Μοιραστείτε
Πήγαινε κάτω
Γιώτα
Γιώτα
ΤeamOwner
ΤeamOwner
Αριθμός μηνυμάτων : 187

Παράκλητικός κανών εις τον Όσιο Χαρίτων τον Ομολογητήν Empty Παράκλητικός κανών εις τον Όσιο Χαρίτων τον Ομολογητήν

Την / Το Τετ Απρ 10, 2013 9:00 am
Φήμη μηνύματος : 100% (1 ψήφοι)
Παράκλητικός κανών εις τον Όσιο Χαρίτων τον Ομολογητήν

Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Παράκλητικός κανών εις τον Όσιο Χαρίτων τον Ομολογητήν Xarito10

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

καὶ τὸ ἑξῆς.

Ἦχος δ΄. Ὁ ὑψωθείς.

Ὡς ἐναρέτου βιοτῆς ἐκμαγεῖον, καὶ θησαυρὸν ὁμολογίας σε πάντες, τιμῶμεν παναοίδιμε Χαρίτων σοφέ, ὅτι χάριν εἴληφας χορηγεῖν τοῖς τιμῶσι, σοῦ τὰ κατορθώματα τὴν κατ’ ἄμφω ὑγείαν, καὶ θεραπεύειν πάθη ζοφερά, ταῖς σαῖς ἀόκνοις, πρὸς Κτίστην πρεσβείαις σου.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Ὁ κανών, οὗ ἡ ἀκροστιχίς
Χαρίτων μακάριε, χαρίτωσον Χαραλάμπη.

Ωδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Χαρίτων τοῦ Πνεύματος ἐραστά, θεόφρον Χαρίτων, τὸν αἰτοῦντα πανευλαβῶς, ταῖς σαῖς πρὸς Θεὸν θερμαῖς πρεσβείαις, καὶ ἀσιγήτοις ἐν τάχει χαρίτωσον.

Ἀπαύστως ἱκέτευε τὸν Θεόν, τῆς χάριτος ῥεῖθρα, χαριτώνυμε ἀσκητά, ἡμῖν ἐπομβρῆσαι τοῖς ἐν ὕμνοις, σὲ ὡς κρουνὸν θείας χάριτος μέλπουσι.

Ῥανίσι δακρύων ἀσκητικῶν, Χαρίτων ἀρδεύσας, τὴν Φαράν τε καὶ τῆς Σουκᾶν, τὴν ἔρημον τάχος ἄρδευσόν μου, τὸ τῆς καρδίας πετρῶδες καὶ ἄγονον.

Θεοτοκίον.
Ἰάτρευσον νόσους παντοδαπάς, Παρθένε Μαρία, τρυχομένων Σου οἰκετῶν, ὡς Μήτηρ τοῦ πάντων δυναμένου, τὰ ἀλγεινὰ θεραπεύειν νοσήματα.


Ωδὴ γ΄. Οὐρανίας ἀψίδος.
Τῶν Παθῶν μου Χαρίτων τὸν ζοφερὸν τάραχον πράϋνον, ὁ χάριτι θείᾳ ἀποταξάμενος, τὰς χαμαιζήλους ὁρμάς, καὶ νουνεχῶς ἐνασκήσας, ὡς βροτὸς ἰσάγγελος, ὅπως δοξάζω σε.

Ὡς Μαρτύρων ἀκρότης τοῦ βδελυροῦ ἄρχοντος, τὴν ὀφρὺν συνέτριψας σθένει μάκαρ τοῦ Πνεύματος, καὶ νῦν Χριστῷ παρεστώς, Αὐτῷ πρεσβεύεις ἀπαύστως, ῥῦσαι ἐκ τῆς δαίμονος, πλάνης σοὺς πρόσφυγας.

Νικηφόρως τελέσας τὸν ἐπὶ γῆς βίον σου, ὡς συγκοινωνὸς Ἀθλοφόρων, καὶ πνευματέμφορος, Ὁσίων ὑφηγητής, Χαρίτων χάρισαι νίκαις, κατ’ ἐχθρῶν τῆς πίστεως, τοῖς σὲ γεραίρουσι.

Θεοτοκίον.
Μητροπάρθενε Κόρη μετὰ Θεὸν ἄμαχον, ἔχοντες πιστοὶ Σὲ προστάτιν, καὶ ἀντιλήπτορα, κράζομεν• κόσμου χαρά, ἐκ συμφορᾶς ἀνηκέστου, ῥῦσαι τοὺς ἐν ᾄσμασι, Σὲ μεγαλύνοντας.


Χαρίτωσον, τοὺς σοὺς ἱκέτας Χαρίτων σημειοφόρε, καὶ δοχεῖα τῆς πανσθενοῦς ἀνάδειξον χάριτος, τοὺς σπεύδοντας πάντοτε ταῖς λιταῖς σου.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Αῖτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄ . Πρεσβεία θερμή.

Φιλόξενος ὤν ἁπλοῦς τε καὶ εὐπρόσιτος, Χαρίτων σοφὲ πιστῶν καρδίας ηὔφρανας, διό σοι κραυγάζομεν• εὐφρανθῆναι πάντας ἀξίωσον, τῆς μυστικῆς χαρᾶς τοῦ οὐρανοῦ, πρεσβείαις ταῖς σαῖς θερμαῖς πρὸς Κύριον.


Ωδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἀθυμίαν ἐκδίωξον, ἀφ’ ἡμῶν Χαρίτων Φαρὰν ἀγλάϊσμα, Ἐλπιδίου μάνδρας κλέϊσμα, καὶ Σουκᾶν τῆς Λαύρας σεμνολόγημα.

Καλλιέρημα ἅγιον, ὄμβρους τῶν αἱμάτων καὶ τῶν ἱδρώτων σου, ἐν ἐρήμῳ χαίρων ἤνεγκας, τῷ Χριστῷ Χαρίτων κόσμου στήριγμα.

Ἀπαστράπτων τοῖς θαύμασι, σκότος ἐγκλημάτων φρικτὸν ἀπέλασον, ἀφ’ ἡμῶν τῶν προσφευγόντων σοι, ὄλβιε Χαρίτων θαυματόβρυτε.

Θεοτοκίον.
Ῥεῖθρα ὄντως ἀκένωτα, ἰαμάτων Μῆτερ βλυζάνεις ἅπασι, τοῖς ἀπαύστως μακαρίζουσιν, εἰς αἰῶνά Σε ὡς ἀειπάρθενον.


Ωδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἴδοιμι σοφέ, ἀρωγόν Σε καὶ συλλήπτορα, ἐν καιρῷ ἐπιφορῶν τοῦ μιαροῦ, ὦ Χαρίτων Παρακλήτου ἐνδιαίτημα.

Ἔρωτι Θεοῦ, τετρωμένος χαριτώνυμε, ἀπετάξω πᾶν φθαρτὸν καὶ δυσωπεῖν, εὗρες χάριν ὑπὲρ πάντων τὸν σὸν Κύριον.

Χάριν εἰληφώς, ἐκ Θεοῦ ὡς Μάρτυς ἔνδοξος, καὶ Ὁσίων ἀκροθίνιον λαμπρόν, φυγαδεύεις ἀφ’ ἡμῶν πάθη δυσίατα.

Θεοτοκίον.
Ἄνωθεν ἡμᾶς, συμπαθῶς ἴδε Πανάχραντε, τοὺς προσφεύγοντας τῇ Σῇ ἐπισκοπῇ, ὑπερύμνητε λοχεύτρια τοῦ Κτίσαντος.


Ωδὴ στ΄. Τὴν δέησιν.
Ῥεόντων, τοῦ χαμερποῦς ἀστάτου τε, καὶ φθαρτοῦ Χαρίτων βίου παρεῖδες, ἐπιποθήσας τῶν ὄντων ἀφθάρτων, διὸ καὶ δόξης Χριστοῦ κατηξίωσαι, πρεσβεύων πάντας μετασχεῖν, τῆς ἐν πόλῳ ἀλήκτου βιώσεως.

Ἱκέτευε, τὸν Θεὸν καὶ Κύριον, ὑπὲρ πάντων τῶν πιστῶς σε τιμώντων, ὡς μονοτρόπων σοφὸν ποδηγέτην, καὶ ἐρημίας στρουθίον γλυκύλαλον, ὅτι ἐν βίου πειρασμοῖς, σὲ Χαρίτων προστάτην κεκτήμεθα.

Τὴν πάμφωτον, ἐκτελοῦντες μνήμην σου, χαριτώνυμε πιστῶν αἱ χορεῖαι, ἀναβοῶμεν σεμνὲ παιδοτρίβα, καὶ ἐναρέτου ζωῆς θεῖον ὄργανον, βοήθει ἅπαντας ἡμᾶς, ἀρετῶν τὰς βαθμίδας ἀνέρχεσθαι.

Θεοτοκίον.
Ὡς ἔμψυχον, τοῦ Θεοῦ παλάτιον, ἀπολύτρωσιν Ἀδάμ τε καὶ Εὔας, καὶ ἱκαστήριον κόσμου Σε Μῆτερ, οἱ διὰ Σοῦ σεσωσμένοι γινώσκοντες, τὸ Χαῖρέ Σοι τοῦ Γαβριήλ, εἰς αἰῶνα αἰῶνος κραυγάζομεν.


Χαρίτωσον, τοὺς σοὺς ἱκέτας Χαρίτων σημειοφόρε, καὶ δοχεῖα τῆς πανσθενοῦς ἀνάδειξον χάριτος, τοὺς σπεύδοντας πάντοτε ταῖς λιταῖς σου.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Αῖτησις καί τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων Σου.

Τοῦ Ἰκονίου βλαστὲ εὐθαλέστατε, καὶ ἐρημίας λειμὼν εὐωδέστατε, Χαρίτων ἰσάγγελε ἄνθρωπε, ἐκ τῆς μελλούσης με Κρίσεως λύτρωσαι, τὸν πίστει καὶ πόθῳ τιμῶντά σε.


Προκείμενον
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Τι ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν;

Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν (στ΄ 17-23)

Τῷ καιρῷ ἐκείνῳ ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν Αὐτοῦ, καὶ πλῆθος πολὺς τοῦ λαοῦ ἀπὸ πάσης Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἱ ἦλθον ἀκοῦσαι Αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ὑπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο• καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἄπτεσθαι Αὐτοῦ, ὅτι δύναμις παρ’ Αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ Αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς Αὐτοῦ εἰς τοὺς μαθητὰς Αὐτοῦ, ἔλεγε: Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ• μακάριοι οἱ πεινῶντες νῦν ὅτι χορτασθήσεσθε• μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε• μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσι καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνη τῇ ἡμέρᾳ καὶ σκιρτήσατε• ἰδοῦ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.

Δόξα
Ταῖς τοῦ Σοῦ Ὁσίου πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.


Στιχ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Ῥῦσαι χαριτώνυμε, τοὺς ἐκτελοῦντας σὴν μνήμην, καὶ πιστῶς προστρέχοντας, ἐν ποικίλαις θλίψεσι καὶ κακώσεσι, ταῖς πρὸς τὸν Κύριον, θείαις πρεσβείαις σου, εὐσταλὲς Χαρίτων Ὅσιε, λύχνε τῆς χάριτος, ὄργανον αὐτῆς παναρμόνιον, καὶ λίθε πολυτίμητε, ἵνα εἰς αἰῶνα γεραίρωμέν σε, αἱ τῶν ἱκετῶν σου, χορεῖαι καὶ λαμβάνωμεν ταχύ, ῥῶσιν ψυχῶν πολυπόθητον, καὶ σωμάτων δύναμιν.

Σῶσον ὁ Θεὸς τὸν λαόν Σου…

Ωδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Σκοτισθέντα με Πάτερ, ἁμαρτήμασι πλείστοις, Χαρίτων λάμπρυνον, τὸν πόθῳ προσιόντα, τῇ θείᾳ χάριτί σου, καὶ ἐν πίστει κραυγάζοντα• Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Οὐρανόθεν ὁδήγει, πρὸς νομὰς θείας δόξης τοὺς σὲ γεραίροντας, ὡς μὴ φεισθέντα κόπων, αἱμάτων καὶ ἱδρώτων, διὰ πίστιν πανόλβιε, ἀλλὰ βοῶντα• Χριστέ, σοὶ ὄντως δόξα πρέπει.

Νυχθημέροις καμάτοις, καὶ συντόνοις λιταῖς σου, πρὸς τὸν Παντάνακτα, χιτῶνα ἐξυφαίνων, πανάσπιλον Χαρίτων, ἀσιγήτως ἀνέκραζες• Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.
Χαριτόβρυτε Μῆτερ, ῥυπωθεὶς ὁ Σὸς δοῦλος, ποικίλοις πάθεσι, βοῶ Σοι• ἕγειρόν με, ἐκ πτώσεως θανάτου, ἵνα ὡς ἀειπάρθενον, εὐλογημένη Ἁγνή, ἀπαύστως ἀνυμνῶ Σε.


Ωδὴ η΄. Τὸν Βασιλέα.
Ἀθανασίας, σὲ ἐπιστάμενοι πάντες, ὦ Χαρίτων εὐώδη λειμῶνα, τῆς ὀσμῆς ῥυσθῆναι, αἰτούμεθα θανάτου.

Ῥᾶνον Χαρίτων, θεοχαρίτωτε κῆπε, ἀρετῶν τὸν ἀεί σε τιμῶντα, τῆς σῆς προστασίας, ταῖς ἱεραῖς ῥανίσιν.

Ἄστρον Χαρίτων, θεοειδὲς ἀνατεῖλαν, θείᾳ χάριτι ἐκ τοῦ Ἰκονίου, αὔγασον καρδίας, τῶν σὲ ὑμνολογούντων.

Θεοτοκίον.
Λῦσον Παρθένε τῆς ἀνομίας δεσμούς μου, τὸν λυτῆρα τῆς ἀρᾶς ἡ τεκοῦσα, τῆς ἀρχαίας κτίστην, καὶ Κύριον τῆς δόξης.


Ωδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἁγίασον Χαρίτων, τοὺς σὲ ἀνυμνοῦντας, ὡς ἀθλητῶν εὐκλεῶν ὑποτύπωσιν, καὶ ἀσκητῶν θεοφόρων ἔνθεον πρύτανιν.

Μὴ παύσῃ ἱκετεύων, Ὅσιε Χαρίτων, τοῦ ἀμπελῶνος Χριστοῦ βότρυ πέπειρε, ῥύεσθαι πάσης ἀνάγκης ἡμᾶς καὶ θλίψεως.

Προσάγων τῷ Κυρίῳ, τόνδε ὕμνον Πάτερ, σεπτὲ Χαρίτων Αὐτὸν καθικέτευε, ὅπως τῆς δόξης τῆς ἄνω μέτοχος γένωμαι.

Θεοτοκίον.
Ἡ τὸν Θεὸν ἀφράστως, Μῆτερ συλλαβοῦσα, καὶ σωματώσασα πρέσβευε πάντοτε, ὑπὲρ τῶν πίστει ἀόκνως μεγαλυνόντων Σε.

Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί  παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί  ἐνδοξοτέραν  ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν  ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις Ἰκονίου θεοφιλές, γόνε καὶ ἐρήμου ἀδαπάνητε θησαυρέ, χαίροις τῆς ἐνθέου, ὁμολογίας ἄστρον, ἀείφωτον Χαρίτων, τέμενος χάριτος.

Τῆς κακοπαθείας διὰ Χριστόν, στίγματα βαστάζων ἐπεπόθησας ἀσκητῶν, τρίβους διοδεῦσαι, Χαρίτων ἐν ἐρήμῳ, καὶ κύαθος γενέσθαι, τῆς θείας χάριτος.

Χαίροις ὁ δομήτωρ μονῆς Φαράν, Ἐλπιδίου μάνδρας καὶ τῆς λαύρας Σουκᾶν σοφέ, χάριτος ταμεῖον, Χαρίτων θεηγόρε, καὶ μοναζόντων κλέος, θεοειδέστατον.

Ἀθλητῶν Κυρίου τὴν καλλονήν, θεῖον ὑποφήτην μονοτρόπων καὶ ἀρετῶν, τὸν τερπνὸν λειμῶνα, Χαρίτωνα τὸν μέγαν, ἐν ἀσκηταῖς ἐρήμου, ὕμνοις τιμήσωμεν.

Πάντας τοὺς προστρέχοντας εὐλαβῶς, τῇ σῇ ἀντιλήψει καὶ ζητοῦντας σὴν ἀρωγήν, Ὅσιε Χαρίτων, χαρίτωσον καὶ σκεύη, τοῦ Παρακλήτου δεῖξον, πολυτιμότατα.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Χαριτώνυμε Πάτερ τῶν χαρίτων τοῦ Πνεύματος, αὐγασθεὶς ἀκτῖσι πυρφόροις, ἄστρον ὤφθης ἀείφωτον, Χριστὸν ὁμολογήσας γὰρ στεῤῥῶς, διέλαμψας συντόνῳ προσευχῇ, καὶ ἀσκήσει ἐν ἐρήμῳ, Χαρίτων ὅθεν πίστει σοι κραυγάζομεν• Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ σὲ χαρίτων ποταμόν, ἡμῖν δωρήσαντι.


Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἥν ψάλλομεν τὸ ἑξῆς

Ἦχος β΄. Πάντων προστατεύεις.

Χάριν, εἰληφὼς παρὰ Θεοῦ, Πάτερ θεοφόρε Χαρίτων, Ὁσίων καὶ Ἀθλητῶν, σέλας παμφαέστατον, τὸ διαλάμψαν φαιδρῶς, τοῖς αἱμάτων σου χεύμασι, καὶ ὄμβροις δακρύων, ῥῦσαι τοὺς ἱκέτας σου, ἐκ πάσης θλίψεως, καὶ εἰρηνικὴν πολιτείαν, δώρησαι τοῖς μέλπουσιν ὕμνοις, τὰ ὑπερφυᾶ σου κατορθώματα.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.


Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης