Πήγαινε κάτω
Γιώτα
Γιώτα
ΤeamOwner
ΤeamOwner
Αριθμός μηνυμάτων : 187

Παρακλητικός Κανών εις τον Άγιο Δημήτριο Μυροβλύτη Νο 3 Empty Παρακλητικός Κανών εις τον Άγιο Δημήτριο Μυροβλύτη Νο 3

Τρι Νοε 12, 2013 3:17 am
Φήμη μηνύματος : 100% (3 ψήφοι)
Παρακλητικός Κανών εις τον Άγιο Δημήτριο Μυροβλύτη Νο 3



Μητροφάνης Γρήγορας ἐκ Δωδώνης, ἱερομονάχου·
Παρακλητικός Κανών εις τον Άγιο Δημήτριο Μυροβλύτη Νο 3 Dimitr10

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ καὶ ἐπικαλεῖσθε τό ὄνομα τό Ἅγιον Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.


Εἶτα τὸ τροπάριον.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τὸν Μυροβλύτην καὶ πανένδοξον Μάρτυρα, οἱ πολυπλόκοις πειραμσοῖς συνεχόμενοι, ἀνευφημοῦντες κράξωμεν ἐκ βάθους ψυχῆς· Ἅγιε Δημήτριε, ταῖς πρεσβείαις σου ῥῦσαι, ἐκ τῶν ἀναγκῶν ἡμᾶς, καὶ δεινῶν νοσημάτων, καὶ πάσης ἄλλης βλάβης τοῦ ἐχθροῦ, ὡς παῤῥησίαν, ἔχων πρὸς Κύριον.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.


Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα ὁ Κανών.

ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ἁρματηλάτην Φαραώ.

Φάλαγξ δαιμόνων πονηρῶν βεβύθισται, ἄθλοις τοῖς σοῖς Ἀθλητά, Θετταλίας εὖχος, Μυροβλῦτα ἔνδοξε, καὶ πάνσοφε Δημήτριε, ὀδμῆς θείου σου Μύρου, ψυχὰς τελούντων τὴν μνήμην σου, ἔμπλησον καὶ σῶσον πρεσβείαις σου.

Κατὰ τῆς ποίμνης Ἀλητὰ ἀπόφραξον, τὰ γλωσσαλγοῦντα τῆς σῆς, αἱρετικῶν χείλη, δυσσεβῶς κινούμενα, καὶ πλήθη τὰ ἀλλόφυλα, ἐκστρατείᾳ λιποῦντα, λαὸν τὸν σὸν διασκέδασον, ἔχων παῤῥησίαν πρὸς Κύριον.

Ὄνειδος πᾶσι τοῖς ἐχθροῖς γεγόναμεν, ἕνεκεν ὧν πονηρῶν, ἔργων καθ’ ἑκάστην, πράττομεν οἱ δοῦλοί σου, ἀλλ’ ὡς ταχὺς πάναγνε, εἰς βοήθειαν πάντας, ἡμᾶς Δημήτριε φρούρησον, καὶ πρὸς τρίβους θείας εὐόδωσον.


Θεοτοκίον.
Βάτος ἧν εἶδε Μωϋσῆς ἀνύμφευτε, πυρπολουμένην ποτέ, καὶ μὴ φλεγομένην, ἐμφανῶς τὴν ἄχραντον, νηδύν Σου προεικόνιζεν, ἣν οὐκ ἔφλεξεν ὅλως, ἄϋλον πῦρ τῆς θεότητος, ἐν αὐτῇ τοῦ Λόγου σκηνώσαντος.



ᾨδὴ γ΄. Οὐρανίας ἁψίδος.
Ἐπλατύνθησαν μάκαρ χριστιανῶν στόματα, τοῦ τῆς Μυροβλύτου τῷ Μύρῳ ἁγιαζόμενα, πανακηράτου πλευρᾶς, καὶ σοῦ τὴν ἔνδοξον μνήμην, ἐν ᾠδαῖς Δημήτριε πανηγυρίζοντα.

Σὺ ἀπέδειξας ὄντως πρὸ δυσσεβῶς βήματος, ὡς οὐκ ἔστιν ἄλλος Δεσπότης καὶ Ποιητὴς τοῦ παντός, πλὴν τοῦ Κυρίου Χριστοῦ, ὅθεν ὁπλίζεις δυνάμει, τοῦ Χριστοῦ τὸν Νέστορα, κατὰ Λυαίου δεινοῦ.

Μιμητὴς σὺ ἐγένου λόγχῃ νηγεὶς τὴν πελυράν, πάθος τοῦ Κυρίου, τῷ ὄντι μέγα Δημήτριε, ἐξ ἧς τὸ Μῦρον ἡμῖν, βρύεις ἀφθόνως τὸ θεῖον, τῆς ἁγνείας ἅπασι, σοῦ εἰς μαρτύριον.


Θεοτοκίον.
Σὺ ἀλήθεια Μῆτερ τοῦ Ἰησοῦ ὡς Δαβίδ, ἔφη ἐκ τῆς γῆς ἐξανέτειλας ὁ Προπάτωρ Σου, καὶ λόγος ὁ τοῦ Πατρός, ἐξ οὐρανοῦ διακύψας, σάρκα προσελάβεοτ, ἐκ Σοῦ πανάμωμε.


Διάσωσον, ταῖς τοῦ σοῦ Μύρου ἀρδείαις ἀπὸ παντοίαις, Μυροβλῦτα ἐπιβουλῆς ἐχθρῶν τοὺς τιμῶντάς σε, ὡς ἕτοιμος βοηθὸς ἐν κινδύνοις.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.



ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Τῇ σορῷ προσεγγίσωμεν, τοῦ σεπτοῦ καὶ θείου Μεγαλομάρτυρος, Δημητρίου καὶ ὡς ἐκ πηγῆς, πίστει τὰς ἰάσεις ἀρυσώμεθα.

Μυροβλῦτα Δημήτριε, μίαν μοι ῥανίδα τοῦ θείου Μύρου σου, σοὶ προστρέχοντι ἐπίσταξον, καὶ παθῶν τῆς ζάλης με ἐλευθέρωσον.

Κατ’ ἐχθρῶν με καθόπλισον, ὡς κατὰ Λυαίου τὸν θεῖον Νέστορα, καὶ μαχαίρᾳ τῇ τοῦ Πνεύματος, τοὺς ἐχθροὺς ἑλεῖν μοι δὸς Δημήτριε.


Θεοτοκίον.
Ὄρος Σὺ τὸ κατάσκιον, Ἀββακοὺμ ὡς ἔφη ὑπάρχεις Δέσποινα, ταῖς πρεσβείαις Σου περίσωζε, τοὺς προστρέχοντας Μητροπάρθενε.



ᾨδὴ ε΄. Ἴνα τί με ἀπώσω.
Τῆς ψυχῆς σου τὸ κάλλος, καὶ τὸ ἐκ τῶν τύπων τὸ ῥέον Δημήτριε, λογχευμάτων μύρον, τοῦ ἐνδόξου σου σώματος ἔνδοξε, ἐννοεῖν οὐκ ἔχω, ἀλλὰ βοῶ σοι ἐκ καρδίας· ἐκ παντοίων κινδύνων με λύτρωσαι.

Ἀσεβεῖς σοῦ τὴν δόξαν, τοῦ Θεοῦ οὐκ ὄψονται, ἀλλ’ οὐδὲ γνώσονται, τοὺς σεπτοὺς ἀγῶνας, καὶ πρὸς σὲ τὴν μεγίστην καὶ ἄῤῥητον, Σῶτερ παῤῥησίαν τοῦ Μυροβλύτου Δημητρίου, ὅν σοι πρέσβυν ᾀεὶ προβαλλόμεθα.

Ἰαμάτων πλημμύραν, Μάρτυς σοῦ τὸ μῦρον εὑρόντες Δημήτριε, τῆε σαρκὸς τὰ πάθη, καὶ ψυχῆς τὰς ὀδύνας ἰώμεθα, Μυροβλῦτα θεῖε, διὸ τὴν ἔνδοξον καὶ θείαν, σοῦ μυρόβλυσιν πίστει ἐγέραιρομεν.


Θεοτοκίον.
Σύ μου σκέπη καὶ κράτος, πάναγνε καὶ στήριγμα, καὶ τεῖχος ἄῤῥηκτον, καὶ σὲ προσκαλοῦμαι, ἐν νυκτὶ καὶ ἡμέρᾳ με φύλαττε, ἐκ παντοίας βλάβης, ἐπερχομένης τοῦ βελίαρ, ἵνα πίστει καὶ πόθῳ δοξάζω Σε.



ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.
Δημήτριε τὴν ψυχήν, ὀφθεὶς στεῤῤότερος ἔνδοξε, ἀδάμαντος ἀπειλάς, τυράννου καὶ κάθειρξιν, καὶ βίαιον θάνατον, οὐδὲν ἐλογίσω, τῷ Χριστῷ συζῇν ἑλόμενος.

Λόγχῃ νυγείσης πλευρᾶς, τῆς δεξιᾶς σου Δημήτριε, ἠξίωσαι τῷ Χριστῷ, τῷ πάθος μιμήσασθαι, καὶ σώζειν τοὺς πίστει σε, ἐπικαλουμένους, ἐκ κινδύνων ἀξιάγαστε.

Καθάπερ πῦρ ἐπιστάς, Θεσσαλονίκης τοῖς τείχεσι, τὴν ἔφοδον τῶν ἐχθρῶν, Δημήτριε ἔτρεψας, οὕτω διασκέδασον, καὶ νῦν πᾶσαν βλάβην, ἀφ’ ἡμῶν τοῦ πολεμήτορος.


Θεοτοκίον.
Θεὸν τεχθέντα ἐκ Σοῦ, ἐπέγνωμεν Θεονύμφευτε, Ὃν ἐξιλέωσαι νῦν, ἡμῖν ὡς ἰσχύουσα, τοῖς πίστει κραυγάζουσα· δωρηθῆναι λύσιν, τῶν πταισμάτων παναμώμητε.


Διάσωσον, ταῖς τοῦ σοῦ Μύρου ἀρδείαις ἀπὸ παντοίαις, Μυροβλῦτα ἐπιβουλῆς ἐχθρῶν τοὺς τιμῶντάς σε, ὡς ἕτοιμος βοηθὸς ἐν κινδύνοις.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.



Προκείμενον
Δίκαιος ὡς φοίνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στ.: Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἐξανθήσεται.

Εὐαγγέλιον μαρτυρικόν.


Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...


Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Ὅλην ἐνδυσάμενος, τὴν τοῦ Σταυροῦ πανοπλίαν, καὶ τὸν ἀδιάῤῥηκτον, θυρεὸν τῆς πίστεως περιθέμενος, φοβερὸς γέγονας, ταῖς ἀντικειμέναις, τῶν δαιμόνων παρατάξεσιν, οὓς καὶ ἐδίωξας, μάστιγι τῇ πίστει χρησάμενος, καὶ θείαις ἐπικλήσεσι, καὶ τοὺς ὁδοιπόρους διέσωσας, βλάβης τῆς ἐκείνων, Δημήτριε θεράπον τοῦ Χριστοῦ, Ὃν παῤῥησίᾳ δυσώπησον, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δεῦτε προσκυνήσωμεν, λαὸς ἐν οἴκῳ Κυρίου, ὅπου τὸ πανάγιον σκῆνος τεθησαύρισται τοῦ παμμάκαρος, ὦ τερπνοῖς ᾄσμασι, καὶ φαιδροῖς λαμπᾶσι, λιτανεύοντες βοήσωμεν, Ἅγιε Δημήτριε πρόφθασον, καὶ τοὺς ἐν ἀνάγκαις, ἐλέησον καὶ κλύδωνος ἐξάρπασον, καὶ τῆς καταιγίδος τῶν θλίψεων, ἵνα τὴν τερπνήν σου, καὶ πάντιμον δοξάζομεν σορόν, καὶ τὴν Εἰκόνα σεβώμεθα, μῦρον ἀναβλύζουσιν.

Γνώμη ὀλισθήσαντα, καὶ δουλωθέντα τῷ πλάνῳ, ἀπάτῃ πανένδοξε, πρὸς τὴν ὑπερθαύμαστον προστασίαν σου, καὶ θερμὴν δέησιν, Δημήτριε μάκαρ, καταφεύγω ὁ πανάθλιος, δεσμοῦ με λύτρωσαι, τῶν παρατηρίων καὶ θλίψεων, καὶ σῶσόν με πρεσβείαις σου, τῶν δαιμονικῶν ἐπιθέσεων, ἵνα σὲ δοξάζω, καὶ πόθῳ ἀνυμνῷ καὶ προσκυνῷ, τὴν σὴν Εἰκόνα πηγάζουσαν, ἄπειρα ἰάματα.



ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Οἱ ἐκ Θεσσαλονίκης καταντήσαντες ὅσοι ἐν ἄλλαις πόλεσιν, εἴπατε Δημητρίου, ἡμῖν τοῖς ἐρωτῶσι, τὴν μυρόβλυσιν ψάλλοντες· Εὐλογητὸς ὁ Θεός, τοῦ Μυροβλύτου ἀμήν.

Σῶμα δεδοξασμένον μυροβλύσαι Ἁγίου ὡς τὸ τοῦ Μάρτυρος, τὶς εἶδε Δημητρίου, Μαρτύρων ταξιάρχου, ὃν δοξάζοντες ψάλλομεν· Εὐλογητὸς ὁ Θεός, τοῦ Δημητρίου ἀμήν.

Ὀσμὴ θείου σου μύρου ἀπελαύνεις δαιμόνων δυσῶδες ἄθροισμα, ἐκ πάντων σου τὴν θείαν, μυρόβλυσσιν τιμώντων, καὶ βοώντων ἐκ πίστεως· Εὐλογητὸς ὁ Θεός, τοῦ Δημητρίου ἀμήν.


Θεοτοκίον.
Θεῷ ἐκλελεγμένη ἀνεδείχθης καὶ ὅλη καλὴ πρὸ κτίσεως, ὡς Σολομὼν ὁ θεῖος, ᾀσματογράφων ἔφη, διὸ πάντες κραυγάζομεν· Εὐλογητὸς ὁ Υἱός, τῆς Θεοτόκου ἀμήν.



ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τοῦ Δημητρίου, ταῖς εὐπροσδέκτοις πρεσβείαις, Ἐλεῆμον δειναῖς ἁμαρτίαις, τὸν ἐμπεπτωκότα, σῶσόν με Ζωοδότα.

Τοῦ Μυροβλύτου, τῆς ζωτικῆς εὐωχίας, ἀπελαῦσαι χείλεσι καρδίας, δεῦτε ἐπιχθῶμεν, καὶ δόξαν Θεῷ δῶμεν.

Ταῖς τρικυμίαις, τῶν πειρασμῶν βαλλομένους, μὴ παρίδῃς ἡμᾶς δεομένους, σοῦ τῆς βοηθείας, Δημήτριε τῆς θείας.


ΤΘεοτοκίον.
ραυματισθεῖσάν μου, τὴν ψυχὴν ἁμαρτίαις, δραστικῷ φαρμάκῳ Σῆς πρεσβείας, ἴασαι Παρθένε, ἐλπὶς τῶν Σὲ ὑμνούντων.



ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὡς γάλα τὴν πλευράν σου, πᾶσι χορηγοῦσαν, ἡμῖν τὸ μύρον Δημήτριε δέδωκας, τὸ ψυχοτρόφον διὸ σὲ πόθῳ γεραίρομεν.

Τὸ αἷμα Δημητρίου, τοῦ παμβασιλέως, ἡ εὐωδία τῶν μύρων εἰργάσατο, μῦρον καινὸν ἀναβλύζον πιστοῖς ἰάματα.

Ἀρδείαις τοῦ σοῦ μύρου, νόσων καὶ δαιμόνων, ἐπιβουλῆς καὶ βαρβάρων διάσωσον, ἐπιδρομῆς στεφηφόρε ἡμᾶς Δημήτριε.


Θεοτοκίον.
Συμφώνως Θεοτόκε, Σὲ δοξολογοῦμεν, ὅτι παθῶν καὶ κινδύνων λυτροῦσαι ἡμᾶς, καὶ τὰς ἡμῶν ἱκεσίαις ἐπ’ ἀγαθοῖς συμπληροῖς.



Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Τὸν μέγαν ὁπλίτην καὶ ἀθλητήν, καὶ στεφανηφόρον, ἐν τοῖς Μάρτυσι θαυμαστόν, τὸν λόγχη τρωθέντα, πλευρὰν ὡς ὁ Δεσπότης, Δημήτριον τὸν θεῖον, ὕμνοις τιμήσωμεν.

Χαίροις τῶν Μαρτύρων κλέος στεῤῥόν, ὄντως Ἀθλοφόρε, Μυροβλῦτα καὶ τῶν πιστῶν, ὁ λόγχῃ πλευράν σου, νηγεὶς ὡς ὁ Δεσπότης, ῥείθροις τῶν σῶν αἱμάτων, πάντας ἁγίασον.

Ἄστρον ἀνατέτλακε φαεινόν, ἐκ Θεσσαλονίκης, ὁ πολύαθλος τοῦ Χριστοῦ, Μάρτυς καὶ φωτίζει, πιστῶν ἅπαν τὸ πλῆθος, Δημήτριος ὁ μέγας, ὁ νῦν γεραίρομεν.

Τὸν Μεγαλομάρτυρα τοῦ Χριστοῦ, καὶ ἐν τοῖς κινδύνοις ἑτοιμότατον βοηθόν, αἰχμαλώτων ῥύστην, πιστοὶ τὸν Μυροβλύτην, δημήτριον τὸν θεῖον, ὕμνοις τιμήσωμεν.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.


Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς

Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Μάρτυς, Ἀθλοφόρε τοῦ Χριστοῦ, τοὺς ἐν διαφόροις ἀνάγκαις, σῷζε πρεσβείαις σου, πάσης περιστάσεως, ἀπολυτρούμενος, καὶ διώκων ψυχόλεθρον, δεινὴν ἀθυμίαν, χάριν δὲ καὶ ἔλεος, ἡμῖν αἰτούμενος, ὅπως, ταῖς λιταῖς σου σωθέντες, χαίροντες γεραίρομεν πάντες, τοὺς σεπτοὺς ἀγῶνάς σου Δημήτριε.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.


Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.



π. Νεκτάριος Μαμαλοῦγκος, nektarios.gr
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης