Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1758
https://www.proseyxi.com

Παρακλητικός Κανών εις τον Άγιο Γρηγόριο τον Διάλογο Empty Παρακλητικός Κανών εις τον Άγιο Γρηγόριο τον Διάλογο

Δευ Μαρ 12, 2018 10:11 am
Φήμη μηνύματος : 100% (1 ψήφοι)
Παρακλητικός Κανών εις τον Άγιο Γρηγόριο τον Διάλογο

Ποίημα Αρχιμ. Νικοδήμου Αεράκη
Παρακλητικός Κανών εις τον Άγιο Γρηγόριο τον Διάλογο Dialog10

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.

Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.


Ψαλμός ρμβ’ (142)

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.


Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…

Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Ἀρχιερέα Ἐκκλησίας τῆς Ῥώμης, ἐν ἐγκωμίοις καὶ ᾠδαῖς εὐφημοῦμεν, τῆς προσευχῆς καὶ νήψεως φωστῆρα λαμπρόν, πρότυπον σκληρᾶς ἀσκήσεως, καὶ ποιμένα θεόφρονα, τέλειον διδάσκαλον, πάντων τῶν μοναζόντων, τῶν Ὀρθοδόξων πρόμαχον σεπτόν, κόσμον τοῦ κόσμου, Γρηγόριον ἔνθεον.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Γρηγόριον Διάλογον ἐπευφημῶν. Νικοδήμου
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.

Γρηγόριον ὕμνοις ἐπιποθῶν, λιτάζεις ἐνθέως, θεῖον Πνεῦμα ἀντιβολῶ, κατάπεμψον Λόγε τῇ καρδίᾳ, καὶ τῷ νοΐ μου πλουσίως θεάνθρωπε.

Ῥαδίως ὑμνῆσαι σὴν βιοτήν, οὐ σθένει μου γλῶσσα, Ἱεράρχα μυσταγωγέ· διὸ ἐξαιτοῦμαι τὰς εὐχάς σου, τοῦ φωτισθῆναί με θεῖε Γρηγόριε.

Ἡλίου ἡ λάμψις τοῦ νοητοῦ, κατηύγασε Πάτερ, σὴν καρδίαν ὑπερφυῶς, καὶ ἔγνως μυστήρια τὰ θεῖα, ἃ τοῖς πιστοῖς ὡς ποιμὴν ἀπεκάλυψας.

Θεοτοκίον.
Γραφαὶ προεκήρυξαν ἐμφανῶς, ἀπείρανδρε Μῆτερ, ἐν νηδύϊ Σου θαυμαστήν, Λόγου τοῦ Θεοῦ κυοφορίαν, εἰς σωτηρίαν βροτῶν ἐκ τοῦ πτώματος.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ὁμοφρόνως ὑμνοῦμεν ἱερουργὸν ἔνθεον, τῆς Ὀρθοδοξίας φωστῆρα κλεινὸν Γρηγόριον, ἐπιζητοῦντες αὐτοῦ, τὰς πρὸς Χριστὸν ἱκεσίας, τοῦ δοθῆναι ἅπασι, τὸ μέγα ἔλεος.

Ῥῶσιν δίδου μοι Πάτερ μυσταγωγὲ ἔνθεε, καὶ Ὀρθοδοξίας τὴν πίστιν καὶ θείαν ἄσκησιν, πρὸς βιοτὴν ἀρετῆς, καὶ σωτηρίαν ψυχῆς μου, θαυμαστὲ Γρηγόριε, Ῥώμης ἐπίσκοπε.

Ἰσχυρὸς ἀνεδείχθης στῦλος πιστῶν ἔνδοξε, καταπολεμῶν τὰς αἱρέσεις Πάτερ Γρηγόριε, καὶ διὰ βίου σεπτοῦ, καὶ βιασμοῦ τοῦ σαρκίου, ἀσκητὴς ἐπίσκοπος, κανὼν ἀσκήσεως.

Θεοτοκίον.
Οὐρανίων Πνεύματων καὶ μοναχῶν καύχημα, καὶ μητέρων πέλεις ὁ κόσμος, σωφρόνων ἕδρασμα· ἐν τῇ ἁγνείᾳ ἁγνή, τοὺς εὐσεβεῖς περικράτει, Σαῖς λιταῖς πρὸς Κύριον, θεομακάριστε.

Διάσωσον, ποιμὴν τῆς Ῥώμης Γρηγόριε θεοφόρε, τοὺς σὲ ὕμνοις ἐπευφημοῦντας ἐκ παραπτώσεων, ὡς ἔχων πρὸς Κύριον παῤῥησίαν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Κάθισμα. Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Τὰ θεῖα ποθῶν ἐπίκηρα κατέλιπες, καὶ ζήλῳ Χριστὸν ἐδέχθης ἐν καρδίᾳ σου, θαυμαστὲ Γρηγόριε, θυηπόλε Ῥώμης Διάλογε· διὸ ἠξιώθεις ἰδεῖν, Τριάδος τὴν δόξαν, ἐν τῇ ἄνω Σιών.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Νεκρωθεὶς ὦ Γρηγόριε, κατὰ κόσμον χάριτι τῇ τοῦ Πνεύματος, ἐν Χριστῷ σοφῶς ἐβίωσας, ὡς ἐπίσκοπος τῆς Ῥώμης ἔνδοξε.

Διαλόγους συνέγραψας, ἀσκητῶν ἐντρύφημα ὦ Γρηγόριε· καταξίωσον τὸν δοῦλόν σου, τῆς ζωῆς τῆς θείας δι’ ἀσκήσεως.

Ἰσχυρῶς κατεπάλαισας, τοῦ βελίαρ ἔνεδρα ὦ Γρηγόριε, ἀνελθὼν δ’ εἰς ὕψη ἄῤῥητα, Ἐκκλησίας Ῥώμης διεποίμανας.

Θεοτοκίον.
Ἀειπάρθενε γέγονας, Μήτηρ τοῦ Θεοῦ Σου ὦ πανακήρατε, καὶ λιταῖς Σου τὸ ἀνθρώπινον, ἐκ παθῶν φυλάττεις καὶ τοῦ δράκοντος.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Λῦσον τὰ δεσμά, τῶν παθῶν ἡμῶν Γρηγόριε, ταῖς σαῖς πρεσβείαις Πάτερ πρὸς τὸν Χριστόν, ἵνα ἐννόμως ἐν βίῳ πολιτευσώμεθα.

Ὅλη πρὸς Θεόν, τὴν ψυχὴν ἡμῶν κατεύθυνον, κλεινὲ Γρηγόριε τῆς Ῥώμης ποιμήν, ἵνα τοῦ κόσμου, ἐπίκηρα ἀρνησώμεθα.

Γῆ καὶ οὐρανός, εὐφημοῦσι τὸν Γρηγόριον, τὸν ἐγρηγόρως ζητήσαντα θαυμαστῶς· ἡμεῖς δὲ πάντες, αἰτούμεθα τὰς εὐχὰς αὐτοῦ.

Θεοτοκίον.
Ὄμβρησον κἀμοί, θείαν χάριν Σου θεόνυμφε, ἵνα ἐν βίῳ ἁγίως πολιτευθῶ, καὶ ἐν ἐξόδῳ, εἰσέλθω εἰς τὸν Παράδεισον.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Νόμον, Χριστοῦ ἐκπληροῖς Γρηγόριε, καὶ διδάσκεις τοὺς πιστοὺς κατὰ χρέος, καὶ μοναχούς, διαλόγοις σου θείοις, ὑποδεικνύων αὐτοῖς βίον ἔνθεον· σοῦ δέομαι πανευλαβῶς, ἐκ παθῶν σαῖς λιταῖς με ἐξάρπασον.

Ἐνάρετος, ἀνεδείχθης Ἅγιε, διὰ βίου ἀσκηθεὶς θεαρέστως, καὶ οὐρανῶν, τῆς χαρᾶς ἀπολαύεις, καὶ τὸν Θεὸν καθορᾶς τὸν Τρισάγιον· ἐνίσχυσον κἀμὲ ἐν γῇ, ἐν ἀσκήσει βιῶσαι τὸν ἄθλιον.

Πατάξαντα, τῶν δαιμόνων φάλαγγας, σὲ ὁρῶμεν οὐρανίῳ παστάδι, ἐν ᾗ ἀεί, ἀρχιθῦτα τῆς Ῥώμης, δοξολογεῖς σὺν Ἀγγέλοις τὸν Κύριον· ἀξίωσον οὖν καὶ ἡμᾶς, μετὰ σοῦ αἰωνίως εὐφραίνεσθαι.

Θεοτοκίον.
Ἐσκήνωσεν, ἐν γαστρί Σου ἄχραντε, ἀποῤῥήτως τοῦ Πατρὸς Θεὸς Λόγος, καὶ τὴν ἐμήν, εἰληφὼς θνητὴν φύσιν, διὰ Σταυροῦ ἀνεκαίνισεν ἄσπιλε, συνανυψῶν εἰς οὐρανούς, ὡς Θεὸς Σὸς Υἱὸς παναμώμητε.

Διάσωσον, ποιμὴν τῆς Ῥώμης Γρηγόριε θεοφόρε, τοὺς σὲ ὕμνοις ἐπευφημοῦντας ἐκ παραπτώσεων, ὡς ἔχων πρὸς Κύριον παῤῥησίαν.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν χριστιανῶν.

Τὸν Γρηγόριον ἀνευφημήσωμεν ᾄσμασιν, τὸν κλεΐσαντα ἐν ἀρεταῖς τὴν ὑφήλιον, τήν τε Ῥώμην ἐν βιοτῇ καὶ ἔργοις θαυμαστοῖς· τὰς ἱκεσίας δὲ αὐτοῦ, πρὸς τὸν φιλάνθρωπον Θεόν, αἰτούμενοι κτησώμεθα, χάριν τῆς μετανοίας, καὶ σωτήριον πίστιν, καὶ ἀρετὰς τὰς σωστικάς, ἐν ἀσκήσει καὶ σεμνότητι.

Προκείμενον: Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Στ.: Οἱ ἱερεῖς Σου, Κύριε, ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.  
Εὐαγγέλιον ἐκ τοῦ κατὰ Ματθαῖον.

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς. Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς, ὡς πρόβατα ἐν μέσῳ λύκων· γίνεσθε οὖν φρόνιμοι, ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι, ὡς αἱ περιστεραί. Προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων, παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια, καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς. Καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν. Ὅταν δὲ παραδιδῶσιν ὑμᾶς, μὴ μεριμνήσετε πῶς ἤ τι λαλήσετε. Δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ, τὶ λαλήσετε. Οὐκ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν, τὸ λαλοῦν ἐν ὑμῖν. Παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον, καὶ πατὴρ τέκνον· καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς, καὶ θανατώσουσιν αὐτούς. Καὶ ἔσεσθαι μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.

Δόξα: Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...

Ῥώμης τὸν ἐπίσκοπον, καὶ Ἐκκλησίας τὸν στῦλον, ἀσκητῶν διδάσκαλον, τὸν κλεινὸν Γρηγόριον εὐφημήσωμεν· τὰ φθαρτὰ ἅπαντα, ἐν χαρᾷ ἠρνήθη, τὰ οὐράνια ἐπόθησε, Χριστοῦ παράδεισον, καὶ μετὰ Ἁγίων συνοίκησιν· διὸ ἐν βίᾳ ἔζησε, καὶ τοὺς ἀθλουμένους ἐδίδαξεν, ἵνα διὰ βίου, βαστάζωσιν ἀσκήσεως σταυρόν, καὶ παρθενίας φυλάττωσι, χάριτι τοῦ Πνεύματος.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὑψώθης θρόνῳ Ῥώμης ὦ Γρηγόριε Πάτερ ὡς ἀσκητὴς καὶ ποιμήν, κηρύττων μεγαλεῖα, Τριάδος τῆς Ἁγίας, πρὸς Ἣν ἅπαντες ψάλλομεν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Φύλαττων σὴν καρδίαν ἐκ βελῶν μισανθρώπου ἐπαπολαύεις κλεινέ, ἐλλάμψεως τῆς θείας, θεώσεως τοῦ δώρου, καὶ Χριστοῦ ἐξυμνήσεως· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ἡλίου τοῦ ἀδύτου Χριστοῦ τοῦ Θεανθρώπου κατηξιώθεις ἰδεῖν, Γρηγόριε τὴν δόξαν, ἐν μέσῳ Παραδείσου, καὶ ὑμνεῖν Αὐτοῦ ὄνομα· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.
Μαρία Θεοτόκε Σοὺς δούλους περιφρούρει ταῖς πρὸς Υἱόν Σου λιταῖς· δὸς δόξαν Ἐκκλησίᾳ, καὶ πίστιν τοῖς ἀνθρώποις, καὶ ψαλμὸν ὁλοκάρδιον· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ὡραϊσμένος, ἐν οὐρανοῖς σαββατίζεις, ὦ Γρηγόριε κλέος τῆς Ῥώμης, ἀνυμνῶν τὸν Λόγον, εἰς πάντας τοὺς αἰῶνας.

Νόοις ἀΰλοις, ἐν Παραδείσῳ συμψάλλεις, ὦ Γρηγόριε ὕμνοις ἀπαύστοις, τῆς Τριάδος δόξαν, εἰς πάντας τοὺς αἰῶνας.

Ἰσχύϊ Λόγου, τῶν ἀσκητῶν ἐμιμήθης, ὦ Γρηγόριε βίαν ἁγίαν, ἀνυμνῶν σὺν τούτοις, Αὐτὸν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.
Κατηξιώθης, τῶν δευτερείων Τριάδος, ὡς γεννήσσα Κόρη τὸν Λόγον, Ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Οἱ λόγοι Διαλόγου, τοὺς ἐναθλουμένους, ἐν ἀγωνίσμασι θείοις, στεῤῥοὺς ἀθλητάς, καθοδηγοῦσιν ἐνθεώς, πρὸς τελειότητα.

Δὸς πᾶσιν τὴν σὴν χάριν, Γρηγόριε Πάτερ, τῆς Ἐκκλησίας τῆς Ῥώμης, ποιμὴν θαυμαστέ, ἵνα ὁδὸν πορευθῶμεν, τὴν πρὸς τὸν Κύριον.

Ἡδέως μελετῶμεν, ῥήματά σου Πάτερ, καὶ ἐξαιτούμεθα πάντες Χριστοῦ φωτισμόν, ἵνα τηρήσωμεν ταῦτα, δυνάμει χάριτος.

Θεοτοκίον.
Μαρία θεῖον Πνεῦμα, δεχθεῖσα ἀφράστως, κυοφορεῖς τὸν Σωτῆρα τοῦ κόσμου παντός· διὸ τιμῶμεν ἐν ὕμνοις, τὰ μεγαλεῖά Σου.

Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.


Χαίροις τῶν ποιμένων ὑφηγητής, Γρηγόριε Πάτερ, ἀσκητῶν τε ὑπογραμμός, χαίροις Ἐκκλησίας, τῆς Ῥώμης ἀντιλήπτωρ, τῆς ἀρετῆς δὲ τύπος, καὶ ἐγκαλλώπισμα.

Χαίροις ταπεινώσεως ὁδηγέ, ἀδελφῶν Κυρίου, ἐλαχίστων ὁ βοηθός· χαίροις τῶν πενήτων, κρουνὸς θείας ἀγάπης, Γρηγόριε τῆς Ῥώμης, τὸ ἐγκαλλώπισμα.

Πάντες τὸν Διάλογον ἀδελφοί, τῶν πιστῶν ποιμένα, καὶ ἀσκήσεως ὁδηγόν, τὸν σεπτὸν τῆς Ῥώμης, ἀγλάϊσμα καὶ κλέος, ἐν ἐγκωμίων ὕμνοις ἀνευφημήσωμεν.

Θυηπόλε Ῥώμης καὶ ἀσκητά, κραταίωσον πίστιν, καὶ ὀρθόδοξον διδαχήν, διώκων τὴν πλάνην, καὶ αἵρεσιν τοῦ Πάπα, διδάσκων δὲ τοῖς πᾶσι, Χριστοῦ ταπείνωσιν.

Ὕμνοις εὐφημήσωμεν ἀδελφοί, Γρηγόριον θεῖον, οἱ ποθοῦντες τῆς οὐρανοῦ, τρυφῆς ἀπολαῦσαι, πιστῶς ἀγωνισθέντες, μιμούμενοι τὸν τούτου, βίον ἀσκήσεως.

Δεῦτε εὐφημήσωμεν ἀδελφοί, φρυκτωρὸν τῆς Ῥώμης, καὶ ἀσκήσεως ὁδηγόν, ἀρετῆς ποιμένα, καὶ δοῦλον ἐν τοῖς ἔργοις, τῶν δούλων τοῦ Κύριου, θεῖον Γρηγόριον.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε τὸν Γρηγόριον πιστοί, τὸν θεοστεφῆ ἱεράρχην, ἐγκωμιάσωμεν, οὗτος γὰρ ἐνίκησε, τοῦ κόσμου φρόνημα, τοὺς πιστοὺς δὲ ἐστήριξεν, ἐν λόγοις καὶ ἔργοις, πάντας τῆς ἀσκήσεως, βίαν ἐδίδαξεν· ὅθεν, ἐστεμμένος εἰσῆλθε, χαίρων εἰς Σιὼν τὴν ἁγίαν, καθορῶν Χριστοῦ τὸ φῶς τὸ ἄκτιστον.  

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.



Δι’ εὐχῶν.
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης