῶς· Μῆτερ, σκέπε πάντας καὶ φρούρει, ῥῦσαι ἐκ κινδύνων καὶ νόσων, σώζουσα ἡμᾶς ἐκ πάσης θλίψεως.

Δεῦτε, Χριστωνύμων ἡ πληθύς, σεπύσωμεν ἐν οἴκῳ Κυρίου, καὶ Δαμανδρίου Μονῇ, ὅπως ἀσπασώμεθα, τῆς Θεοτόκου μορφήν, εἰς Εἰκόνα περίπτυστον, ἀδήλως τὸ πότε, ὧδε αὕτη ᾤκησεν, ἀλλὰ θαυμάτων κρουνούς, πᾶσιν, εἰς αἰῶνας παρέχει, τοῖς εἰλικρινῶς ἐκβοῶσι· χαῖρε μοναζόντων ἐγκαλλώπισμα.

Χαῖρε, ἀνακράζουσι πιστοί, Σὲ Δαμανδριώτισσα πίστει, κατασπαζόμενοι, χαῖρε θεῖον ὄχημα, χαῖρε νεφέλη λαμπρά, χαῖρε πύλη χρυσήλατε, ἐλπὶς σωτηρίας, χαῖρε κλίμαξ ἄγουσα, πρὸς οὐρανὸν τοὺς πιστούς, χαῖρε, εὐσεβῶν προστασία, τῶν ἀδικουμένων ἡ ῥύστις, δόξα Ὀρθοδόξων καὶ κραταίωμα.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.


Δι’ εὐχῶν.



_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης