Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1638
https://www.proseyxi.com

Παρακλητικός Κανών εις τον Όσιον Ιάκωβον τον εν Ευβοία Empty Παρακλητικός Κανών εις τον Όσιον Ιάκωβον τον εν Ευβοία

Την / Το Σαβ Απρ 13, 2019 7:21 am
Παρακλητικός Κανών εις τον Όσιον Ιάκωβον τον εν Ευβοία

Ποίημα τοῦ Μητροπολίτου Ἐδέσσης, Πέλλης καὶ Ἀλμωπίας κ. Ἰωήλ
Παρακλητικός Κανών εις τον Όσιον Ιάκωβον τον εν Ευβοία Iakovo10

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν θεοφόρον ἀσκητὴν τοῦ Ὑψίστου, τὸν ἐν Εὐβοίᾳ ἐν τοῖς χρόνοις τοῖς νέοις, ἀναδειχθέντα εἴπωμεν ἐκ βάθους ψυχῆς,ἅγιε Ἰάκωβε μοναστῶν ποδηγέτα,πάσης περιστάσεως τὴν ἁγίαν Μονήν σου,καὶ τοὺς οἰκοῦντας πάντας ἐν αὐτῇ,ταῖς σαῖς πρεσβείαις,ἀεὶ διαφύλαττε.

Δόξα. Τὸ αὐτό.
Καὶ νῦν. Θεοτοκίον.


Οὐ σιωπήσωμέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι·εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα,τίς ἡμᾶς ἐρρύσατο, ἐκ τοσούτων κινδύνων; τίς δὲ διεφύλαξεν,ἕως νῦν ἐλευθέρους;οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ·σοὺς γὰρ δούλους σῴζεις,ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Καὶ ὁ κανὼν οὗ ἡ ἀκροστιχὶς
«Πάτερ Ἰάκωβε δός μοι σὴν βοήθειαν. Ἰωήλ»

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Παράσχου τὴν χάριν σου ἀφειδῶς,Ἰάκωβε πάτερ,τοῖς προστρέχουσιν εὐλαβῶς,τῇ θείᾳ Μονῇ σου ἐν Εὐβοίᾳ,καὶ προσκυνοῦσιν τὸν τάφον σου ἅγιε.

Ἀνύσας τὸν βίον ἀσκητικῶς,μετὰ τῶν ὁσίων,ἠριθμήθης ἐν οὐρανῷ,διὸ ταῖς ὀξείαις σου πρεσβείαις,τοῖς ἀλγουμένοις τὴν ἴασιν χἀρισαι.

Τὰ πάθη νικήσας ἐπὶ τῆς γῆς,ἐκτήσω θεόφρον,παῤῥησίαν ἐν οὐρανοῖς,διὸ τοὺς ἱκέτας σου ἐκ βλάβης,τοῦ πονηροῦ περιφρούρει Ἰάκωβε.

Θεοτοκίον
Ἐλπὶς ὀρθοδόξων χριστιανῶν,ὑπάρχουσα Μῆτερ,μὴ ἐλλείπῃς διηνεκῶς,τοὺς λύκους αἱρέσεων ποικίλων, διασκεδάζουσα θείᾳ δυνάμει σου.


ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ῥυπαρὰς ἁμαρτίας,καὶ τὰ πολλὰ σφάλματα,ἅπερ καθ' ἑκάστην ἡμέραν,ποιῶ ὡς ἄσωτος,πάτερ Ἰάκωβε,ἱκετηρίαις σου τάχει,πρὸς Χριστὸν διόρθωσον,ἀειμακάριστε.

Ἰατρὸς δαιμονώντων,ἀναδειχθεὶς ἅγιε,ὥς ποτε ἐῤῥύσω τὸν νέον,ἐκ τοῦ ἀλάστορος·διὸ βοήθησον,τοὺς σὲ ὑμνοῦντας ἐνθέρμως,
ὅπως κατασπάσωσιν,ἐχθροῦ τοξεύματα.

Ἀπὸ πάσης ἀνάγκης,καὶ πειρασμῶν λύτρωσαι,τοὺς ἐνασκουμένους πατέρας,ποτὲ συνόντας σοι,τῆς θείας μάνδρας σου,ἐν τῇ Εὐβοίᾳ θεόφρον,σὺ γὰρ ὤφθης ἅγιε,αὐτῶν τὸ στήριγμα.

Θεοτοκίον
Κραταιὰ προστασία,καὶ ἀρωγὸς ἕτοιμος,τῶν καταφευγόντων μερόπων,τῇ θείᾳ σκέπῃ σου,Παρθένε φάνηθι,σὺ γὰρ φιλόστοργος μήτηρ, καὶ τροφὸς καὶ στήριγμα,ἁπάντων γέγονας.


Διάσωσον,ἀπὸ κινδύνων Ἰάκωβε θανασίμων,καὶ ἀνιάτων ἀσθενειῶν καὶ κακώσεων,τοὺς ἀνυμνοῦντας τὴν μνήμην σου θεοφόρε.

Ἐπίβλεψον,ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε,ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν,καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Ἡ Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.


Ὑπὲρ τῆς Μονῆς,τῆς σῆς θεομακάριστε,πρεσβεύειν αεί,Χριστῷ τῷ Παντοκράτορι,μὴ παύσῃ ἱκεσίαις σου,ὡς ἡγούμενος ταύτης Ἰάκωβε, καὶ ποδηγὸς σοφὸς τῶν μοναστῶν,τῶν πόθῳ τιμώντων τὴν μνήμην σου.


ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὥσπερ φύλαξ ἀήττητος,τοῦ ἀντικειμένου τὰ ἐνοχλήματα,διασκέδασον πρεσβείαις σου,ἀπὸ τῶν αἰτούντων σου βοήθειαν.

Βοηθὸς ἐν ταῖς θλίψεσι,τῶν ἀσθενειῶν μου γενοῦ Ἰάκωβε,σὺ γὰρ ἔχεις ἀνεπαίσχυντον,πάτερ παῤῥησίαν πρὸς τὸν Κύριον.

Ἐπομβρίαις χαρίτων σου,τῆς ψυχῆς φοβίας πάτερ Ἰάκωβε,μετασκεύασον δεόμεθα,πρὸς χαρὰν ἁπάντων τῶν αἰνούντων σε.

Θεοτοκίον
Δός μοι χάριν καὶ δύναμιν,ὅπως διαπλεύσω τὸ μέγα πέλαγος,Ἀειπάρθενε τοῦ βίου μου,καὶ εἰς πλάτος φθάσω παραδείσιον.


ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὅλος τῷ Θεῷ,ἐκ παιδὸς ἀνατιθέμενος,τὴν νεότητα ὁδήγει ἀσφαλῶς,πρὸς τὴν τρίβον τοῦ Σωτῆρος ἀξιάγαστε.

Σώματος ἡμῶν,καὶ ψυχῆς τὰ ἀῤῥωστήματα,ἱκετεύομεν εὐχαῖς σου ἱεραῖς,ἰαθῆναι θεοκίνητε Ἰάκωβε.

Μνήσθητι ἡμῶν,τῶν σῶν φίλων ὦ Ἰάκωβε,καὶ παράσχου τὴν εἰρήνην λογισμῶν,τοῦ νοὸς ταῖς ἱκεσίαις σου πρὸς Κύριον.

Θεοτοκίον
Ὁ πανσθενουργός,καὶ Δεσπότης πάσης κτίσεως,τὴν σὴν δέησιν ἀκούει εὐμενῶς·διὸ ζήτει ὑπὲρ πάντων τὰ σωτήρια.


ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἰάτρευσας,προσευχαῖς σου ἅγιε,ἐπιτόκων γυναικῶν ἀσθενείας,καὶ ἐκ καρκίνου βαρέως ἐῤῥύσω,πολλοὺς ἀνθρώπους παμμάκαρ Ἰάκωβε· διὸ μὴ παύσῃ καὶ ἡμῶν,θεραπεύων ψυχῆς τὰ οἰδήματα.

Σοφίᾳ,τῇ ἱερᾷ κεκόσμησαι,ὁδηγήσας μοναζόντων χορείαν,πρὸς βιοτὴν τὴν λιτὴν καὶ ὁσίαν,καὶ ἀγαπήσας Χριστοῦ τὴν ταπείνωσιν·
διὸ κατάστειλον ταχύ,τοῦ νοός μου τὸν τύφον Ἰάκωβε.

Ἡδύτητα,σαρκικὴν ἀπέκρουσας,ἐγκρατείᾳ καὶ νηστείᾳ θεόφρον,καὶ ταῖς πυκναῖς προσευχαῖς σου ἀνῆλθες,εἰς κορυφὴν τῆς θεώσεως ἅγιε,
πρὸς ἣν κατεύθυνον ἡμᾶς,τοὺς φιλοῦντάς σε πάτερ Ἰάκωβε.

Θεοτοκίον
Νῦν Πάναγνε,Θεοτόκε Δέσποινα,ἱκετεύοντες οἱ δοῦλοί σου πάντες,τῶν στυγερῶν καὶ ἀτέγκτων δαιμόνων,τὴν κακουργίαν ταχέως διάλυσον·σὺ γὰρ τὴν κάραν τοῦ ἐχθροῦ,τῷ σῷ τόκῳ συνέτριψας τέλεον.


Διάσωσον,ἀπὸ κινδύνων Ἰάκωβε θανασίμων,καὶ ἀνιάτων ἀσθενειῶν καὶ κακώσεων,τοὺς ἀνυμνοῦντας τὴν μνήμην σου θεοφόρε.

Ἐπίβλεψον,ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε,ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν,καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.

Ὡς ἱερεὺς τοῦ Χριστοῦ ἐννομώτατος,καὶ ἀσκητὴς περιάκουστος ἅγιε,Μονὴν τὴν ἁγίαν σου φύλαττε,ἱκετηρίαις σου πάτερ Ἰάκωβε,
Δαυῒδ τοῦ ὁσίου διάδοχε.

Καὶ εὐθὺς τὸ Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.
Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. στ΄ 17 - 23).

Tῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο· καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ' αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ ἔλεγε· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσι καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.


Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.


Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Ἅγιε Ἰάκωβε,τῶν μοναζόντων τὸ κλέος,τεῖνον χεῖρα ἅπασι,τοῖς προσερχομένοις τῇ θείᾳ μάνδρᾳ σου,ἐν πολλαῖς θλίψεσι,καὶ ποικίλαις νόσοις,καὶ παντοίοις παραπτώμασι,παρέχων ἴασιν,θάρσος καὶ χαρὰν ἀναφαίρετον,τοὺς δὲ ἐκ βλάβης πάσχοντας,τοῦ ἀντικειμένου θεράπευσον,ἵνα ἀνυμνῶσι,τὴν χάριν σου τὴν ἄμαχον σεμνέ,καὶ ἐγκαρδίως γεραίρωσι,τὰ πολλά σου θαύματα.


Σῶσον ὁ Θεὸς τὸν λαόν σου...

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Βαρυνθεὶς ἀνομίαις,πολυφρόντιδος βίου,ὁ δυστυχὴς καὶ πτωχός,ὑψῶ τὰς δύο χεῖρας,ἱκετικῶς παμμάκαρ,πρὸ τῆς θείας εἰκόνος σου, καὶ ἀναμένω τὴν σήν,λαβεῖν ἐπικουρίαν.

Ὁ πολλοὺς τῷ σῷ λόγῳ,καὶ σημείοις ἀῤῥήτοις,ὡς εὐσπλαγχνίας πατήρ,ἐν τῇ ζωῇ στηρίξας,καὶ μετὰ τὴν θανήν σου,θεοφόρε Ἰάκωβε,
κἀμὲ τὸν σὸν ὑμνητήν,ἀνάστησον πεσόντα.

Ἡ μονή σου τυγχάνει,ὸ προπύργιον πάτερ,τῶν εὐσεβῶν κοσμικῶν,καὶ τῶν ἐνδεδυμένων,στολὴν τῶν μοναζόντων,οὓς συντήρει Ἰάκωβε, ἐν καθαρᾷ βιοτῇ,καὶ ὀρθοδόξῳ πίστει.

Θεοτοκίον
Θεοτόκε Παρθένε,ἡ τεκοῦσα ἀσπόρως τὸν πάντων Κύριον,δυσώπησον λιταῖς σου,αὐτὸν ὑπὲρ τῶν δούλων,τῶν ὑμνούντων τὴν χάριν σου, καὶ τὰ πολλά σου Ἁγνή,σημεῖα εὐγνωμόνως.


ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἐπισταμένως,τοὺς ἐκζητοῦντας ἐν πόθῳ,παραμύθιον ἐν θλίψεσι παράσχου,Ἰάκωβε Εὐβοίας,ὁ φύλαξ καὶ προστάτης.

Ἴασαι πάτερ,τὴν ἀσθενοῦσαν ψυχήν μου,ἐκ παθῶν ἡδονοφόρων καὶ αἰσχίστων,καὶ βοηθησόν μοι,ποιεῖν τὰ τοῦ Κυρίου.

Ἀπὸ τοῦ τύφου,τῶν πονηρῶν ἐννοιῶν μου,ταῖς λιταῖς σου πρὸς Χριστὸν ἀπάλλαξόν με,καὶ τῇ σῇ προνοίᾳ,πρὸς φῶς ὁδήγησόν με.

Θεοτοκίον
Νεῦσον ἐξ ὕψους,πρὸς τοὺς ἱκέτας σου Μῆτερ,καὶ ὁδήγησον αὐτοὺς πρὸς σωτηρίαν,ἵνα τοῦ Υἱοῦ σου,ἐντάλματα τηρῶσι.


ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰδεῖν ἐπιθυμοῦμεν,πρόσωπον Κυρίου,ταῖς σαῖς πρεσβείαις παμμάκαρ Ἰάκωβε,σὺ γὰρ οἰκήτωρ ὑπάρχεις,τῆς ἄνω πόλεως.

Ὡς ἔχων παῤῥησίαν,πρέσβευε ἀπαύστως,ὑπὲρ τῆς μάνδρας σου πάτερ Ἰάκωβε,σὺν τῷ Δαυῒδ τῷ ὁσίῳ,Γέροντι πάντιμε.

Θεοτοκίον
Λιμὴν ἀπηλπισμένων,τῶν πιστῶν ἡ βάσις,καὶ στηριγμὸς τῶν πεσόντων ἐν παραπτώμασι,τῇ σῇ ὀξείᾳ δυνάμει,φάνηθι Δέσποινα.


Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί  παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί  ἐνδοξοτέραν  ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν  ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις Λιβισίου γόνος λαμπρός,καὶ Εὐβοίας πάσης,ὁ ἀκένωτος θησαυρός,χαίροις κοινοβίου Δαυῒδ τοῦ θεοφόρου,Ἰάκωβε ἡγῆτορ, καὶ μέγας ἔφορος.

Χαίροις ἀῤῥωστούντων θεραπευτής,τῶν πενήτων φίλος,καὶ πενθούντων ἀναψυχή,χαίροις τῶν στενόντων,ταῖς θλίψεσι τοῦ βίου, Ἰάκωβε θεόφρον,τὸ παραμύθιον.

Ὤφθης ἐπ' ἐσχάτων τῶν ἡμερῶν,ἐν Εὐβοίᾳ πάτερ,τὸ ἀλάβαστρον ἀρετῶν,καὶ χαρίτων θείων,ταμεῖον πεπλησμένον,Ἰάκωβε παρέχον, πιστοῖς τὰ πρόσφορα.

Εἴληφας Ἰάκωβε ἱερέ,τῆς ἱερωσύνης,μέγα δῶρον ἀπὸ Θεοῦ,καὶ πολλοὺς πεσόντας,ἀνέστησας θεόφρον,τῷ θείῳ μυστηρίῳ, ἐξαγορεύσεως.

Γέγονας τὸ στήριγμα μοναχῶν,θεραπεύων τούτων,ἀῤῥωστήματα τῆς ψυχῆς,ὡς καὶ διανοίας,τῆς λογικῆς καθαίρων,σοφαῖς σου συμβουλίαις,πάτερ Ἰάκωβε.

Κόσμημα καὶ καύχημα ἱερόν,πάσης τῆς Ἑλλάδος,ἀνεδείχθης σεμνοπρεπῶς,ταῖς θαυματουργίαις,καὶ διδαχαῖς ἁγίαις,Ἰάκωβε ἀγγέλων, ὁ ὁμοδίαιτος.

Τάφον προσκυνοῦντές σου τὸν σεπτόν,χάριτας ποικίλας,ἀρυόμεθα ἐξ αὐτοῦ,σὺ γὰρ Παρακλήτου,Ἰάκωβε δοχεῖον,τὸ πάγχρυσον ἐφάνης,
θεοχαρίτωτε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.


Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ Ἀπολυτίκιον ψαλλόμενον πρωτίστως ἐν τῇ Ἱερᾷ Μονῇ τοῦ Ὁσίου Δαυΐδ.

Ἦχος πλ. α΄. Τὸν Συνάναρχον Λόγον.

Τῶν ὁσίων Πατέρων τὰ κατορθώματα,ἐν ἐσχάτοις τοῖς χρόνοις ζηλώσας ἅγιε,ἀνεδείχθης μιμητὴς τούτων Ἰάκωβε,ἐν τῇ μάνδρᾳ τοῦ Δαυΐδ,τοῦ προστάτου σου σεμνέ,ποιμάνας ταύτην ἐνθέως,διὸ σὺν τούτῳ μὴ παύσῃ,ὑπὲρ ἡμῶν ἀεὶ δεόμενος.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου σε νεκρόν.

Πάτερ διελθὼν τῶν πειρασμῶν,πέλαγος Ἰάκωβε μέγα,ἔφθασας ὅσιε,εἰς μονὰς τῆς χάριτος,τοῦ Παντοκράτορος,διὸ πρόφθασον ἅγιε, δεόμεθα πάντες,παῦσαι ταῖς πρεσβείαις σου,τοῦ πολεμήτορος,δόλον καὶ σπουδὴν καὶ μανίαν,κατὰ τῆς ἁγίας Μονῆς σου, προεστὼς γὰρ ταύτης ἐχρημάτισας.


Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.


Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.

_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης