Μοιραστείτε
Πήγαινε κάτω
Γιώτα
Γιώτα
ΤeamOwner
ΤeamOwner
Αριθμός μηνυμάτων : 187

Παρακλητικός Κανών εις την Αγίαν Μεγαλομάρτυρα Ευφημία Empty Παρακλητικός Κανών εις την Αγίαν Μεγαλομάρτυρα Ευφημία

Την / Το Τετ Απρ 10, 2013 8:46 am
Φήμη μηνύματος : 100% (1 ψήφοι)
Παρακλητικός Κανών εις την Αγίαν Μεγαλομάρτυρα Ευφημία

Ποίημα Αθανασίου Ιερομονάχου Σιμωνοπετρίτου
Παρακλητικός Κανών εις την Αγίαν Μεγαλομάρτυρα Ευφημία Agia-e10


Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τά Τροπάρια.

Ἦχος δ´. Ὁ ὑψωθείς ἐν τῷ σταυρῷ.

Τὴν καλλιπάρθενον Χριστοῦ Εὐφημίαν, ὡς τῶν φρονίμων καὶ σωφρόνων Παρθένων, ἐκμίμημα καὶ καύχημα τοῦ γένους γυναικῶν, πόθῳ ἱκετεύομεν, ὅπως σαῖς ἱκεσίαις, λυτρωθῶμεν ἅπαντες, τοῦ ἐχθροῦ τῶν παγίδων· ὡς παῤῥησίαν ἕχουσα σεμνή, ἀεὶ δυσώπει, ὑπὲρ τῶν τιμώντων σε.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμέν Δέσποινα ἐκ Σοῦ· Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.


Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς
Τῇ Πανευφήμῳ δέησις ἐκ πόθου Εὐφημίᾳ. Ἀ(θανάσιος).

ᾨδὴ α´. Ἦχος πλ. δ´. Ὑγρὰν διοδεύσας.

Τὸν νοῦν μου καθάρισον λογισμῶν, παρθένε καὶ δεῖξον, ἐργαστήριον διαρκές, εὐχῆς καὶ ἀγάπης τοῦ Κυρίου, ὅπως εὐφήμως σεμνὴ μακαρίζω σε.

Ἠνδρίσω δυνάμει τοῦ Ἰησοῦ, καὶ ὡς μέγας γίγας, ἀπενεύρωσας τὸν ἐχθρόν, διὸ Χριστομάρτυς ἀθληφόρε, ἐν τῷ πολέμῳ νικᾶν με ἐνίσχυσον.

Πορείαν ἐτέλεσας τὴν καλήν, Χριστὸν ἐφευροῦσα, τὴν ὁδὸν τὴν παρεκτικήν, ζωῆς τῆς ἀλήκτου θεία Μάρτυς, ἥν με βαδίζειν ὡς σὺ καταξίωσον.

Θεοτοκίον.
Ἁγνείας θησαύρισμα καὶ παντός, Θεόνυμφε Μῆτερ, ὡς ὑπάρχουσα ἀγαθοῦ, Υἱῷ Σου με σύναψον διψῶντα, τὴν μετ᾿Αὐτοῦ ἀδιάστατον ἕνωσιν.


ᾨδὴ γ´. Οὐρανίας ἁψῖδος.
Ναοῦ θείου ἐτέθης, πολυτελὲς ἔρεισμα, ἐκ τῆς Χαλκηδὸνος τῆς κάτω, λίθος ὁμώνυμος, τῆς ἄνω Πόλεως, ὦ παγκαλλὴς Εὐφημία, ἧς με καταξίωσον, εὐχαῖς ἁγίαις σου.

Ἐφυστέρησας Μάρτυς, ἐν οὐδενὶ ἄθλῳ σου, τῆς ἀῤῥενικῆς εὐψυχίας, γυνὴ τῷ σώματι· ὅθεν κραυγάζω σοι, ἀῤῥένωσον τὴν ψυχήν μου, ὅπως ὑπεραίρωμαι, τοῦ ἀντιδίκου μου.

Ὑλικαῖς οὐ προσέσχες, ὁλοσχερῶς δόσεσιν, αἷς οἱ τοῦ ἐχθροῦ ὑπηρέται, ἐδόκουν πεῖσαὶ σε, ἵνα τὸν Κύριον, ἐγκαταλίπης Ἁγία, πρὸς Ὅν με οἰκείωσον, θείαις πρεσβείαις σου.

Θεοτοκίον.
Φῶς ὑπάρχων ἁπάσης, τῆς νοερᾶς κτίσεως, ὁ ἐκ Σοῦ τεχθεὶς Παναγία, ψυχὴν φωτίζοι μου, ὥσπερ ἐφώτισε, τὴν παμφαῆ Εὐφημίαν, τοῦ φωτὶ πορεύεσθαι, τρίβους τοῦ βίου μου.


Διάσωσον, ἀπὸ παντοίων κινδύνων τοὺς πόθῳ σε εὐφημοῦντας, Εὐφημία σεμνὴ καλλιπάρθενε, καὶ λύτρωσαι ἡμῶν ψυχάς, τοῦ βελίαρ παγίδων.

Ἐπίβλεψον, ἐν εὐμενεία. Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἵασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Αῖτησις καὶ τὸ Κάθισμα.
Ἦχος β´. Πρεσβεία θερμή.

Καὶ νοῦν καὶ ψυχήν, καὶ σῶμά σου παρέδωκας, θυσίαν Χριστῷ, Παρθένε· ὅθεν εἵληφας, παρ᾽ Αὐτοῦ Εὐφημία τὸν στέφανον· διὸ κινδυνεύοντας ἡμᾶς, μνημόνευε πανεύφημε.


ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἡ σεπτὴ μαρτυρία σου, ὄφιν τὸν ἀρχέκακον ἐθανάτωσεν, ἡ ἰσχὺς δὲ ἱκεσίας σου, γένοιτό μοι Μάρτυς ζωῆς πρόξενος.

Μανιώδει οὐκ ἔθυσας, Ἄρει μιαιφόνῳ εἰρήνης οἵκημα, τῆς Χριστοῦ ἥν μοι καὶ δώρησαι, Εὐφημία πᾶσας τὰς ἡμέρας μου.

Ὥσπερ προῖκα προσήνεγκας, τὴν πεντηκοντάδα τῶν συμμαρτύρων σου, τῷ Κυρίῳ μεγαλώνυμε, ὧν κἀμὲ μερίδος δεῖξον μέτοχον

Θεοτοκίον.
Διὰ Σοῦ Παναμώμητε, ὤφθη τοῖς ἀνθρώποις τὸ μέγα ἔλεος, Ἰησοῦς ὁ Ὑπεράγαθος· ὅθεν γενεαὶ Σὲ μεγαλύνομεν.


ᾨδὴ ε´. Φώτισον ἡμᾶς.
Εὗρες τὸν μισθόν, τῶν βασάνων σου πανεύφημε, καὶ ἀντὶ αἵματος τὸ Πνεῦμα εἴληφας, ὅ μοι παράσχοις, ταῖς ἁγίαις ἱκεσίαις σου.

Ἤρθης ὡς χρυσός, ἐκ καμίνου δοκιμώτερος, καὶ βόθρῳ Μάρτυς τὸν σατὰν ἐβύθισας, οὗ τῶν παγίδων, ὅσον τάχιστα λυτρώσαις με.

Σύντριμμα δεινόν, ῥαβδισμῷ σου ἐναπέδειξας, τὸν πολεμοῦντά σε παρθένε ἁγνή, οὗ τὰς ἐπάρσεις, καταξίωσον συντρίβειν με.

Θεοτοκίον.
Ἴλεων Χριστόν, Θεοτόκε ἀπεργάσαις μοι, ὅτι συσφίγγομαι ἐν πταίσμασι πολλοῖς, ἁμαρτιῶν μου, καὶ ἐλέους οὐν πῶς τεύξομαι;


ᾨδὴ ς´. Τὴν δέησιν ἐκχεῶ.
Συνήγειρας, τῶν Ἀγγέλων τάγματα, τῇ εὐτόνῳ καὶ σεπτῆ μαρτυρίᾳ· ὅθεν οἰκεῖς, μετὰ τούτων Ἁγὶα, καὶ ἀπολαύεις Χριστοῦ Ὧ, ἐνήθλησας, ἱκέτευε ὑπὲρ ἡμῶν, τῶν πιστῶς προσπιπτόντων τῇ σκέπη σου.

Ἐβάστασαν, Ἀθληφόρε σῶμά σου, τὸ ἁγνὸν ἐν κολυμβήθρᾳ αἱ φῶκαι, ὅτι ὀσμή ἀγαπήσεως θείας, πᾶσαν τὴν φύσιν δαμάζει τὴν ἄλογον· δαμάσαι ὅθεν τῶν παθῶν, τῆς ψυχῆς μου τοὺς θῆρας πανεύφημε.

Κατέπληξας, Ἐκκλησίαν ἅπασαν, Εὐφημία τοῖς κλεινοῖς σου ἀγῶσι, καὶ τῇ σεπτῆ τελευτῇ δι᾽ ἧς ἔστης, σὺν ταῖς φρονίμοις Παρθένοις ἐνώπιον, Νυμφίου σου τοῦ ἐκλεκτοῦ, Ὧ, καμὲ συναρμόσαις σοῦ δέομαι.

Θεοτοκίον.
Πανύμνητε, τῶν Μαρτύρων γλύκασμα, καὶ ψυχῶν ἐκζητουσῶν χαρμοσύνη, τὸν Σὸν Υἱόν, ὅταν κρίνῃ τὸν κόσμον, τῆς σῳζομένων μερίδος ἀξίωσον, κἀμὲ λιταῖς Σου μητρικαῖς, ὅπως χαίρων δοξάζω τὴν δόξαν Σου


Διάσωσον, ἀπὸ κινδύνων τοὺς πόθῳ σε εὐφημοῦντας, Εὐφημία σεμνὴ καλλιπάρθενε, καὶ λύτρωσαι ἡμῶν ψυχάς, τῶν βελίαρ παγίδων.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Αῖτησις καί τὸ Κοντάκιον.
Ἦχος β´. Προστασία τῶν Χριστιανῶν.

Πανευφήμους ᾠδὰς σεμνὴ σοι προσάγοντας, ἱλεώσαις Χριστῷ, πολλὰ ἁμαρτάνοντας· καὶ γὰρ ἔχεις, τὴν παῤῥησίαν ἐξ ἀγώνων σου πολλήν, διό χρῆσαι ταύτῃ ἐκτενῶς, εἰς ἐπιστήριξιν ψυχῶν, τῶν ἐκ πόθου βοώντων σοι· πρόφθασον Εὐφημία, δείχθητι ἡμῖντεῖχος, κατὰ ἐχθροῦ τοῦ νοητοῦ, ὃν κατάργησαι πολύαθλε.


Προκείμενον
Δίκαιος ὡς φοίνιξ ἀνθήσει καί ὡσεί κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στ. Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς Αὐτοῦ ἐξανθήσει.

Εὐαγγέλιον ἐκ τοῦ κατὰ Ματθαῖον (Κεφ. κε΄ 1-13)

Εἶπεν ὁ Κύριος τήν παραβολήν ταύτην. Ὁμοιώθη ἡ Βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας αὐτῶν ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου. Πέντε δὲ ἦσαν ἐξ αὐτῶν φρόνιμοι καὶ αἱ πέντε μωραί. Αἵτινες μωραὶ λαβοῦσαι τὰς λαμπάδας ἑαυτῶν οὐκ ἔλαβον μεθ᾿ ἑαυτῶν ἔλαιον· αἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις αὐτῶν μετὰ τῶν λαμπάδων αὐτῶν. Χρονίζοντος δὲ τοῦ νυμφίου ἐνύσταξαν πᾶσαι καὶ ἐκάθευδον. Μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν· ἰδοὺ ὁ νυμφίος ἔρχεται, ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ. Τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι καὶ ἐκόσμησαν τὰς λαμπάδας αὐτῶν. Αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπον· δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται. Ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι λέγουσαι· μήποτε οὐκ ἀρκέσει ἡμῖν καὶ ὑμῖν· πορεύεσθε δὲ μᾶλλον πρὸς τοὺς πωλοῦντας καὶ ἀγοράσατε ἑαυταῖς. Ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι ἦλθεν ὁ νυμφίος καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετ᾿ αὐτοῦ εἰς τοὺς γάμους, καὶ ἐκλείσθη ἡ θύρα. Ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι λέγουσαι· κύριε κύριε, ἄνοιξον ἡμῖν. Ὁ δὲ ἀποκριθεὶς εἶπεν· ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν ἐν ᾗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.


Δόξα.
Ταῖς τῆς Πανευφήμου πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.

Στιχ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Ὅλην σου τὴν ἔφεσιν, ὡς ἀσματίζουσα νύμφη, πρὸς Χριστὸν κατεύθυνας, κάλλει ὑπερβαίνοντα, βροτοὺς ἅπαντας· καὶ ψυχὴν ἤνδρισας, τῇ δυνάμει Πνεύματος, τοῦ Ἁγίου καλλιπάρθενε, ὅθεν κατήργησας, πάντα τοῦ ἐχθροῦ τὰ κινήματα, καὶ στέφος τὸ οὐράνιον, εἵληφας Μαρτύρων τρισόλβιε· σκήνους σου δὲ θείου, τὸ ἄφθορον εἰς πίστωσιν πολλῆς, ἣν πρὸς Θεοῦ εὗρες χάριτος, Εὐφημία πάνσεμνε.


ᾨδὴ ζ´. Οἱ ἐκ τῆς ᾽Ιουδαίας.
Ὁ τηρήσας σε σώαν, ἐκ τῶν μαρτυρίου βασάνων πανεύφημε, καθάπερ σοι βραβεῖον, σκήνους ἀφθαρσίαν, εἰς αἰῶνας δεδώρηται, ὃ νοερῶς προσκυνῶν, Τριάδα μεγαλύνω.

Θείᾳ χάριτι Μάρτυς, Χαλκηδόνος Συνόδου Τόμον ἐκύρωσας, χαρᾶς τὴν Ἐκκλησίαν, πληρώσασα ἀκούεις, εὐγνωμόνως τὴν αἴνεσιν· ὅθεν κἀμὲ δυσωπῶ, Ὀρθοδοξίᾳ τήρει.

Ὁπῆς μύρον ἐξῆλθεν, ὅτε σκήνωμά σου πυρὶ ἐπέῤῥιψαν, ὃ αἵματι τιμίῳ, κεκέρασται παρέχον, ἀσθενοῦσιν ἰάματα, διὸ ψυχήν μου σφοδρῶς, νοσοῦσαν θεραπεύσαις.

Θεοτοκίον.
Ὑλικῆς προσπαθείας, μάκρυνον Παρθένε τὸν νοῦν μου καὶ κάθαρον, ἁπάσης φαντασίας, τῇ μνήμῃ τοῦ Κυρίου, τοῦ γλυκαίνοντος ὕπαρξιν, πᾶσαν βροτείαν Ἁγνή, ὅπως Σε μεγαλύνω.


ᾨδὴ η´. Τὸν Βασιλέα.
Ἐν τῇ θαλάσσῃ, τὸ σκήνωμά σου ἐῤῥίφη, ἁγιάσαν φύσιν τῶν ὑδάτων, σὲ δέ μοι τιμῶντι, δακρύων ὕδωρ δῴης.

Ὑποδεχθεῖσα, τῇ φιλαδέλφῳ ἀγάπῃ, Γλυκερίας Μάρτυρος ἐν Λήμνῳ, τὴν φιλαδελφίαν, ἐγκαίνισον ψυχῆ μου.

Φανερωθεῖσα, παραδοξότητι τρόπων, Βυζαντίῳ σεμνὴ ἀνεκομίσθης, ὃ ἀεὶ φυλάττοις, σὲ προσκυνοῦν ἐκ πόθου.

Θεοτοκίον.
Ἠτίμασά σου, τὴν κλῆσιν Ἄχραντε Μῆτερ, καὶ τὸ ἔνδυμα ἐῤῥύπωσα τοῦ γάμου· ὅθεν Σαῖς πρεοβείαις, τοῦτο μου ἀποπλύναις.


ᾨδὴ θ´. Κυρίως Θεοτόκον.
Μὴ ὁ ὁλοθρευτής με, Μάρτυς κυριεύσῃ, φλιὰν ψυχῆς μου σῷ μύρῳ ἀσφάλισαι, ἵνα Κυρίου ἡ χάρις, μόνη κατέχῃ με.

Ἰάτρευσον τὰ πάθη, τῶν σοι προσφευγόντων, Παρθενομάρτυς ψυχῆς καὶ τοῦ σώματος, οἴκους Κυρίου δεικνῦσα, ἡμᾶς καὶ ὄργανα.

Ἀείποτε τὴν θύραν, κροῦε τῆς ψυχῆς μου, ὡς ἀσκητοῦ ἐν τῷ Ἄθῳ Πανεύφημε, κελλίου θύραν ὀφθεῖσα, σεμνῶς ἐπέκρουσας.

Θεοτοκίον.
Ἄχραντε Θεοτόκε, ἅμα Εὐφημίῳ τῷ τῶν Μαρτύρων Παρθένων ἡδύσματι, τὴν ψυχικὴν μου ἁγνείαν, σῴαν φυλάξατε.


Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί  παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί  ἐνδοξοτέραν  ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν  ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα μεγαλυνάρια,
Τὴν Παρθενομάρτυρα τοῦ Χριστοῦ, δεῦτε Εὐφημίαν, εὐφημήσωμεν ἐκ ψυχῆς, βρύει γὰρ θαυμάτων, ὡς δαψιλής τις βρύσις, τὴν χάριν τοῖς αἰτοῦσι, πλουσιοπάροχον.

Σκῆνός σου τὸ θεῖον καὶ ἱερόν, Μάρτυς Εὐφημία, προσκυνοῦμεν πανευλαβῶς, ὅπως σαῖς πρεσβείαις, ληψώμεθα ἀφθόνως, τοῦ Πνεύματος τὴν χάριν, ἧ σοι ἐνῴκησεν.

Τὴν Χριστοῦ Μεγάλην Μάρτυς σεμνή, Θείαν Ἐκκλησίαν, σκέποις πάντοτε σαῖς εὐχαῖς, Λείψανον τιμῶσαν, σὸν ἄφθαρτον καὶ μνήμην, ἐν ὕμνοις ἐτησίοις καταγεραίρουσαν.

Μάρτυρες Κυρίου πανευκλεεῖς, θεία Εὐφημία, Γλυκερία τε θαυμαστή, ἔρωτι τρωθεῖσαι τοῦ Ἰησοῦ καιρίως, ψυχαῖς ἡμῶν ἀγάπην, Τούτου ἐμβὰλετε.

Εὑμοιροῦσα κλήσεως σῆς σεμνή, θεία Εὐφημία, σοὶ προοπίπτω καὶ ταπεινῶς, δέομαι εὐχαῖς σου, εὑρεῖν ὁμοθρονίαν, ἐν δόξη τοῦ νυμφῶνος· μὴ ἐπιλάθου μου.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.


Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Δεῦτε Εὐφημίας τῆς σεπτῆς, μαρτυρίου θείοις λειμῶσι κατατρυφήσαντες, τὸν Χριστὸν δοξάσωμεν, ταύτην δοξάσαντα, ὅπως λάβωμεν ἄφθονον, τοῦ Πνεύματος, χάριν, καὶ τὸ πῦρ τὸ ἄϋλον ψυχαῖς ἀνάψωμεν, φλέγον ἁμαρτίας τὴν ὕλην, καὶ τῆς Βασιλείας καινῖζον, τὸ οὐρανοπόθητον πολίτευμα.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.


Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης