Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1758
https://www.proseyxi.com

Χαιρετισμοί εις την Κοίμησιν της Υπεραγίας Δεσποίνης ημών Θεοτόκου και Αειπαρθένου Μαρίας Empty Χαιρετισμοί εις την Κοίμησιν της Υπεραγίας Δεσποίνης ημών Θεοτόκου και Αειπαρθένου Μαρίας

Σαβ Αυγ 23, 2014 3:04 am
Χαιρετισμοί εις την Κοίμησιν της Υπεραγίας Δεσποίνης ημών Θεοτόκου και Αειπαρθένου Μαρίας

Χαιρετισμοί εις την Κοίμησιν της Υπεραγίας Δεσποίνης ημών Θεοτόκου και Αειπαρθένου Μαρίας Panagi30

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τῆς ἀθανάτου Σου Κοιμήσεως πανάχραντε, τὴν ἑορτὴν λαμπροφανῶς πανηγυρίζοντες, προσκομίζομεν τὸν ὕμνον Σοι Θεοτόκε· ἀλλ’ ὡς οὖσα συμπαθείας μέγα πέλαγος, δυσωπήθητι καὶ δὸς πταισμάτων ἄφεσιν, τοῖς Σοὶ κράζουσι· Χαῖρε Μῆτερ ἀπείρανδρε.

Ἄγε δὴ τῶν Ἀγγέλων ὁ χορὸς ἐκ τῶν ἄνω, Μαριὰμ τὴν Παρθένον ὑμνεῖτε (γ΄)· οἱ γὰρ πηλινογλῶσσοι ἡμεῖς οὐ δυνάμεθα τοῦτο ποιεῖν ἄνθρωποι, τῷ πόθῳ δὲ φλεγόμενοι βοᾷν ὡς ἐφικτὸν τολμῶμεν·

Χαῖρε, δι’ ἧς οὐρανὸς ἠνοίγη·
χαῖρε, δι’ ἧς ὁ Σωτὴρ ἐφάνη.
Χαῖρε, τοῦ ἀοράτου Θεοῦ γεννήτρια·
χαῖρε, τοῦ τῶν ὅλων Ποιητοῦ λοχεύτρια.
Χαῖρε, Θρόνων ὑπερέχουσα ἅμα καὶ Ἐξουσιῶν·
χαῖρε, μᾶλλον κυριεύουσα Κυριοτήτων αὐτῶν.
Χαῖρε, δυνατωτέρα τῶν Δυνάμεων οὖσα·
χαῖρε, τῶν Ἀρχαγγέλων καὶ Ἀγγέλων κρατοῦσα.
Χαῖρε, τῶν Ἀρχῶν λίαν ἐξάρχουσα·
χαῖρε, πασῶν Τάξεων προέχουσα.
Χαῖρε, τῶν Χερουβὶμ τιμιωτέρα·
χαῖρε, τῶν Σεραφὶμ ἐνδοξοτέρα.

Χαῖρε, Μῆτερ ἀπείρανδρε.

Βρέφος μου χρηματίσας καὶ Υἱός μου ὑπάρχων, Υἱὲ τοῦ Θεοῦ τοῦ Ὑψίστου, Σὺ παράλαβέ μου τὴν ψυχήν· ἐκ περάτων δὲ τοὺς Μαθητὰς ἄθροισον, ἐν μνήματι κηδεῦσαί με, καὶ ᾆσαι ἐξόδιον ὕμνον·

Ἀλληλούϊα.

Γνόντες δι’ ἣν αἰτίαν ἐκ περάτων τῆς γαίας, ἀρθέντες ὑπὸ νεφῶν, οἱ μύσται συνήχθησαν ὁμοθυμαδόν, ἐν τῷ ἁγίῳ οἴκῳ τῷ Σῷ Δέσποινα, ἐξίσταντο καὶ ἴσταντο, κραυγάζοντες πρὸς Σὲ τοιαῦτα·

Χαῖρε, χαρᾶς τῆς ὄντως δοχεῖον·
χαῖρε, πασῶν ἀρετῶν ταμεῖον.
Χαῖρε, Μαριὰμ προφητόφθεγκτον ἄκουσμα·
χαῖρε, Ἰωακεὶμ καὶ Ἄννης τὸ βλάστημα.
Χαῖρε, ὅτι Σοῦ τὴν ἔνδοξον καὶ πανίερον ταφήν·
χαῖρε, τῇδε συναγήοχας, ἡμᾶς πάντας κατιδεῖν.
Χαῖρε, ἡ μεταβῆναι τῶν γηΐνων μολοῦσα·
χαῖρε, ἡ μεταστῆναι πρὸς Υἱόν Σου ποθοῦσα.
Χαῖρε, δι’ ἧς κατάρας ἐῤῥύσθημεν·
χαῖρε, δι’ ἧς Ἀγγέλων συνήφθημεν.
Χαῖρε, ἡμῶν ἀποστολῆς αἰτία·
χαῖρε, πιστῶν πρὸς Θεὸν μεσιτεία.

Χαῖρε, Μῆτερ ἀπείρανδρε.

Δύναμις τοῦ Ὑψίστου, ὑπὲρ νοῦν τε καὶ λόγον, τοὺς θείους καὶ σοφοὺς Ἀποστόλους, ἐκ περάτων τῆς γῆς, διὰ νεφῶν εἰς χωρίον τὴν Γεθσημανῆ ἤγαγε κηδεῦσαί Σε τὴν Δέσποιναν, καὶ ᾆσαι λιγυρῶς τὸν ὕμνον·

Ἀλληλούϊα.

Ἔφθασεν ἐπὶ τούτοις, ὁ θεσπέσιος Παῦλος, τὸ σκεῦος τῆς ἐκλογῆς δι’ ἀέρος, καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ, τὴν Παρθένον ἐξόχως ὑμνεῖν ἤρξατο, ἀῤῥήτως ἐξιστάμενος, καὶ φάσκων πρὸς Αὐτὴν τοιαῦτα·

Χαῖρε, πανάχραντε Θεοτόκε·
χαῖρε, ἁγία ἁγνὴ Παρθένε.
Χαῖρε, τοῦ ἐμοῦ κηρύγματος ὑπόθεσις·
χαῖρε, τῶν ἐμῶν περιόδων διεύθυνσις.
Χαῖρε, ὅτι Σὲ θεώμενος ἐθεώρουν Σὸν Υἱόν·
χαῖρε, ὅτι ἐν προσώπῳ Σου, προσεκύνουν τὸν Χριστόν.
Χαῖρε, δι’ ἧς τὰ ἔθνη πρὸς Θεὸν ἐπιστρέφω·
χαῖρε, δι’ ἧς τοῖς πᾶσιν ἐπιστέλλω καὶ γράφω.
Χαῖρε, τῶν ἐμῶν πόνων ἀνάπαυλα·
χαῖρε, τῶν ἐμῶν δεσμῶν ἀπάλλαγμα.
Χαῖρε, ἡ τῆς ἀληθοῦς ζωῆς Μήτηρ·
χαῖρε, ἣν ὁ τάφος βραχεῖ συνέξει.

Χαῖρε, Μῆτερ ἀπείρανδρε.

Ζήσασα θεαρέστως, πρὸς ζωὴν μετετέθης, τὴν κρείττονα ἀληθῆ καὶ ἀγήρω· τὴν γὰρ ἐνυπόστατον ζωήν, τὴν ζωοποιοῦσαν τὰς ζωάς, τέτοκας Χριστὸν παρεχόμενον, ἄληκτον ζωὴν τοῖς βοῶσιν·

Ἀλληλούϊα.

Ἠγέρθης μετὰ πότμον, ἀναστᾶσα ἐνδόξως, τριήμερος ὥσπερ ὁ Υἱός Σου, καὶ ἀνῆλθες εἰς τοὺς οὐρανούς, μετὰ δόξης καὶ τιμῆς πολλῆς σύσσωμος. Θωμᾶς δὲ ὑπαντήσας Σοι, ἐβόα σὺν χαρᾷ καὶ πόθῳ·

Χαῖρε, δι’ ἧς μαθητὴς πιστοῦται·
χαῖρε, δι’ ἧς ἀπιστίας λυτροῦται.
Χαῖρε, λογισμῶν ἀμφιβόλων διώκτρια·
χαῖρε, εὐσεβῶν φρονημάτων γεννήτρια.
Χαῖρε, ἣν ἐγὼ ὑπήντησα ἐν ἀέρι τηλαυγῶς·
χαῖρε, ἣν ἐγὼ ἐπέγνωκα, ἐκ τῆς δόξης προφανῶς.
Χαῖρε, ἧσπερ τὴν χάριν εἰς τὰ ἔθνη κηρύξω·
χαῖρε, ἧσπερ τὴν Ζώνην, τοῖς ἐν κόσμῳ κομίσω.
Χαῖρε, ἡ ἐμὲ χαροποιήσασα·
χαῖρε, ἐμὴν κατήφειαν λύσασα.
Χαῖρε, ἡ νεκροπρεπῶς κηδευθεῖσασα·
χαῖρε, ἡ θεοπρεπῶς ἐγερθεῖσα.

Χαῖρε, Μῆτερ ἀπείρανδρε.

Θεοδόχον Σου σκῆνος, θεοκτόνων τὸ σμῆνος, ὁρῶν ἐκφερόμενον ἐνδόξως, φρυαττόμενον μανιωδῶς, θεομάχους χεῖρας κατ’ αὐτοῦ ὥπλιζεν· ἀλλ’ ἔτισε τῆς ὕβρεως δίκας, ὡς μὴ γινώσκων ψάλλειν·

Ἀλληλούϊα.

Ἴωμεν μετὰ πόθου, ὦ θεόφρονες πάντες, σπουδῇ εις Γεθσημανῇ χωρίον, ὀψόμενοι τάφον νοητῶς, οὗ σῶμα Θεομητορικὸν τέθαπται· τὰ χείλη δὲ καὶ ὄμματα προσψαύοντες αὐτῷ βοῶμεν·

Χαῖρε, Μητρὸς τοῦ Ὑψίστου τάφε·
χαῖρε, νεκρᾶς τριημέρου τύμβε.
Χαῖρε, ὁ κενὸς μετὰ τρίτην φαινόμενον·
χαῖρε, ὁ ἐκτὸς σώματος προσκυνούμενος.
Χαῖρε, ὅτι τὴν πανάχραντον ὑποδέδεξαι ἐν σοί·
χαῖρε, ὅτι τὴν πανύμνητον περιέσχες ἐν βραχεῖ.
Χαῖρε, τὰ δευτερεῖα φέρων Ἁγίου Τάφου·
χαῖρε, ὁ τὰ σημεῖα εὐμοιρήσας τᾀκείνου.
Χαῖρε, ἐν ᾧ ἡ Θεόπαις τέθειται·
χαῖρε, ἀφ’ οὗ ἡ αὐτὴ ἐγήγερται.
Χαῖρε, Σὲ γὰρ δι’ αὐτὴν προσκυνοῦμεν·
χαῖρε, πάντες πρὸς αὐτὴν ἐκφωνοῦμεν.

Χαῖρε, Μῆτερ ἀπείρανδρε.

Κήρυκες θεοφόροι, ὦ Ἀπόστολοι θεῖοι, ὁπαδοὶ φοιτηταὶ τοῦ Υἱοῦ μου, ἐκ περάτων τῆς γῆς αὐθωρὸν εἰς χωρίον τὴν Γεθσημανῆ σπεύσαντες, κηδεύσατε τὸ σῶμά μου νεκροπρεπῶς ᾄδοντες ὕμνον·

Ἀλληλούϊα.

Λόγοις ὑπερκοσμίοις, Διονύσιος ἅμα, ἐγέραιρε σὺν Ἱεροθέῳ, τὴν ἄχραντον Μητέρα Θεοῦ, τὰ λοίσθια ἀνθρωπρεπῶς πνέουσαν, θεόληπτοι δεικνύμενοι καὶ ἐνθεαστικῶς βοῶντες·

Χαῖρε, ἡ ὄντως κρυφιομύστης·
χαῖρε, ἐφ’ ἣν ἵδρυται ἡ πίστις.
Χαῖρε, τῆς ζωαρχικῆς Τριάδος ἔποψις·
χαῖρε, τῶν θείων ὀνομάτων ἀνάπτυξις.
Χαῖρε, πέλαγος ἀόριστον, θεολογίας φημί·
χαῖρε, θάλασσαν ἀπέραντον, ἡ διδάξασα προσπλεῖν.
Χαῖρε, Ταξιαρχίας σύνθημα τῆς ἄνω·
χαῖρε, Ἱεραρχίας ὕμνημα τῆς κάτω.
Χαῖρε, μυστηρίων ἀποκάλυψις·
χαῖρε, ἀποῤῥήτων διασάφησις.
Χαῖρε, δι’ ἧς οἱ νόες ἀνυψοῦνται·
χαῖρε, δι’ ἧς πρὸς Θεὸν ἀφικνοῦνται.

Χαῖρε, Μῆτερ ἀπείρανδρε.

Μὴ φίλοι τοῦ Υἱοῦ μου, μὴ ποιήσητε πένθους, ἡμέραν τῆς Μεταστάσεώς μου· μεμνημένοι δι’ ὡς εἶπον ὑμῖν, οὐκ ἐάσω ὑμᾶς ὀρφανοὺς πώποτε, τὴν λύπην ἀπωσάμενοι, διδάξατε τὰ ἔθνη λέγειν·

Ἀλληλούϊα.

Νέα τὴν ἡλικίαν, κομιδῇ τε ἀκμαία, καὶ γήρατος δεινοῖς πρὶν ἐγκῦψαι, μετεπέμφθης πρὸς τοῦ Σοῦ Υἱοῦ εἰς Βασίλεια τῶν οὐρανῶν Δέσποινα· Αὐτῷ δὲ συμβασιλεύουσα περισώζοις τοὺς Σοὶ βοῶντας·

Χαῖρε, Παρθένε ἡ βρεφοτρόφος·
χαῖρε, νηπίων νηπιοτρόφος.
Χαῖρε, τῶν καμνόντων παιδίων περίθαλψις·
χαῖρε, τῶν ἐφήβων ὡσαύτως ἀνάπτυξις.
Χαῖρε, κάλλος παρθενεύοντος σώματος πανευπρεπές·
χαῖρε, ἄνθος τῆς νεότητος, ἡ τηροῦσα ἀσινές.
Χαῖρε, ἀνδρῶν τελείων συντηροῦσα δυνάμεις·
χαῖρε, γυναικῶν αὖθις κατευθύνουσα πράξεις.
Χαῖρε, λαμπρὰ προμήθεια πένητος·
χαῖρε, στεῤῥὰ βακτηρία γήρατος.
Χαῖρε, καλὴ γηροτρόφε πρεσβύτου·
χαῖρε, κοινὴ προστασία τοῦ κόσμου.

Χαῖρε, Μῆτερ ἀπείρανδρε.

Ξύμπαντες οἱ θεόπται, ἐφεστήκεισαν τότε, ἡνίκα πρὸς Θεὸν ἐξεδήμεις, καὶ σὺν Τιμοθέῳ τῷ σοφῷ, δύο Ἱεράρχαι Ἀθηνῶν ἄχραντε, τὰ θεῖα μεγαλεῖά Σου θαυμάζοντες καὶ ἐκβοῶντες·

Ἀλληλούϊα.

Ὅλος ὁ ἐν τοῖς κόλποις, καθεζόμενος Λόγος, ἀνάρχου Πατρὸς ἀνεκφοίτητως, κατελήλυθεν ὅλος ἐν γῇ, τὴν τῆς Μητρὸς ἁγίαν ψυχήν, λήψεσθαι Ἀγγέλων Ἀρχαγγέλων τε, δωρυφορούντων καὶ λεγόντων·

Χαῖρε, ἡ Βασιλὶς καὶ Κυρία·
χαῖρε, ἡ Θεοτόκος Μαρία.
Χαῖρε, τῷ Θεῷ ἡμῶν σάρκα δανείσασα·
χαῖρε, τὸν Ποιητὴν γαλακτοτροφήσασα.
Χαῖρε, ὄνομα σεβάσμιον, καὶ Ἀγγέλοις καὶ βροτοῖς·
χαῖρε, θέαμα ἐξαίρετον, οὐρανοῦ τε καὶ τῆς γῆς.
Χαῖρε, ἡ οἰκοῦσα ἐν Οὐρανῷ ἐμπυρίνῳ·
χαῖρε, ἡ παρεστῶσα τοῦ Θεοῦ ἐν τῷ Θρόνῳ.
Χαῖρε, οὐρανίων ὑπερέχουσα·
χαῖρε, τῶν ἐπιγείων δεσπόζουσα.
Χαῖρε, μετὰ Θεὸν λατρευομένη·
χαῖρε, σὺν τῷ Υἱῷ προσκυνουμένη.

Χαῖρε, Μῆτερ ἀπείρανδρε.

Πέτρος ὁ κορυφαῖος, Ἀποστόλων ἀκρότης, μεγίστης ἀθυμίας ἐπλήσθη, ἡπλωμένην ἰδών σε νεκράν, ἐμπόνως δακρύων ἐπὶ Σοὶ ἔτενε, καὶ πρώτιστος ἀπήρξατο τῶν ἐξοδίων ὕμνων ᾄδων·

Ἀλληλούϊα.

Ῥήμασι θεοφθέγκτοις, Θεολόγος ὁ Μέγας, ὁ θεῖος Μαθητὴς Ἰωάννης, ἐδεξιοῦτο Μητέρα τὴν ἑαυτοῦ, ἀπαίρειν πρὸς τὰς ἄνω σκηνὰς μέλλουσαν, πυκνῶς κατασπαζόμενος, ὑιοπρεπῶς τε ἀνακράζων·

Χαῖρε, Πατρὸς τοῦ ἀνάρχου Νύμφη·
χαῖρε, Υἱοῦ συνανάρχου Μήτηρ.
Χαῖρε, Μαθητοῦ ἠγαπημένου καύχημα·
χαῖρε, φοιτητοῦ ἐπιστηθίου σέμνωμα.
Χαῖρε, ἣν ἐγὼ παρέλαβον τότε ἀπὸ τοῦ Σταυροῦ·
χαῖρε, ἣν ἐγὼ ἐφύλαξα ὥσπερ κόρην ὀφθαλμοῦ.
Χαῖρε, ἡ ἐν κρανίῳ Μαθητῇ δωρηθεῖσα·
χαῖρε, ἡ ἐν τῷ οἴκῳ τῷ ἐμῷ οἰκισθεῖσα.
Χαῖρε, Θεοῦ Μήτηρ ἀειπάρθενος·
χαῖρε, κόσμου Μήτηρ θεοδώρητος.
Χαῖρε, ἡ Μήτηρ πάντων πιστευόντων·
χαῖρε, ἡ σκέπη πάντων τῶν βοώντων.

Χαῖρε, Μῆτερ ἀπείρανδρε.

Σύστειλόν μου τὸ σῶμα, ὦ υἱὲ Ἰωάννη, ἐν τάφῳ μητροπρεπῶς ὡς οἶδας· ὥσπερ δὲ ἤνεγκας καρτερῶς, ὅτε ἐν τῷ τάφῳ τῷ καινῷ ἐτέθειτο, ὁ σὸς καλὸς Διδάσκαλος, οὕτω τέτλαθι καὶ νῦν λέγων·

Ἀλληλούϊα.

Τύπος ἦν τῆς Σῆς δόξης, τὸ σημεῖον ὦ Μῆτερ, ὃ εἶδον τρανῶς ἐν τῇ Ἀποκαλύψει· καὶ γὰρ ὤφθης μοι τότε γυνὴ ἐνδεδυμένη τὸν νοητὸν Ἥλιον, τὸν πάντας καταυγάζοντα, καὶ συνετίζοντα βοᾷν Σοι·

Χαῖρε, λαμπρῶς ἡ ἐστολισμένη·
χαῖρε, φαιδρῶς ἡ κεκοσμημένη.
Χαῖρε, ἡ περιβεβλημένη τὸν Κύριον·
χαῖρε, πεποικιλμένη Αὐτοῦ ἐνώπιον.
Χαῖρε, στέφος δωδεκάαστρον, φέρουσα ἐν κεφαλῇ·
χαῖρε, δίσκον τὸν σελήνιον, ἔχουσα ἐν τοῖς ποσί.
Χαῖρε, Χριστὸν ἰδοῦσα ὑπεράνω Σου πάλιν·
χαῖρε, καταπατοῦσα τῆς ἀπάτης τὴν πλάνην.
Χαῖρε, ἰδοὺ ἀστέρες οἱ δώδεκα·
χαῖρε, ἰδοὺ ἀσπασμόν Σοι ἔδωκαν.
Χαῖρε, τῶν Χριστιανῶν Μήτηρ·
χαῖρε, Ἰωάννου Μαθητοῦ Μήτηρ.

Χαῖρε, Μῆτερ ἀπείρανδρε.

Ὕμνους ᾖδον οἱ νόες, φλογερῶν τῶν στομάτων, συμψάλλοντες σεπτοῖς Ἀποστόλοις, καὶ τάφῳ φερόμενον νεκρόν, σῶμα τὸ Θεομητορικὸν προὔπεμπον, τιμὴν αὐτῷ ποιούμενοι, καὶ φθεγγόμενοι μετὰ δέους·

Ἀλληλούϊα.

Φέροντες οἱ θεόπται, τὸ κλινίδιον Κόρη, ἐν ᾧ τὸ θεοδόχον Σου σκῆνος, λύπης καὶ ἀθυμίας μεστοί, ἡρέμα λίαν καὶ ἡσυχῇ ὤδευον, τὰ θεῖα καὶ ἐξαίσια ἀνυμνοῦντες μυστήρια·

Χαῖρε, δι’ ἧς ὁ Θεὸς ἐσαρκώθη·
χαῖρε, δι’ ἧς ὁ σατὰν ἐτροπώθη.
Χαῖρε, μυστηρίου ἀρχαίου φανέρωσις·
χαῖρε, ἀπ’ αἰῶνος κεκρυμμένου δήλωσις.
Χαῖρε, ἧ περ καθυπέκλινας, δένδρα κορυφαὶ αὐτῶν·
χαῖρε, ἥνπερ προσεκύνησαν, ἐν τῷ Ὄρει Ἐλαιῶν.
Χαῖρε, ἡ δι’ Ἀγγέλου εἰς τὰ ἄνω κληθεῖσα·
χαῖρε, διὰ σημείου φοίνικος πιστωθεῖσα.
Χαῖρε, πρὸς τὸν Υἱὸν ἐνδημήσασα·
χαῖρε, ἐν Παραδείσῳ σκηνώσασα.
Χαῖρε, ἐκ γῆς πρὸς οὐρανὸν ἀρθεῖσα·
χαῖρε, ἡμᾶς ὀρφανοὺς μὴ ἀφεῖσα.

Χαῖρε, Μῆτερ ἀπείρανδρε.

Χεῖράς Σου παναχράντους, καὶ παλάμας ἀμώμους, ὑψώσασα ἁγνὴ πρὸς Υἱόν Σου, μητρικῶς ἀνεβόας αὐτῷ, οὕς μοι ἐκτήσω διηνεκῶς φύλαττε, ᾠδήν Σοι τὴν οὐράνιον, τῷ Δημιουργῷ προσφωνοῦντας·

Ἀλληλούϊα.

Ψαῦσαί τις μὴ τολμήσῃ, ἀμυήτων χεὶρ ταύτης, τῆς θείας Κιβωτοῦ ὡς ἐμψύχου, μόνα δὲ τὰ χείλη τῶν πιστῶν, κινείσθωσαν ἐπὶ τὸν αὐτῆς ἔπαινον, φωνήν τε τὴν χαρμόσυνον μελπέτωσαν τὴν τοῦ Ἀγγέλου·

Χαῖρε, ἡ πύλη τοῦ Παραδείσου·
χαῖρε, ἡ κλεὶς χλοεροῦ χωρίου.
Χαῖρε, ἀπροσίτῳ φωτὶ σελαγίζουσα·
χαῖρε, τὰς ψυχὰς πάντων περιαυγάζουσα.
Χαῖρε, ὅτι Σὺ ἐφώτισας τοὺς τῶν ὕμνων ποιητάς·
χαῖρε, ἣν ἐδοξολόγησαν, Ἰωάννης καὶ Κοσμᾶς.
Χαῖρε, ἡ Θεοδώρου καὶ Θεοφάνους νάβλα·
χαῖρε, Ἰωσὴφ καὶ Ῥωμανοῦ κιθάρα.
Χαῖρε, Δαμασκηνοῦ χειρὸς ἴασις·
χαῖρε, παντὸς πάθους ἀνακούφισις.
Χαῖρε, δὴ Κόρη! Καὶ δὸς ὃ αἰτήσω·
χαῖρε, Μαρία ἵν’ εἰπὼν ἐκψύξω.

Χαῖρε, Μῆτερ ἀπείρανδρε.

Ὦ πάσης εὐφημίας ὑπερέκεινα Μῆτερ, παντὸς ἐγκωμίου ἀνωτέρα, Ἥνπερ οὐδὲ νοῦς ἀγγελικός, σχολῇ γε ἀνθρώπειος ἐπαινεῖν δύναται!, τὸ πρόθυμόν μου πρόσδεξαι καὶ ἐλέησον ὅπως ψάλλω·

Ἀλληλούϊα.

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τῆς ἀθανάτου Σου Κοιμήσεως πανάχραντε, τὴν ἑορτὴν λαμπροφανῶς πανηγυρίζοντες, προσκομίζομεν τὸν ὕμνον Σοι Θεοτόκε· ἀλλ’ ὡς οὖσα συμπαθείας μέγα πέλαγος, δυσωπήθητι καὶ δὸς πταισμάτων ἄφεσιν, τοῖς Σοὶ κράζουσι·
Χαῖρε Μῆτερ ἀπείρανδρε.




Πηγή
voutsinasilias.blogspot.gr
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης