Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1752
https://www.proseyxi.com

Παρακλητικός Κανών εις τους Αγίους Πέντε Ενδόξους Νεομάρτυρες της Σαμοθράκης Empty Παρακλητικός Κανών εις τους Αγίους Πέντε Ενδόξους Νεομάρτυρες της Σαμοθράκης

Την / Το Πεμ Φεβ 22, 2018 12:24 pm
Φήμη μηνύματος : 100% (2 ψήφοι)
Παρακλητικός Κανών εις τους Αγίους Πέντε Ενδόξους Νεομάρτυρες της Σαμοθράκης

Έγράφη, συν Θεώ άγίω, ό παρών Παρακλητικός κανών έν τη Ιερά Μονή Σίμωνος Πέτρας Αγίου Όρους Άθω,
τη 8/21. 7. 2008

Παρακλητικός Κανών εις τους Αγίους Πέντε Ενδόξους Νεομάρτυρες της Σαμοθράκης 5marty10

Εὒλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ παρόντα Τροπάρια˙

Ἦχος δ΄. Ὃ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τῆ τοῦ Κυρίου πυρωθέντες ἀγάπῃ, ἐμυκτηρίσατε τῆς Ἄγαρ τήν πλάνην, συμμέτοχοι γενόμενοι τῶν πάλαι Ἀθλητῶν ὅθεν ἀνεδείχθητε Σαμοθρᾴκης προστάται, Πέντε Νεομάρτυρες, ἔν τῆ Μάκρη τυθέντες, καί χορηγεῖτε πᾶσι τοῖς πιστῶς, ἐξαιτουμένοις, αἰτήσεων πλήρωσιν.

Δόξα. Καί νῦν Θεοτοκίον, ὅμοιον.
Οὗ σιωπήσωμεν ποτέ, Θεοτόκε, τάς δυναστείας σου λαλεῖν οἵ ἀνάξιοι, εἶ μή γάρ σύ προΐστασο πρεσβεύουσα, τίς ἤ μᾷς ἐῤῤύσατο ἐκ τοσούτων κινδύνων; τις δε διεφύλαξεν, ἐῷς νῦν ἐλευθέρους; ούκ ἀποστῶμεν, Δέσποινα, ἐκ σου, σοῦς γάρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα ὅ κανών, οὗ ἤ ἀκροστιχίς:
«Σκέπετε πιστούς, Πεντάς Νεομαρτύρων. (Ἀθανάσιος)».

Ὠδή ἀ'. Ἦχος πλ. δ'. Ὑγράν διοδεύσας.

Σαμοθράκες ὄντες γένος φθαρτόν, υίοι Ἐκκλησίας, ἀνεδείχθητε ἀθληταί, πιστῶν ἐκδεχόμενοι αἰτήσεις, καί ἐκπληροῦντες αύτάς ὦς φιλάδελφοι.

Κλαπέντες τήν Πίστιν τήν άληθή, βιαίῳ τῷ τρόπῳ, ἀπεπτύσατε θαυμαστῶς, τῆς ’Άγαρ τήν πλάνην ἀθλοφόροι, ὑπέρ Χριστοῦ μαρτυρήσαντες σύμπεντε.

Ἐν σκότει βαδίζοντες μεριμνῶν, τό φώς ἐκζητοῦμεν, τό λαμπρότατον τοῦ Χριστοῦ, ὁ δότε ἡμῖν, Μάρτυρες θεῖοι, ὅπως εὐθέως τάς τρίβους ποιώμεθα.

Θεοτοκίον
Παρθένε, τεκοῦσα Λόγον Θεοῦ, πολλήν παρρησίαν, νῦν δικαίως Αὐτῷ πλουτεῖς, διό ὦς φιλάνθρωπον δυσώπει, δοῦναι ἡμῖν τῶν σφαλμάτων διόρθωσιν.


Ὠδή γ'. Ούρανίας ἁψῖδος.
Ἐν νυκτί καί ἥμερα, τά ζοφερά κύματα, τήν ζωήν ἡμῶν καταντλοῦσιν, Ἅγιοι Μάρτυρες, ὅθεν δεόμεθα, εὐχαῖς ὑμῶν πρός Δεσπότην, τήν γαλήνην δίδοσθε, τοῦ θείου Πνεύματος.

Τυραννία μεγίστη, ἤ τῶν παθῶν κράτησις, ἕξ ὤν, Νεομάρτυρες Πέντε, ἤμας λυτρώσασθε, ὤσπερ τόν τύραννον, τῆς ἀσεβείας συμφώνως, καθομολογήσαντες, κατενικήσατε.

Εἰληφότες τήν χάριν, παρά Χριστοῦ, Ἅγιοι, νόσους ἐκδιώκειν καί πάθη, ψυχῆς καί σώματος, ταχύ ἰάσασθε, σωματικάς ἀλγηδόνας, καί ψυχῶν ἀχθήματα, ἡμῶν δυσίατα.

Θεοτοκίον
Ποίοις λόγοις, Παρθένε, τήν πρός ἤμας χάριν σου, έκδιηγηθήναι ἀξίως, ἀν δυνηθείημεν; πᾶσαν γάρ νόησιν, καί λογισμόν τῶν ἀνθρώπων, ὑπερβαίνει, Δέσποινα, τό σόν μυστήριον.


Διάσωσον, Πεντάς Ἁγίων τῆς Σαμοθρᾴκης, ἐκ παντοίων κινδύνων τούς σοι προσπίπτοντας, καί δός εἰρήνην ταῖς ψυχαῖς, τόν Χριστόν δυσωποῦσα.

Ἐπίβλεψον, ἔν εὐμενείᾳ, Πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν τοΰ σώματος κάκωσιν, καί Ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.

Αἲτησις καὶ ταὸ Κάθισμα.
Ἦχος β'. Πρεσβεῖα θερμῇ.

Τήν Νῆσον ὑμῶν, φυλάττετε, Πεντάριθμοι, καί πᾶσι πιστοῖς, ἔν βίῳ συμπαρίστασθε, πειρασμῶν τά νέφη ἀποδιώκοντες τάχιστα, καί τήν εἰρήνην τοῦ Χριστοῦ, ψυχαῖς καταβραβεύοντες.


Ὠδή δ' Εἰσακήκοα, Κύριε.
Ἱερεῖα χρηστότητα, ὤφθητε ἔν Μάκρη καλῶς ἀθλήσαντες, καί παρέχετε ἰάματα, τοῖς ἐξαιτουμένοις ὑμῶν δέησιν.

Σαμοθρᾴκης γεννήματα, καί τῆς Ἐκκλησίας τερπνά καυχήματα, Νεομάρτυρες, ἐδείχθητε, καί πιστῶν ἁπάντων καταφύγια.

Τό πυρί θείου ἔρωτος, σύμπεντε φλεγόμενοι, Νεομάρτυρες, τόν ἐχθρόν κατεπατήσατε, πρέσβεις χριστωνύμων χρηματίζοντες.

Θεοτοκίον
Ο καρπός τῆς κοιλίας σου, γέγονε τού κόσμου ζωή ἤ ἄφθαρτος, καί Μαρτύρων θεῖον γλύκασμα, δι’ Οὗ τοῦ ἐχθροῦ πικρίας ἔλυσαν.


Ὠδή ἕ'. Φώτισον ἤμας.
Ὑπέρ τῆς ὑμῶν, γενεθλίου Νήσου, Μάρτυρες, καθικετεύσατε Χριστόν τόν Ἰησοῦν, δι’ ὄν προθύμως, τῷ θανάτῳ παρεδόθητε.

Στῦλοι ἀκλινεῖς Ἐκκλησίας ἀνεδείχθητε, καί πρός Χριστόν πρέσβεις εὐπρόσδεκτοι, τῶν πιστευόντων, πρός Αύτόν αἰτήσεις ἄγοντες.

Πέπτωκεν ἐχθροῦ, τό γαυρίαμα, Μακάριοι, ὅτε θανάτῳ παρεδόθητε πικρῶ, διό τά τούτου, καθ’ ἡμῶν βέλη ἀπώσασθε.

Θεοτοκίον
Ἔχοντες ἀεί, πρός Θεόν σε μεσιτεύουσαν, ὤσπερ Μητρί σοι καταφεύγομεν πιστοῖ, καί ἐκζητοῦμεν, Παναμώμητε, πρεσβεῖαν σου.


Ὠδή ς'. Τήν δέησιν.
Νικήσαντες, τόν ὑμᾶς νικήσαντα, κατεστέφθητε στεφάνῳ τῆς νίκης, καί ἀδελφῶν, ἐστηρίξατε πίστιν, τῶν κατιδόντων σεπτήν ὑμῶν ἄθλησιν, ἤ μᾷς δε ὑπό πειρασμῶν, κυκλουμένους ταχέως λυτρώσασθε.

Τήν ἴασιν, τῆς ψυχῆς καί σώματος, ἐκζητοῦμεν, Νεομάρτυρες θεῖοι, θήκην ὑμῶν, ἀσπαζόμενοι πόθῳ, τήν περιέχουσαν λείψανα τίμια, καί γάρ ἤ χάρις ἐπ’ αὑτά, ἀνεκφοίτητος μένει ἀείποτε.

Ἀνύστακτοι, ἐποφθέντες φύλακες, τῶν ὑμᾶς τιμώντων, Ἅγιοι Πέντε, ὦς ποταμοί, εὐλογίας Κυρίου, πᾶσι παρέχετε θείαν ἀνάψυξιν, ἐκ τῶν τοῦ βίου θλιβερῶν, καί ἐχθροῦ τῆς κακίας, πανεύφημοι.

Θεοτοκίον
Συστέλλομαι, Παναγία Δέσποινα, ἐκ τοΰ πλήθους τῶν πολλῶν μου πταισμάτων, παρά Χριστοῦ, ἐκζήτησαι τήν λύσιν, ἁμαρτημάτων δι’ ὤν κατελύπησα, Αὑτόν, διό σε, Ἀγαθῇ, πάλιν πρέσβιν μου θείαν προβάλλομαι.


Διάσωσον, Πεντάς Ἁγίων τῆς Σαμοθρᾴκης, ἐκ παντοίων κινδύνων τούς σοι προσπίπτοντας, καί δός εἰρήνην ταῖς ψυχαῖς, τόν Χριστόν δυσωποῦσα.

Ἄχραντε, ἤ διά λόγου τόν Λόγον άνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὦς έ'χουσα μητρικήν παρρησίαν.


Αἲτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β'. Προστασία τῶν Χριστιανῶν.

Τούς γενναίους Χριστοῦ Νεομάρτυρας, Σαμοθρᾴκης τά θεία βλαστήματα, καί τῆς Μάκρης, τούς πολιούχους ὕμνοις ἱεροῖς, ὁμοῦ ἅπαντες πιστοῖ, ἐκ καρδίας καθαρᾶς, συντιμήσωμεν λέγοντες• Ἅγιοι, τάς αἰτήσεις, τῶν ἐπικαλουμένων, Χριστῷ προσάγετε ἀεί, ϊνα δῶ ἡμῖν τό ἔλεος.


Προκείμενον.
Δίκαιος ὦς φοΐνιξ ἀνθήσει, καί ὤσει κέδρος ἤ ἔν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχ. Πεφυτευμένοι ἔν τῷ οϊκω Κυρίου, ἔν ταῖς αὐλαῖς τοΰ Θεοΰ ήμών ἐξανθήσουσιν.

Εὐαγγέλιον Ἐκ τοῦ κατά Λουκᾶν (Κεφ. κα' 12-19)

Εἶπεν ὅ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς Προσέχετε ἀπό τῶν ἀνθρώπων ἐπιβαλοῦσι γάρ ἐφ’ ὑμᾶς τάς χεῖρας αὑτῶν καί διώξουσι, παραδιδόντες εἴς συναγωγάς καί φυλακάς, ἀγομένους ἐπί βασιλεῖς καί ἡγεμόνας ἕνεκεν τοΰ ὀνόματος μου ἀποβήσεται δέ ὑμῖν εἵς μαρτύριον. Θέσθε οὖν εἵς τάς καρδίας ὑμῶν μή προμελετᾶν άπολογηθήναι• ἐγώ γάρ δώσω ὑμῖν στόμα καί σοφίαν, ἤ οὗ δυνήσονται ἀντειπεῖν, οὐδέ ἀντιστῆναι πάντες οἵ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δέ καί ὑπό γονέων καί συγγενῶν καί φίλων καί ἀδελφῶν, καί θανατώσουσιν ἕξ ὑμῶν, καί ἔσεσθε μισούμενοι ὑπό πάντων διά τό ὄνομα μου• καί θρίξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὗ μή άπόληται• ἔν τῆ ὑπομονή ὑμῶν κτήσασθε τάς ψυχάς ὑμῶν.

Δόξα.
Ταῖς τῶν Ἀθλοφόρων, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καί νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.


Εἶτα ψάλλομεν τό προσόμοιον.
Στίχ. Έλέησόν με ὅ Θεός...
Ἦχος πλ.β'. Ὅλην ἀποθέμενοι.

Μιχαήλ μακάριε, σῦν τοῖς δυσί Γεωργίοις, Μανουήλ, Θεόδωρε, Σαμοθρᾴκης ἔνδοξοι Νεομάρτυρες, μηδαμῶς παύσητε, χεῖρας ὑμῶν αἴρειν, πρός Δεσπότην τόν Φιλάνθρωπον, ὅπως τήν ἰᾶσιν, δῶ ἡμῶν ψυχῆς τε καί σώματος, καί πάσης τοῦ ἀλάστορος, προσβολῆς φυλάττῃ ὡς εὔσπλαγχνος, τούς ὑμᾶς τιμῶντας, καί θήκη τῶν λειψάνων εὐλαβῶς, προσερχομένους ἑκάστοτε, ὡς κρουνοῖς τῆς Χάριτος.

Σῶσον ὀ Θεός τὸν Λαό σου..

’Ὠδή ζ'. Οἱ ἐκ τῆς Ἰουδαίας.

Νοῦν Χρίστου ἔνθες μάρτυς, Μιχαήλ, τοῖς τιμῶσιν σήν θείαν ἄθλησιν, ὄπως τοΰ παγκακίστου, ἐκφύγωμεν παγίδας, καί Κυρίῳ συζήσωμεν, ἄμα Ἁγίων χοροῖς, εἵς πάντας τούς αἰῶνας.

Εἴς οὐδέν ἐλογίσω, φαινομένων ἀπόλαυσιν, ὦ Θεόδωρε, ἔχων ἔν τῆ ψυχή σου, ἀγάπην τού Δεσπότου,, ἤν τοΤς πόθῳ τιμῶσι σε, ἔνθες ὦς δῶρον τερπνόν, καί μένον εἵς αἰῶνας.

Οὐρανοῦ ποθητήν σε, ὦ Γεώργιε μάρτυς, σε μακαρίζομεν, καί ἐκ ψυχῆς αἰτοῦμεν,
Σίων τῆς ἄνω δεῖξον, ποθητάς ἡμᾶς ἅπαντας, ἔνθα γλυκέος Χριστοῦ, τό Πρόσωπον ὁρῷμεν.

Θεοτοκίον
Μακαρία σου ὄντως! ἤ κοιλία ἐδείχθη, Θεομακάριστε, κυήσασα ὦς βρέφος, Δημιουργόν τοΰ κόσμου, Ὅς τούς σε μακαρίζοντας, ὦς φιλομήτωρ Υἱός, δοξάζει εἴς αἰῶνας.


Ὠδή ἡ'. Τόν βασιλέα.
Ἁμαρτημάτων, τήν συγχώρησιν αϊτει, νεομάρτυς Γεώργιε, τῶν ὕμνοις, καταγεραιρόντων, γενναίαν ἄθλησιν σου.

Ῥῦσαι κινδύνων, Μανουήλ θεοφόρε, πάντας ὅσοι πρεσβείαν σου αἰτοῦσιν, παρά τοΰ Δεσπότου, δι’ ὀν ἤλοις ἠλῶθης.
Τῆς ἀληθείας, τοῦ Χριστοῦ γεγονότες, Νεομάρτυρες, κήρυκες ἔν πράξει, ἔν αὐτῇ βιῶσαι, ἤμας καταξιοῦτε.

Θεοτοκίον
Ὑπέρ Υἱοῦ σου, Νεομάρτυρες πέντε, Παναμώμητε, ἤθλησαν γενναίως, μεθ’ ὤν τόν Δεσπότην, ἀεί έξιλεοΰσθε.


Ώδή θ'. Κυρίως Θεοτόκον.
Ῥήματα ψυχοφθόρα, ἀθληταί ἔν Μάκρη, τῶν διωκτῶν ἀνδρικῶς βδελυξάμενοι, νῦν Παραδείσῳ τρυφᾶτε, θείων ἐλλάμψεων.

Ω! πλούτου ἀτιμήτου, οὗ ἤ Σαμοθρᾴκη, πλουτεΐ κατέχουσα λείψανα τίμια, Νεομαρτύρων γενναίων, οὖς περ έβλάστησε.

Νεώσατε καρδίας, τῶν ὑμᾶς τιμώντων, ὦ Νεομάρτυρες Θρᾴκης καυχήματα, καί σωτηρίαν δωρεῖσθε, ψυχῶν αἰώνιον.

Θεοτοκίον.
Ἀνύμφευτε Παρθένε, τῶν Νεομαρτύρων, ἤ κραταιᾷ ἔν τοῖς ἄθλοις βοήθεια, ἡμῖν βοήθει άπαύστως, τοῖς σε δοξάζουσιν.


Ἀξιόν ἔστιν ὦς ἀληθῶς, μακαρίζειν σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον, καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ, καί ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον, σε μεγαλύνομεν.

καί τά Μεγαλυνάρια

τό παρόν (+) Γέροντος Γερασίμου

Οἵ τῆς Σαμοθρᾴκης κλεινοί βλαστοῖ, Γεώργιος ἄμα, καί Θεόδωρος, Μανουήλ, Μιχαήλ σύν τούτοις, Γεώργιος ὅ ἄλλος, οἵ πολιοῦχοι Μάκρης, άνευφημείσθωσαν.

ἑτέρα νεοσύνθετα
Χαίρει Σαμοθρᾴκης γῆ εὐκλεής, καί ἤ Μάκρης χώρα, ἔν τῆ μνήμη τῶν ἀθλητῶν, οἵτινες συμφώνως, πατήσαντες τῆς Άγαρ, τήν πλάνην θαρσαλέως, Χριστόν ἐδόξασαν.

Χαῖρε Γεωργίων δυάς κλεινή, Μανουήλ θεόφρον, Μιχαήλ τε γέρον σεμνέ, ἄμα Θεοδώρῳ, οἵ Πέντε Σαμοθρᾴκης, φύλακες καί προστάται, ἐκ πάσης θλίψεως.

Τούς ἀσπαζομένους πανευλαβῶς, θήκην τῶν λειψάνων, Νεομάρτυρες τοῦ Χριστοῦ, νόσων καί κινδύνων, φυλάττετε ἀτρώτους, τούς πειρασμούς ἐκ τούτων, ἀποδιώκοντες.

Τέκνα Σαμοθρᾴκης χριστοστεφή, ἄθλοις θαυμασίοις, ἡγιάσατε Μάκρης γῆν, τῶν πιστῶν ἁπάντων, γενόμενοι προστάται, διδάσκοντες Κυρίου, ἀγάπην ἔνθεον.

Ἀλεξανδρουπόλεως ἱεράν, Μητρόπολιν Πέντε, Νεομάρτυρες θαυμαστοῖ, θείαις ἱκεσίαις, σκέπετε εὐλογοῦντες, ποίμνιον καί Ποιμένα, ὑμᾶς δοξάζοντας.

Πνεύματος τήν χάριν δότε ἡμῖν, τήν άνεκφοιτήτως, ἔν λειψάνοις ὑμῶν σεπτοῖς, Μάρτυρες, σκηνοῦσαν, ὦς Παλαμᾶς διδάσκει, καί θείας Βασιλείας, μετόχους δείξατε.

Πᾶσαι τῶν Ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἤ δωδεκάς, οἵ ἅγιοι Πάντες, μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἵς τό σωθῆναι ἡμᾶς.


Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς

Ἦχος β'. Ὅτε ἐκ τοῦ ξύλου σε.

Πέντε Νεομάρτυρας Χριστοῦ, νήσου Σαμοθρᾴκης τούς γόνους, καί Μάκρης τούς πρεσβευτάς, ϋμνοις μεγαλύνοντες, καθικετεύσωμεν ἐκ κινδύνων καί θλίψεων, ἐξέλεσθε τάχει, τούς ὑμῖν προστρέχοντας καί αἰτουμένους θερμῶς, πάσης ἀσθενείας τήν λύσιν, καί ἀφανισμόν προβλημάτων, ἀθληταί Χριστοῦ θεοστεφάνωτοι.

Δέσποινα, πρόσδεξαι, τάς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἡμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Τήν πᾶσαν ἐλπίδα μου, εἵς σε ἀνατίθημι, Μῆτερ τοΰ Θεοῦ, φύλαξόν με ὑπό τήν σκέπην σου.

Δι’ ευχῶν τῶν 'Αγίων Πατέρων ἠμῶν.
Κύριε Ίησοῦ Χριστέ ό Θεός ἠμῶν έλέησον ἠμᾶς.
’Αμήν.


Στίχοι

Πεντάς Νεομαρτύρων τῆς Σαμοθρᾴκης,
Καθαγιάσατε μου αἰσθήσεις πέντε.





_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης