Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1634
https://www.proseyxi.com

Παρακλητικός Κανών Οσίου Μελετίου ο εν Υψενή Ρόδου Νο2 Empty Παρακλητικός Κανών Οσίου Μελετίου ο εν Υψενή Ρόδου Νο2

Την / Το Πεμ Φεβ 22, 2018 11:21 am
Φήμη μηνύματος : 100% (1 ψήφοι)
Παρακλητικός Κανών Οσίου Μελετίου ο εν Υψενή Ρόδου

Ποίημα του Μητροπολίτου Ρόδου Κυρίλλου.
Παρακλητικός Κανών Οσίου Μελετίου ο εν Υψενή Ρόδου Νο2 Agios_12

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος• καὶ ἠκηδίασεν ἐπ᾿ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστὸν ποίησόν μοι τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα γνώρισόν μοι, Κύριε, ὁδόν, ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρὸς σὲ κατέφυγον. δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α'. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὀνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.


Εἶτα τὰ Τροπάρια.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Ὡς ἐγκρατείας θαυμαστὸς ὑποφήτης, καὶ εὐσεβείας ἱερὸς μυστολέκτης, παρὰ Χριστοῦ δεδόξασαι, Μελέτιε σοφέ· ὅθεν τοὺς προστρέχοντας, τῇ ἁγίᾳ Μονῇ σου, καὶ ἀσπαζομένους σου, τὴν μυρίπνοον κάραν, ὡς συμπαθὴς πρυτάνευε ἀεί, τὰς δωρεὰς τῆς ἁγίας σου χάριτος.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι• εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο, ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ• Σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα  ὁ Κανὼν τοῦ Ἁγίου,
οὗ ἡ ἀκροστιχὶς ἐν τοῖς Θεοτοκίοις• Κυρίλλου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Ἀσκήσας ἐν κόσμῳ τὴν ἀρετήν, Μελέτιε Πάτερ, ἐδοξάσθης ἐν οὐρανοῖς, καὶ πᾶσι τὴν χάριν σου βραβεύεις, τοῖς ἐκτελοῦσιν ἀξίως τὴν μνήμην σου.

Μελέτιε Πάτερ οἱ εὐσεβεῖς, ἔχοντές σε πύργον, σωτηρίας πανασφαλῆ, ἐκ πάσης ῥυόμεθα ἀνάγκης, καὶ συμφορᾶς τῇ θερμῇ προστασίᾳ σου.

Τῆς Λάρδου ὁ γόνος ὁ θαυμαστός, καὶ τῆς Ῥοδονήσου, ἐγκαλλώπισμα τὸ τερπνόν, τοῖς κάμνουσι δίδου εὐρωστίαν, τῇ ἐνεργείᾳ τῆς σῆς ἀντιλήψεως.

Θεοτοκίον.
Κυρία τῆς κτίσεως Μαριάμ, τῆς κυριευούσης, ἁμαρτίας νῦν ἐπ᾿ ἐμοί, λῦσον τὸν ζυγὸν τῇ χάριτί Σου, ἐλευθερίας μοι χάριν βραβεύουσα.


ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ῥύου πάντας εὐσπλάγχνως, τοὺς εὐλαβῶς πάντοτε, τῇ σῇ καταφεύγοντας σκέπῃ, Πάτερ Μελέτιε, ἀπὸ κινδύνων πικρῶν, καὶ συστροφῶν ὀλεθρίων• παῤῥησίας ἔχεις γάρ, ὄντως τὴν δύναμιν.

Δωρεὰς ἰαμάτων, πεπλουτηκὼς Ὅσιε, ἐκ σωματικῶν ἀλγημάτων, δεῦρο λυτρούμενος, καὶ ψυχικῶν ὀδυνῶν, τοὺς εὐλαβῶς προσιόντας, τῇ τιμίᾳ Κάρᾳ σου, Πάτερ Μελέτιε.

Ἡ δοθεῖσά σοι χάρις, παρὰ Θεοῦ Ὅσιε, θείας ἐφαπλοῦσα ἀκτῖνας, παθῶν τὴν ζόφωσιν, διασκεδάζει ἀεί, καὶ φωτισμοῦ πληροῖ πάντας, τοὺς ἀσπαζομένους σου, πίστει τὰ λείψανα.

Θεοτοκίον.
Ὑπεράμωμε Κόρη, Χριστιανῶν καύχημα, δέξαι τὰς οἰκτράς μου δεήσεις, ὡς εὐσυμπάθητος, καὶ δός μοι δύναμιν, τῇ μητρικῇ χάριτί Σου, κατὰ τοῦ ἀλάστορος, ἐχθροῦ Θεόνυμφε.


Διάσωσον Πάτερ Μελέτιε, κλέος τῶν μοναζόντων, ἀπ᾿ ὀλεθρίων κινδύνων καὶ θλίψεων, τοὺς τῇ πρεσβείᾳ σου πίστει ἀνακειμένους.

Ἐπίβλεψον ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Τὸ χαῖρε εἰπών, τῷ κόσμῳ ὡς θεόσοφος, Ὁσίων θερμῶς, τοῖς τρίβοις ἠκολούθησας, καὶ αὐτῶν Μελέτιε, ἐν Ἐδὲμ τῆς χαρᾶς ἐκοινώνησας• μεθ᾿ ὧν δυσώπει πάντοτε Χριστόν, δοθῆναι ἡμῖν πταισμάτων ἄφεσιν.


ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Πολυτρόπων κινδύνων με, καὶ ὀλεθροτόκων ῥῦσαι συμπτώσεων, παμμακάριστε Μελέτιε, θείᾳ ἐνεργείᾳ τῆς πρεσβείας σου.

Σκοτισθέντας Μελέτιε, τῶν ἁμαρτημάτων μέθῃ σωφρόνισον, ἡμᾶς Πάτερ τοὺς καλοῦντάς σε, ἐκ πολλῆς ἀγάπης ἀντιλήπτορα.

Τὸν ἐχθρὸν ὑποσκέλισον, τὸν ὑποσκελίζοντα καθ᾿ ἑκάστην με, Πάτερ Ὅσιε Μελέτιε, ὡς αὐτὸν αἰσχύνας τῇ ἀσκήσει σου.

Θεοτοκίον.
Ῥυπτικῇ Μητροπάρθενε, χάριτί Σου τέλεον ἀποκάθαρον, τὴν ψυχήν μου ἱκετεύω Σε, καταμολυνθεῖσαν ἁμαρτήμασιν.


ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Λύτρωσαι ἡμᾶς, τοὺς θερμῶς παρακαλοῦντάς σε, μαγγανείας τοῦ ἀρχαίου πτερνιστοῦ, ὦ Μελέτιε Ὁσίων ἐγκαλλώπισμα.

Ζάλῃ λογισμῶν, ψυχοφθόρων συνεχόμενοι, καταφεύγομεν Μελέτιε πιστῶς, τῇ γαλήνῃ τῆς θερμῆς σου ἀντιλήψεως.

Σκέπε Ὑψενῆς, τὴν Μονὴν θεῖε Μελέτιε, ὡς δομῆτορ εὐκλεέστατος αὐτῆς, καὶ ἀκοίμητος προστάτης καὶ ὑπέρμαχος.

Θεοτοκίον.
Ἵλεων ἡμῖν, τοῖς ἀπαύστως ἁμαρτάνουσι, μητρικῇ Σου παῤῥησίᾳ Μαριάμ, τὸν τεχθέντα ἐξ αἱμάτων Σου ἀπέργασαι.


ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.
Ψυχῆς μου τὸ εἰδεχθές, εἰς εὐμορφίαν ὑπέρλαμπρον, ἐνθέοις σου πρὸς Θεόν, εὐχαῖς μεταποίησον, Μελέτιε Ὅσιε, ἵνα σε γεραίρω, ὡς Ὁσίων ἐγκαλλώπισμα.

Τὰς χεῖράς σου πρὸς Θεόν, τὸν πολυέλεον ὕψωσον, Μελέτιε θαυμαστέ, Αὐτὸν ἱλεούμενος, ἡμῖν τοῖς φωνοῦσί σου, τὴν ἁγίαν κλῆσιν, καὶ τιμώντων σου τὴν ἄσκησιν.

Κακίας ταῖς ἐμβολαῖς, θλιβόμενόν με ἐλέησον, καὶ δίδου μοι τοῦ Θεοῦ, τὸ πάνσεπτον θέλημα, ἐργάζεσθαι πάντοτε, διά μετανοίας, ἀληθοῦς Πάτερ Μελέτιε.

Θεοτοκίον.
Λυχνία ἡ χρυσαυγής, Θεοχαρίτωτε Δέσποινα, τὸ σκότος τῶν ἐν ἐμοί, παθῶν διασκέδασον, φωτί με αὐγάζουσα, τῆς ἐν Σοὶ πλουσίας, ἐνοικούσης Μῆτερ χάριτος.


Διάσωσον Πάτερ Μελέτιε, κλέος τῶν μοναζόντων, ἀπ᾿ ὀλεθρίων κινδύνων καὶ θλίψεων, τοὺς τῇ πρεσβείᾳ σου πίστει ἀνακειμένους.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Κάθισμα.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.

Ἐπὶ τῆς γῆς βιοτεύσας ὡς ἄσαρκος, ἐν οὐρανοῖς ἐδοξάσθης Μελέτιε• διό σε πιστῶς ἱκετεύομεν• ἐν παῤῥησίᾳ Χριστὸν καθικέτευε, σωθῆναι ἡμᾶς τοὺς τιμῶντάς σε.

Προκείμενον.  
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ. Μακάριος ἀνήρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον ἐκ τοῦ κατὰ Ματθαῖον (Κεφ. ια΄ 27-30).

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς• πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου• καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱόν, εἰμὴ ὁ Πατήρ• οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει εἰμὴ ὁ Υἱός, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλῦψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ᾿ ὑμᾶς καὶ μάθετε ἀπ᾿ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γὰρ ζυγός μου χρηστός, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.

Δόξα.
Ταῖς τοῦ Σοῦ Ὁσίου πρεσβείαις ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.

Στ. Ἐλέησόν με, ὁ Θεός,…  
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Μελέτιε Ὅσιε, τῶν μοναζόντων λαμπρότης, τὸ τῆς Λάρδου βλάστημα, καὶ τῆς Ῥόδου τίμιον, ἐγκαλλώπισμα• τῆς Θεομήτορος, ὁ τῇ εὐδοκίᾳ, ὑπουργήσας προθυμότατα, καὶ κτίτωρ ἔνθεος, Ὑψενῆς τῆς Μάνδρας γενόμενος, τῆς καυχωμένης πάντοτε, τοῖς χαριτοβρύτοις λειψάνοις σου· εἰρήνην ἐξαίτει, γαλήνην καὶ τὸν θεῖον φωτισμόν, τοῖς προσιοῦσιν ἑκάστοτε, τῇ θερμῇ πρεσβείᾳ σου.


ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἐκτενῶς ἐκδυσώπει, τὸν Σωτῆρα τοῦ κόσμου, Πάτερ Μελέτιε, ὡς εὔσπλαγχνος ῥυσθῆναι, ἁπάσης δυσχερείας, τοὺς πιστῶς ἀνακράζοντας• ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.

Ἀκεσώδυνον Πάτερ, ἐκ λειψάνων σου θείων, πρόεισι φάρμακον, καὶ πᾶσαν ἀμπλακίαν, ψυχῶν τε καὶ σωμάτων, θεραπεύει Μελέτιε, γνήσιε δοῦλε Χριστοῦ, τῶν πίστει προσιόντων.

Ὁ Θεὸς ἵλαθί μοι, τῷ ἀθλίῳ Σου δούλῳ, ὡς πολυεύσπλαγχνος• προσάγω Σοι γὰρ πρέσβυν, θερμότατον τὸν νέον, ἐν Ὁσίοις Μελέτιον, τὸν διὰ Σὲ ἐπὶ γῆς, βιώσαντα ἀξίως.

Θεοτοκίον.
Λάμπρυνόν μου Παρθένε, τῆς ψυχῆς τὸν χιτῶνα, τὸν θεοΰφαντον, τὸν καταμολυνθέντα, ἀπείρου πονηρίας, τοῖς δεινοῖς ἀτοπήμασι, ἵνα ὑμνῶ Σε ἀεί, τὴν Κεχαριτωμένην.


ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τὰς ἀσθενοῦσας, τῇ ἁμαρτίᾳ καρδίας, τῶν προσφύγων σου θεράπευσον τελείως, Μελέτιε Πάτερ, βοτάνῃ τῶν εὐχῶν σου.

Καταναλώσας, ἐν ἀσωτίαις τὸν βίον, τῷ Χριστῷ πιστῶς προσάγω σε μεσίτην• μὴ με καταισχύνης, Μελέτιε παμμάκαρ.

Τῆς τυραννίδος, τῶν ἀκαθέκτων παθῶν μου, λύτρωσαί με ἐνεργείᾳ τῶν εὐχῶν σου, Μελέτιε Πάτερ, Ὁσίων ἡ ἀκρότης.

Θεοτοκίον.
Ὁ ἐξ ἁγνῶν Σου, ἐνανθρωπήσας αἱμάτων, ἐδωρήσατο ἡμῖν τὴν σωτηρίαν• ὅθεν Σε ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.


ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Εὐθύτητι καρδίας, τῇ σῇ ἀντιλήψει, πάντες προστρέχομεν Πάτερ Μελέτιε, τὴν δυναμένην λυτροῦσθαι, ἡμᾶς ἐκ θλίψεων.

Ῥοὴν δακρύων δίδου, ἡμῖν χάριτί σου, ὡς ἂν τὸν ῥῦπον ψυχῶν καθαρίσωμεν, ἐν ἀληθεῖ μετανοίᾳ, Πάτερ Μελέτιε.

Μελέτιε παμμάκαρ, ταῖς ἱκετηρίαις, τῶν ἱκετῶν σου φωναῖς ἐπικάμφθητι, καὶ τὰ συμφέροντα αἴτει, αὐτοῖς ἑκάστοτε.

Θεοτοκίον.
Ὑπέραγνε Μαρία, Κεχαριτωμένη, μὴ καταισχύνῃς τοὺς πίστει προστρέχοντας, τῇ μητρικῇ Σου πρεσβείᾳ, ὡς πολυεύσπλαγχνος.



Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις τῶν Ὁσίων ὁ μιμητής, καὶ ζωῆς ἁγίας, ὁ θεόπνους ὑφηγητής• χαίροις Θεοτόκου, ὁ γνήσιος θεράπων, Μελέτιε θεόφρον, Ἀγγέλων σύσκηνε.

Τῇ ἀσκητικῇ σου διαγωγῇ, ὡς φωστὴρ ἐκλάμψας, φαεσφόρος ἐξ Ὑψενῆς, φωτίζεις ἀκτῖσι, τῶν θείων ἀρετῶν σου, Μελέτιε παμμάκαρ, τοὺς εὐφημοῦντάς σε.

Χαίροις ὁ τῆς Λάρδου γόνος σεπτός, Μελέτιε Πάτερ, καὶ τῆς Ῥόδου κλέος λαμπρόν• χαίροις τοῦ σεμνείου, τῆς Ὑψενῆς δομήτωρ, καὶ θεῖος ἀντιλήπτωρ, τῶν ἀνυμνούντων σε.

Σκήνωμα ἐδείχθης τῶν ἀρετῶν, Μελέτιε Πάτερ, δι᾿ ἀγώνων ἀσκητικῶν• ὅθεν ἐν νυμφῶνι, τῶν οὐρανῶν σκηνώσας, ὑπὲρ ἡμῶν δυσώπει, τὸν σὲ δοξάσαντα.

Σκέπε τὴν Μονήν σου τὴν ἱεράν, τὴν μεγαλαυχοῦσαν, τῇ σῇ δόξῃ πνευματικῶς, καὶ ῥύου ἐκ πάσης, κακίστης ἐπηρείας, τὴν λογικήν σου ποίμνην, ταύτην Μελέτιε.

Τοὺς προσερχομένους πανευλαβῶς, ναῷ σου τῷ θείῳ, καὶ ὑμνοῦντάς σε πρεπωδῶς, Μελέτιε Πάτερ, ἀγλάϊσμα Ὁσίων, ἀπὸ κινδύνων ῥῦσαι, τῇ ἀντιλήψει σου.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

Εἶτα τά παρόντα Τροπάρια.
Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς....Δόξα....Κύριε, ἐλέησον ἡμᾶς....Καὶ νῦν... Θεοτοκίον.Τῆς εὐσπλαγχνίας τὴν πύλην....

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν το ἑξῆς  Τροπάριον.

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Κόσμου τοῦ ματαίου ἐξελθών, ὡς κατατρωθεὶς τὴν καρδίαν, τῇ ἀγαπήσει Χριστοῦ, τὸν Σταυρὸν ἐβάστασας, στεῤῥῶς ἐπ᾿ ὤμων σου, καὶ ὁσίως διήνυσας, ἐπὶ γῆς τὸν βίον, Ὅσιε Μελέτιε, ἀξιοθαύμαστε. Ὅθεν ἐν Ἐδὲμ καταπαύσας, πρέσβευε ἀεὶ ὑπὲρ πάντων, τῶν εἰλικρινῶς μακαριζόντων σε.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.


Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.

Δίστιχον·
Κύριλλον, Μελέτιε, ταῖς σαῖς πρεσβείαις,
τὸν τῆς Ῥόδου, φύλαττε προστρέχοντά σοι.

_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης