Πήγαινε κάτω
Γιώτα
Γιώτα
ΤeamOwner
ΤeamOwner
Αριθμός μηνυμάτων : 187

Παρακλητικός κανών εις την Υπεραγία Θεοτόκον την Κικκώτισσα Empty Παρακλητικός κανών εις την Υπεραγία Θεοτόκον την Κικκώτισσα

Τρι Ιουλ 01, 2014 9:06 am
Φήμη μηνύματος : 100% (2 ψήφοι)
Παρακλητικός κανών εις την Υπεραγία Θεοτόκον την Κικκώτισσα

Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια

Παρακλητικός κανών εις την Υπεραγία Θεοτόκον την Κικκώτισσα Kikoti11

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.


Εἶτα τά Τροπάρια.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Μῆτερ Ὑψίστου ὀμβροτόκε νεφέλη, θεοχαρίτωτε Κυκκώτισσα δέξαι, δεήσεις τῶν προσφύγων Σου καὶ πέμψον ταχύ, ὑετὸν πανύμνητε ἐπὶ γῇ τῇ αὐχμώσῃ, πρὸς πλουσίαν νήσου Σου Κύπρου καρποφορίαν, καὶ εὐφορίαν πάντων ψυχικήν, τῶν ἐκζητούντων Σὴν ἄγρυπνον πρόνοιαν.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.



Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.


Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς
Ὄμβρον ἐλέους Σου πέμψον μοι, Ἐλεοῦσα. Χ.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Ὁμήγυρις πάντων τῶν εὐσεβῶν, Κυκκώτισσα Μῆτερ, καταφεύγουσα Σῇ Μορφῇ, τῇ θείᾳ ἐν χρόνοις ἀνομβρίας, ὄμβρον αἰτεῖται ἀπείρου ἐλέους Σου.

Μὴ παύσῃ πρεσβεύουσα ἐκτενῶς, Χριστὸν τὸν Υἱόν Σου, ἀγαθόδωρον Ἰησοῦν, ἡμῖν καταπέμψαι οὐρανόθεν, ὄμβρον ψυχὰς τὰς αὐχμώδεις δροσίζοντα.

Βοτάνην ἐκφύειν Κυπρίαν γῆν, διψῶσαν Παρθένε, ἀνομβρίας ἐκ ζοφερᾶς, ἀξίωσον πέμπουσα ἀφθόνως, ὄμβρον ἡδὺν ἐπ’ αὐτῇ νῦν Κυκκώτισσα.

Ῥανίσιν ἀπείρων Σου οἰκτιρμῶν, καὶ Σῆς εὐσπλαγχνίας, ῥᾶνον πάντας τοὺς εὐλαβῶς, προσφεύγοντάς Σοι ὡς εἰς νεφέλην, φιλευσπλαγχνίας Παρθένε Κυκκώτισσα.


ᾨδὴ γ΄. Οὐρανίας ἀψῖδος.
Οὐρανόθεν ἀφθόνως ἐπὶ τῇ γῇ Δέσποινα, πέμψον τῇ διψώσει τῆς Κύπρου, ὄμβρον Κυκκώτισσα, ἵνα βλαστήσῃ καρπόν, ἡδὺν καὶ σύγκαρπον Μῆτερ, πρὸς σαρκὸς τῶν δούλων Σου, τέρψιν κραυγάζομεν.

Νεκταρόβρυτον δρόσον ἐξ οὐρανοῦ τάχιστα, πέμψον ἐπὶ πᾶσαν τὴν νῆσον, ἧς πέλεις ἔφορος, καὶ ἀρωγὸς ταχινή, ἐν ἀνομβρίᾳ ζοφώδει, ἀγλαὴ Κυκκώτισσα, Θεογεννήτρια.

Ἐλεοῦσα Παρθένε τὸ Σὸν σεπτὸν ἔκτυπον, ὅπερ πολυτίμητον πέλει, Κύκκου θησαύρισμα, κατασπαζόμενοι νῦν, ἀναβοῶμεν· λιταῖς Σου, ἐφ’ ἡμᾶς κατάπεμψον, ὄμβρους εὐνοίας Σου.

Λῦσον τῆς ἀνομβρίας δεσμοὺς τῇ Σῇ χάριτι, ὥσπερ Ἠλιοὺ ὁ Θεσβίτης, πάλαι Κυκκώτισσα, ἵνα ὑμνῶμεν ἀεί, ὡς εὐσυμπάθητον πάντες, Σὲ προστάτιν νήσου Σου, καὶ ἀντιλήπτορα.


Ἀπάλλαξον, ἐξ ἀνομβρίας Κυκκώτισσα κατωδύνου, νῆσον Κύπρον τὴν Σοὶ πιστῶς ἑκάστοτε σπεύδουσαν, καὶ χάριν Σὴν θείαν ἐκδεχομένην.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Αῖτησις καὶ το Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Ἐλέους πηγὴ θαυματουργὲ Κυκκώτισσα, ἡ χάρις πολλὴν Θεοῦ ὡς Μήτηρ ἔχουσα, ἐπὶ γῆν τὴν ἄνικμον, καὶ αὐχμῶσαν Κύπρου κατάπεμψον, βροχὴν τὴν νῦν διψῶσαν Σαῖς λιταῖς, καρπῶν πανευχύμων πρὸς ἐκβλάστησιν.


ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἐπομβρίαις ἐλέους Σου, ἄρδευσον καρδίας τῶν προστρεχόντων Σοι, Ἐλεοῦσα ὑπερθαύμαστε, καὶ ἀσπαζομένων τὴν Εἰκόνα Σου.

Οὐρανὸν δοῦναι νήσῳ Σου, ὑετὸν προσεύχου θερμῶς Κυκκώτισσα, τῇ διψώσῃ Μητροπάρθενε, ἵν’ αὐτῆς ἡ γῆ βλαστήσῃ κάρπωμα.

Ὑμνωδίαις ἑκάστοτε, στέφομέν Σε Μῆτερ ἁγνὴ Κυκκώτισσα, τὴν βραβεύουσαν ὡς εὔσπλαγχνον, πᾶσιν ὑετὸν ἡδὺν Σῆς χάριτος.

Σαῖς πρεσβείαις Κυκκώτισσα, ἀνομβρίας γνόφον δριμὺ ἀπέλασον, καὶ ἀρούρης γονιμότητος, χρυσαυγὴν ἀνάτειλον τῇ νήσῳ Σου.



ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Σύμπας ὁ λαός, τῶν Κυπρίων καταφεύγει Σοι, ἐν τοῖς χρόνοις ξηρασίας χαλεπῆς, ἐκζητῶν τὴν προστασίαν Σου Κυκκώτισσα.

Ὄμβρισον ἡμῖν, ὑετὸν παραμυθίας Σου, τεθλιμμένας ἵνα πλήσῃ χαρμονῆς, καὶ ξηρὰς ψυχὰς ἡμῶν ἁγνὴ Κυκκώτισσα.

Ὕμνον δωρεῶν, τῶν πολλῶν ου ἐξυφαίνοντες, ἀνακράζομεν· Κυκκώτισσα σεμνή, κλῖνον τάχος Σοῖς οἰκέταις οὖς εὐήκοον.

Πίανον ἡμῶν, προστασίας Σου τοῖς ῥεύμασι, τὰς καρδίας τὰς ἀνίκμους καὶ ξηράς, Ἐλεοῦσα θαυμαστὴ Τροόδους καύχημα.


ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἐπάκουσον, πάντων δεομένων Σου, Ἐλεοῦσα τῶν πιστῶς προσκυνούντων, τὴν Σὴν Κυκκώτισσα θείαν Εἰκόνα, ἥνπερ Λουκᾶς ὁ σεπτὸς ἐζωγράφησεν, εὗρες γὰρ χάριν δαψιλῆ, ἀνομβρίας σκεδάζει σκοτόμαιναν.

Μητρόθεε, νέφος θεοδώρητον, τὸ κατάγον ὕδωρ ζῶν οὐρανόθεν, τῆς ἀνομβρίας κατάπαυσον λύμην, ψυχὰς Κυπρίων δεινῶς καταθλίβουσαν, καὶ ὄμβρον δὸς πρὸς ἀμητόν, Ἐλεοῦσα πολύχουν τῇ νήσῳ Σου.

Ψελλίζομεν, ἀγλαὴ Κυκκώτισσα, ὥσπερ νήπια καρδίᾳ ἀμώμῳ, τὴν Σὴν πρὸς πάντας ἡμᾶς εὐσπλαγχνίαν, καὶ ταχινὴν ἀρωγὴν Μητροπάρθενε, πανθαύμαστε πρὸς τοὺς πιστῶς, ἐκζητοῦντας πρεσβείας τὰς θείας Σου.

Ὀλέθριον, ἀνομβρίαν δίωξον, ἐκ τῆς νήσου τῶν Κυπρίων Παρθένε, ἧς ἐν τοῖς ἄλσεσι σκήνωμα δόξης, Σοὶ ἐδομήθη περίδοξον Δέσποινα, ὑπὸ τοῦ θείου ἀσκητοῦ, Ἡσαΐου Κυκκώτισσα πάνσεπτε.


Ἀπάλλαξον, ἐξ ἀνομβρίας Κυκκώτισσα κατωδύνου, νῆσον Κύπρον τὴν Σοὶ πιστῶς ἑκάστοτε σπεύδουσαν, καὶ χάριν Σὴν θείαν ἐκδεχομένην.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Αῖτησις καὶ το Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων Σου.

Γῇ τῇ διψώσῃ δὸς ὄμβρους Κυκκώτισσα, τῆς νήσου Κύπρου σπευδούσης Σῇ χάριτι, καρποφορίαν πρὸς ἄφθονον Δέσποινα, καὶ τῶν ὑμνούντων Σὴν ἄμετρον πρόνοιαν, πρὸς χορτασμόν τε καὶ βίον ἀμείνονα.


Προκείμενον
Μνησθήσομαι τοῦ ὀνόματός Σου, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στ.: Τὸ πρόσωπόν Σου λιτανεύουσιν οἱ πλούσιοι τοῦ λαοῦ.

Εὐαγγέλιον κατὰ Λουκᾶν. (Κεφ. α΄ 39 - 49, 56 )

Ἐν ταῖς ἡμέραις ἐκείναις ἀναστᾶσα Μαριάμ, ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς· καὶ ἐπλήσθη Πνεύματος ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· Εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα
Ταῖς τῆς Ἐλεούσης πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.


Στίχ. Ἐλεῆμον, ἐλέησόν με, ὁ Θεός...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Χάριν ὡς πλουτήσασα, πολλὴν Κυρία Παρθένε, τοὺς αἰθέρας σκίασον, ὀμβροφόροις νέφεσι, καὶ κατάπεμψον, ὑετὸν ἄφθονον, γαίᾳ τῇ διψώσῃ, πρὸς πολύχουν Μῆτερ ἄσταχυν, σεμνὴ Κυκκώτισσα, προσφυγὴ Κυπρίων καὶ καύχημα, καὶ ἀρωγὲ καὶ στήριγμα, τῶν ἀσπαζομένων Σὸν ἔκτυπον, ἵνα εἰς αἰῶνας, αἰώνων μεγαλύνωμεν πληθύν, τῶν θαυμασίων Σου Δέσποινα, Ἐλεοῦσα πάναγνε.


ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Νεφοβλήτους ῥανίδας καταπέμπεις ὑψόθεν κλεινὴ Κυκκώτισσα, ἐπὶ τὴν νῆσον Κύπρον, πρεσβείαις Σου ἀόκνοις, πρὸς τὸν πάντιμον Τόκον Σου, καὶ Ζωοδότην ἡμῶν, τὸν νεφεληγερέτην.

Μυροβόλον δοχεῖον θαυμασίων παντοίων καὶ ἀνθοστόλιστον, κυάθιον ἀπείρων, καὶ θείων δωρημάτων, Θεοτόκε Κυκκώτισσα, πίανον ἔργων ἡμῶν, εὐχαῖς σου ξηρασίαν.

Ὄμβρους γῇ τῇ αὐχμώσῃ καὶ ἀέρας εὐκράτους δίδου Κυκκώτισσα, τῇ Σῇ Μεγαλονήσῳ, ψυχῆς κλινούσῃ γόνυ, καὶ βοώσῃ Παντάνασσα, ἐν κατανύξει πολλῇ, ἐπάκουσον φωνῆς μου.

Ἱλαστήριον κόσμου εἰς δρυμοὺς τῆς Τροόδους ἐν οἷς Κυκκώτισσα, φιλέρημος ὡς ὄρνις, ὁ θεῖος Ἡσαΐας, Σοὶ σεμνεῖον ἐδόμησε, σπεύδοντες χάριν τὴν Σήν, λαμβάνομεν ἀφθόνως.


ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἐλέους κρήνη, καὶ ἀκεσώδυνον φρέαρ, Ἐλεοῦσα ὑπάρχουσα βλύζεις, Σοῖς οἰκέταις ὄμβρους, ἀπείρου συμπαθείας.

Λῦσον εὐχαῖς Σου, τὴν ξηρασίαν τῆς νήσου, καὶ ὑέτιον ἄνεμον Μῆτερ, δὸς αὐτῇ ἐν πίστει, Σῇ σκέπῃ προστρεχούσῃ.

Ἐπάκουσόν μου, φωνῆς δεήσεως τάχος, καὶ ἀφάνισον τῆς ξηρασίας, ἴχνη ἐκ τῆς νήσου, Κυκκώτισσα τῆς Κύπρου.

Οὐ παύω Μῆτερ, ἐπιστασίαν Σὴν θείαν, ἀνυμνῶν Ἐλεοῦσα Παρθένε, καὶ κραυγάζων· χαῖρε, τῆς ἀνομβρίας παῦσις.


ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὑμνοῦμεν ὡς νεφέλην, Σὲ Παρθενομῆτορ, τὴν ὑετὸν δωρουμένην Κυκκώτισσα, οὐ δυναμένῃ γῇ φέρειν καρποὺς ἐκ καύσωνος.

Σῶν πρεσβειῶν ῥανίσι, πλῦνον ξηρανθείσας, γαίας ψυχῶν Σῶν προσφύγων Κυκκώτισσα, ὡς εὐσπλαγχνίας χειμάῤῥους ὄντως πολύῤῥυτος.

Ἁγιασμοῦ ὡς δῶρον, πέμψον οὐρανόθεν, ὄμβρον τῇ νήσῳ Σου Κύπρῳ Κυκκώτισσα, ἐν ἀνομβρίαις σπευδούσῃ Σῇ θείᾳ χάριτι.

Χαρίτων Σου πλουσίων, Μῆτερ Ἐλεοῦσα, καὶ δωρημάτων πολλῶν ἀπολαύοντες, ξηρὰς Σῶν δούλων καρδίας βοῶμεν πίανον.


Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καί τά παρόντα Μεγαλυνάρια,
Ὄμβρον δροσοβόλον ἐξ οὐρανοῦ, πέμψον τῇ αὐχμώσῃ, γῆ Κυκκώτισσα θαυμαστή, νήσου τῶν Κυπρίων, τῇ νῦν χειμαζομένῃ, ἐξ ἀνομβρίας πίστει, παρακαλοῦμέν Σε.

Πίανον καρδίας Σῶν οἰκετῶν, τὰς ἐξηραμένας, ἐκ κακίας καὶ πονηρῶν, ἔργων Ἐλεοῦσα, Κυκκώτισσα Κυρία, πιστῶς ἀναβοῶμεν, οἱ Σοὶ προστρέχοντες.

Δεῦτε προσκυνήσωμεν εὐλαβῶς, τὴν σεπτὴν Εἰκόνα, Ἐλεούσης τῆς θαυμαστῆς, ἐν Μονῇ τοῦ Κύκκου, τὴν λύουσαν ταχέως, δεσμοὺς τῆς ἀνομβρίας, πάντες χριστώνυμοι.

Χαίροις Ἐλεοῦσα θαυματουργέ, κλεϊσμα τῆς Κύπρου, καὶ ὡράϊσμα τιμαλφές, χαίροις ὀμβροτόκε, νεφέλη ἡ ἀφθόνως, ποτίζουσα τῆς Κύπρου, γαίας τὰς αὔλακας.

Χαίροις ὁ κατάῤῥυτος ποταμός, ὁ δροσίζων πάντων, τὰς ἀνίκμους τε καὶ ξηράς, δούλων Σου καρδίας, Κυκκώτισσα Κυρία, δεινῶς ἐμπεριστάτων, νῦν προσφευγόντων Σοι.

Ἐλεοῦσα Μῆτερ πανευμενῶς, ἴδε τοὺς ἐν πίστει, προσκυνοῦντας τὴν Σὴν μορφήν, ἐν Μονῇ τοῦ Κύκκου, καὶ ὄμβριζε ἀφθόνως, ἡμῖν τὰ σὰ ἐλέη, ὡς εὐσυμπάθητος.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.


Τὸ Τρισάγιον

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἔκτενής καί, ᾿Απόλυσις, μεθ᾽ ἥν ψάλλομεν τό ἑξῆς·

Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Ἄφθονε πηγὴ ἁγιασμοῦ, καὶ νεφέλη δίδουσα ὄμβρον, ἀνίκμῳ γῇ καὶ ξηρᾷ, ὥσπερ δῶρον πάντιμον, καὶ πολυτίμητον, μὴ παρίδῃς δεήσεων, φωνὰς οἰκετῶν Σου, ἀλλὰ πέμψον τάχιστα, Σὴν θείαν εὔνοιαν, πᾶσι τοῖς πιστῶς ἐκβοῶσι· Χαῖρε Ἐλεοῦσα Παρθένε, Κύπρου μέγα καύχημα, Κυκκώτισσα.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.



Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.





Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης