Μοιραστείτε
Πήγαινε κάτω
Γιώτα
Γιώτα
ΤeamOwner
ΤeamOwner
Αριθμός μηνυμάτων : 187

Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Αρβανίτισσαν Empty Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Αρβανίτισσαν

Την / Το Κυρ Οκτ 21, 2012 10:17 am
Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Αρβανίτισσαν


Ποίημα Καθηγουμένης Ισιδώρας Μοναχής Αγιεροθειτίσσης.
Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Αρβανίτισσαν Arbana10

Την έν Καρυαΐς της Χίου οπτανομένην.
(ΤΗς ή ιερά σύναξις έπιτελεΐται την πρώτην Κυριακήν μετά την των Αγίων Πάντων).



Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Κατόπιν τά Τροπάρια.

Ἤχος δ'. Ό ύψωθείς έν τω Σταυρῶ.

Ικετικώς τη ση εικόνι προσπίπτω, τήν σήν άνεί καστον αιτούμενος χάριν, τοΰ έκφυγεΐν τον κλύδωνα, παντοίων δεινών κράζων έκ βαθέων μου, Παναγία Παρθένε, Κόρη Άρβανίτισσα, άντιληπτωρ γενοΰ μοι• και θεοδρόμους δεΐξόν μοι οδούς, ώς τετοκυΐα, Χριστον τον Θεάνθρωπον.

Δόξα Πατρι και Υιώ και Άγίω Πνεύματι. Όμοιον
Η ιερά καί Άγιόνησος Χίος, τη παρουσία σου  Παρθένε καυχαται, καί συγκαλεΐ προς αϊνεσιν, λατρείας ήμας• σύ γάρ έποπτάνεσαι, έν  αύτη Παναγία, κάλλει ώραιότητος, διαλάμπουσα πάνυ- Άρβανιτίσσης φέρουσα στολήν, ώσπερ νεανις, σεμνή λιγυρόκορμος.

Και νυν.
Ού σιωπησομέν ποτε, Θεοτόκε, τάς δυναστείας σου, λαλεΐν οι άνάξιον ειμή γάρ σύ προιστασο πρεσβεύουσα, τις ήμας έρρύσατο έκ τοσούτων κινδύνων; Τις δε διεφύλαξεν εως νΰν έλευθέρους; Ούκ άποστώμεν, Δέσποινα, έκ σοΰ• σούς γάρ δούλους σώζεις άεί, έκ παντοίων δεινών.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.



Και άρχόμεθα τον κανόνος. Ου ή άκροστιχίς:
«Άρβανίτισσαν Παναγίαν έν υμνοις τιμώ. ’Ισιδώρας».

Ήχος πλ. δ'. ’Ωδή α'. Ύγράν διοδεύσας.

Αγίων ή δόξα καί ή τιμη, Άγγέλων ό υμνος  τών άνθρώπων καταφυγή, ύπάρχεις άεΐ έν άσφαλεία' ω Άρβανίτισσα Κόρη Παντάνασσα.

Ρημάτων έπάκουσον της έμης, φωνης Παναγία  Άρβανίτισσα της οικτρας, και δός μοι πρεσβείαις μητρικαις σου• έλευθερίαν παθών τών θλιβόντων με.

Βαρβάρων έρρύσω έπιδρομης, τήν νησον της Χίου έν χειρί σου τη κραταια, πιστοις Άρβανίτισσα Παρθένε κηδεμονίας σου δοΰσα τήν πρόνοιαν.

Απαύστως δυσώπησον τον Θεόν, "Ον εσχες χερσί σου Άρβανίτισσα Μαριάμ, το ελεος δοΰναι ήμιν πασι• τοις μεγαλύνουσι πόθω τήν σκέπην σου.

Ναμάτων πληρέστατος ποταμός, χρηστότητος ρειθρον άγαθότητος προχοη, ύπάρχει ό "Άγιος Ναός σου• ό έν τη Χίω σεμνή Άρβανίτισσα.


’Ωδή γ'. Ουρανίας άψιδος.
Ιερεις και Λευιται, τήν σήν μορφήν σέβουσι, και οι Βασιλεις όμοφρόνως, σε λιτανεύουσιν,  οι δε πιστοι συνωδά, τοΰ Άρχαγγέλου το Χαιρε, έν χαρα φωνοΰσι σοι, ω Άρβανίτισσα.

Της σης δόξης το πληρες, και της τιμης Δέσποινα, της ύπερβαλλούσης τον πλοΰτον, πάντες θαυμάζουσιν, οτι Πατρος τη βουλη, ω Άρβανίτισσα Κόρη, έν σαρκι έκύησας, Λόγον συνάναρχον.

Ισχυρά έν πολέμοις, και έν δεινοις αθραυστος,  πέλει Άρβανίτισσα Κόρη, ή προστασία σου, οτι λοιμοΰ φοβεροΰ, τήν νησον Χίον έρρύσω, τήν κατ’ αμφω νέμουσα, ρώσιν τοις χρηζουσιν.

Σελασφόρος νεφέλη, τον νοητον "Ήλιον, τοις έν τοις σκια καθημένοις, ω Άρβανίτισσα, έξανατέλλεις διό, τη σκοτισθείση ψυχη μου, ίλαρον άνάτειλον, φώς έπιγνώσεως.

Σεμνοτάτη ή θέα, της σης μορφης πέφυκε, και το άξιέραστον κάλλος, το τοΰ προσώπου σου, ύπερεκπληττει βροτούς, ω Άρβανίτισσα Κόρη, έξιστα Άγγέλων τε, θεια στρατεύματα.


Επίφανον, ήμιν το κάλλος της θείας σου ευπρεπείας, τοις τιμώσι σε έν ωδαις σεμνή Άρβανίτισσα, και αυγασον φέγγος της άληθείας.

Επίβλεψον έν ευμενεία πανύμνητε Θεοτόκε, έπι τήν έμήν χαλεπήν τοΰ σώματος κάκωσιν, και ιασαι της ψυχης μου το αλγος.



Αῖτησις καὶ τὸ Κάθισμα.
Ἦχος β´. Πρεσβεία θερμή.

Της Χίου λαός, άγάλλεται τη σκέπη σου, 'Ελλάδος ή γη, λαμπρύνεται τη δόξη σου, και χαρας σοι ασματα• προσφωνούσα κράζει εκάστοτε, τη ση προνοία φύλαττε 'Ρωμηών, το γένος Παρθένε Άρβανίτισσα.


’Ωδή δ'. Εισακηκοα Κύριε...
Αδιστάκτω τη πίστει σοι, Κόρη Άρβανίτισσα καταφεύγουσιν της 'Ελλάδος τά στρατεύματα, και της νήσου Χίου τά πληρώματα.

Ναυτιώντι με κλύδωνι, τών πειρατηρίων και περιστάσεων Άρβανίτισσα παράσχου μοι, βοηθείας χειρα σου τήν αμαχον.

Πεπτωκότα με πάθεσι, και τοις άμαρτημασιν άπολλύμενον σαΐς πρεσβείαις Άρβανίτισσα, Παναγία πάλιν με άνάστησον.

Ανδρικώ με φρονηματι, και ψυχη γενναία έμπολιτεύεσθαι- Παναγία ’Άρβανίτισσα, καταξίωσόν με τον ικέτην σου.

Νικητην με άνάδειξον, κατά τοΰ άλάστορος Άρβανίτισσα- Παναγία ή τω κράτει σου, τοΰ έχθροΰ νικώσα τά βουλεύματα.


’Ωδή ε'. Φώτισον ήμας...
Ασμασι καινοΐς, Παναγία Άρβανίτισσα, σήν ύπέρμαχον δοξάζομεν ισχύν, άνευφημοΰντες, τήν ταχείαν σου άντίληψιν.

Γήρατος ισχύς, χαλινός τε της νεότητος, πενομένων τε τροφος και βοηθός, άει ύπάρχεις, Παναγία Άρβανίτισσα.

Ιλεων ήμϊν, Παναγία Άρβανίτισσα, τον Θεον  "Ονπερ άπέτεκες σαρκί, ταϊς Μητρικαϊς σου, παρακλησεσιν άπέργασαι.

Αγαν έν δεινοϊς, και έν μάχαις σύ προΐστασαι, Παναγία Άρβανίτισσα σεμνή, έκ τών κινδύνων, άει σώζουσα τούς "Ελληνας.

Νεκταρ  νοητον, ύπερ έννοιαν γλυκύτητα, ευ¬φροσύνην και χαράν πνευματικην, εικών σου βλύζει, Παναγία ’Άρβανίτισσα.


’Ωδή στ'. Τήν δέησιν.
Επίστασαι, φανερώς εκάστοτε, έν ήμέρα και νυκτι Παναγία ώς λιγυρά, και πανέμορφος Κόρη, το μελανόχρωμον φέρουσα ένδυμα• και νέμουσα λαμπροφανη• Άρβανίτισσα χάριν και ευνοιαν.

Νεκρώσεως, και φθορας τον ανθρωπον, τω σω τόκω ελυτρώσω Παρθένε ζωοποιόν,Αναστάσεως χάριν,και αιώνιαν παρέχουσαν λύτρωσιν ω Αρβανίτισσα σεμνή αγαθότητος πλήρες κεφάλαιον.

Υφάνασα, έξ άγνών αιμάτων σου, τω τών ολων Βασιλεϊ άλουργίδα• βασιλικην, περιβέβλησαι χάριν, και ουρανίας τιμης κοσμιότητα• έν ευπρεπεία, ιερα• Παναγία σεμνή Άρβανίτισσα.

Μητρόθεε,Παναγία Δέσποινα, Αρβανίτισσα Παρθένε Μαρία δόξαν ημίν την αμείωτον διδου, και κατά χάριν θεούς ήμας ποιησον τούς σέβοντας πανευλαβώς• το σεπτόν σου και άγιον "Ονομα.

Νυστάξαντες, ραθυμίας πάθεσι, και τη λήθη της άγνοιας πεσοντες• διδου ήμιν, συμπαθείας σου χειρα, ω Άρβανίτισσα Κόρη φιλάγαθε• ινα νυμφώνα τοΰ φωτός• σύν φρονίμοις παρθένοις οικίσωμεν.


Επίφανον, ήμϊν το κάλλος της θείας σου ευπρεπείας, τοϊς τιμώσι σε έν φδαϊς σεμνή Άρβανίτισσα, και αυγασον φέγγος της άληθείας.

Αχραντε, ή διά λόγου τον Λόγον άνερμηνεύτως, έπ’ έσχάτων τών ήμερών, τεκοΰσα, δυσώπησον, ώς έχουσα μητρικήν παρρησίαν.



Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.

Δυναστείας της δαιμονικης ήλευθέρωσας, τήν βροτείαν φύσιν τοΰ Άδάμ Θεονύμφευτε, σύ γάρ μονη ύπερφυως άπέτεκες έν γη• Θεον αναρχον μετά σαρκός, και έπανηγαγες ήμας, εις τήν πρώτην λαμπρότητα, πύλη της σωτηρίας, άνθρώπων τε ευκληρία, και προς Θεον καταλλαγη, Παναγία Άρβανίτισσα.


Και ευθύς το Προκείμενον.
Μνησθήσομαι του ονοματός σου εν πάση γενεά και γενεά (δις).
Στίχ. Άκουσον, Θύγατερ, και ΐδε, και κλίνον το οΰς σου, και έπιλάθου τοΰ λαοΰ σου, και τοϋ οϊκου τοΰ πατρός σου και επιθυμήσει ό Βασιλεύς τοΰ κάλλους σου.
.
Εΐτα• έκ τον κατα Λουκαν άγιου Ευαγγελίου, το Ανάγνωσμα.

Εν ταϊς ήμέραις έκείναις, άναστασα Μαριάμ, έπορεύθη εις τήν ορεινήν μετά σπουδης, εις πόλιν ’Ιούδα• και εισηλθεν εις τον οΐκον Ζαχαρίου, και ήσπάσατο την ’Ελισάβετ. Και έγένετο, ώς ήκουσεν ή ’Ελισάβετ τον άσπασμόν της Μαρίας, έσκίρτησε το βρέφος έν τη κοιλία αυτης• και έπλησθη Πνεύματος Άγίου ή ’Ελισάβετ, και άνεφώνησε φωνη μεγάλη, και εΐπεν Ευλογημένη σύ έν γυναιξι και ευλογημένος ο καρπός της κοιλίας σου.Και πόθεν μοι τοΰτο, ινα ελθη ή μητηρ τοϋ  Κυρίου μου πρός με; ’Ιδού γάρ, ώς έγένετο ή φωνή τοϋ άσπασμοϋ σου εις τά ωτά μου, έσκίρτησε το βρέφος έν άγαλλιάσει έν τη κοιλία μου. Και μακαρία ή πιστεύσασα, οτι εσται τελείωσις τοϊς λελαλημένοις αυτη παρά Κυρίου. Και εΐπε Μαριάμ• Μεγαλύνει ή ψυχή μου τον Κύριον, και ήγαλλίασε το πνεϋμά μου έπι τω Θεω τω σωτηρί μου. "Οτι έπέβλεψεν έπι τήν ταπείνωσιν της δούλης αυτου ιδουγάρ άπο τοϋ νϋν μακαριοϋσι με πασαι αι γενεαί. "Οτι έποίησέ μοι μεγαλεία ό Δυνατός, και αγιον το όνομα αυτοϋ. "Εμεινε δε Μαριάμ σύν αυτη ώσει μήνας τρεις, και ύπέστρεψεν εις τον οΐκον αυτης.


Δόξα Πατρι και Ύιω και Άγίω Πνεύματι.
Της Άρβανιτίσσης, πρεσβείαις ’Ελεημον, έξάλειψον τά πλήθη τών έμών έγκλημάτων.

Και νϋν και άεί
Ταϊς της Θεοτόκου, πρεσβείαις ’Ελεημον, έξάλειψον τά πλήθη τών έμών έγκλημάτων.


Στιχ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Χίος έπαγάλλεται, ή θεοτίμητος νησος, Καρυών χωρίον τε, άγλαώς δεδόξασται τη ση  χάριτι• έν αυτη εκτισται, ό σεπτος Ναός σου,  Παναγία Άρβανίτισσα- εικών τε θεία σου, μεγαλοπρεπώς τεθησαύρισται• έξ ης άναπηγάζουσι, ρεϊθρα δωρεων τά άκένωτα- τούτων μετασχοντες, βοώμεν σοι το χαϊρε Μαριάμ, ευλογημένη Πανάμωμε, βροτών ή άνάκλησις.

Ουδεις προστρέχων έπι σοι, κατησχυμένος  άπο σοϋ έκπορεύεται, άγνή Παρθένε Θεο¬τόκε• άλλ’ αιτεϊται τήν χάριν και λαμβάνει τοδώρημα, προς το συμφέρον της αιτησεως.

Μεταβολή τών θλιβομένων, άπαλλαγή τών άσθενούντων, ύπάρχουσα, Θεοτόκε Παρθέ¬νε, σώζε πόλιν και λαόν, τών πολεμουμένων ή ειρηνη, τών χειμαζομένων ή γαληνη, ή μόνη προστασία τών πιστών.


Σώσον ό Θεός τον λαό σου...

’Ωδή ζ'. Οι έκ της ’Ιουδαίας.

Ο χριστώνυμος κλήρος, και λαός εν τη Χίω συνεπαγάλλονται, τη μνήμη σου τη θεία Παρθένε Παναγία,Αρβανίτισσα Δέσποινα και εορτίοις ωδαίς,αιναίσουσι σε συμφώνως.

Ιατρείας παρέχεις, δωρεάν τοϊς νοσοϋσιν ω IΆρβανίτισσα, Θεοϋ γάρ ουσα Μητηρ, τοϋ πάντα δυναμένου, τά άνέφικτα πέπρακται• και διά σοϋ άγαθών, ή δόσις τελειοϋται.

Σύν μητρασι ώς μητηρ, σύν παρθένοις παρθένος ώς άδιάφθορος, δωρεϊσαι άφθαρσίαν, έλέους τε τον πλοϋτον, Μαριάμ Άρβανίτισσα τοϊς τήν σεπτην σου μορφήν, πιστως άσπαζομενοις.

Τηλαυγώς καθωράθης, έν νυκτί και έν όρθρω ω Άρβανίτισσα, βαδίζουσα έν Χίω, και κρούουσα Ναοϋ σου, τοϋ Άγίου τούς κώδωνας• και τάς κανδηλας αυτοϋ, καλοϋσα τοϋ άνάπτειν.

Ιαμότητα 'Άδου, και θανάτου τον όλεθρον  τον πικρότατον, ήφάνισας εις τέλος Άνάστασιν δε πασι, και ζωήν Άρβανίτισσα- θεογεννητορ βροτοϊς, τω τόκω σου πιστοϋσαι.


’Ωδή η'. Τον Βασιλέα.
Μή διαλίπης, ύπερ ήμών τω Ύιω σου, Άρβανίτισσα Κόρη πρεσβεύειν, τών τά μεγαλεία, ένδόξως σου τιμώντων.

Ως θαυμάσια,ω Αρβανίτισσα κόρη,ως εξαιρέτος  πάνυ υπάρχει,της ης αρουσίας η θεια ώραιότης

Ιλαρωτάτη, και λιγυρά σου ή θέα, Μαριάμ Άρβανίτισσα πέλει, σε τούς καθορώντας, έκπληττουσα έν Χίω.

Σημείοις θείοις, και φοβεροϊς ό Ύιός σου, και Θεος Άρβανίτισσα στέφει, δόξη άκηράτω, ώς "Ηλιος γάρ λάμπεις.

Ιδόντες πάντες, οι έν τη Χίω Παρθένε, Άρβανίτισσαν σήνπροστασίαν, εχαιρον αινοϋντες, τάς σάς χοροστασίας.


’Ωδή θ'. Κυρίως Θεοτόκον.
Διάχρυσον έσθητα, περιβεβλημένη, πεποικιλμένη τε στέφος, άφθάρτου τιμης, ω Άρβανίτισσα Κόρη, Θεω παρίστασαι.

Ως εΰδιον λιμένα, έν ταϊς τρικυμίαις, και τοϊς κινδύνοις τοϋ βίου, ή Χίος πλουτεϊ, τήν ιεράν σου εικόνα, ω Άρβανίτισσα.

Αγγέλων στρατηγίαι, και ταξιαρχίαι, τών  Άρχαγγέλων σοι χαϊρε, βοώσι χαρα, ω Άρβανίτισσα Κόρη, Θεοχαρίτωτε.

Σφραγις προφητευόντων, θύρα σωτηρίας, και ευλογίας ύπάρχεις, ή όντως πηγη, ω Άρβανίτισσα Κόρη, Θεογεννητρια.

Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί  παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί  ἐνδοξοτέραν  ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν  ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.


Και τά παρόντα Μεγαλυνάρια. Ων ή άκροστιχίς:
«Χαίροις Χίου εφορε».


Χαῖροις των μητέρων ή χαρμονη, χαιροις των παρθένων ή ύπέρκαλλος καλλονή, χαίροις γης άπάσης και Ουρανοϋ ή δόξα- ω Δέσποινα Άνύμφευτε Άρβανίτισσα.

Ανθη θεοδρέπτων ύμνωδιών, δώρα ώς ευώδη Απροσενέγκωμεν οι πιστοί, τη Άρβανιτίσση Παρθένω Παναγία' αυτήν προσυπαντώντες άγαλλιώμενοι.

Ιάσεις σωμάτων τε και ψυχών, βλύζει άενάως ή εικών σου ή ιερά, νησον δε της Χίου πλου- τεϊς έν ευλογΐαις• Παρθένε Άρβανίτισσα Θεονύμφευτε.

Ράβδω ευστοργίας σου μητρικης, τρίβον εις  ευθείαν σωτηρίου διαμονης, σύ έν άσφαλεία  ιθύνεις Παναγία ύψοϋσα έκ βαράθρων ω Άρβανίτισσα.

μιλος παρθένων πανευλαβώς, αθροισμα πιστών τε ’Ορθοδόξων πασα πληθύς, λογοις έγκωμίων και υμνοις ευαρέστως• αινοϋσι Παναγίαν τήν Άρβανίτισσαν.

Ινδαλμα της πλάνης το ειδεχθές, ερριπται εις  χάος και συντέτριπται παντελώς, σοϋ τω θείω τόκω και κέρας άληθείας• ήνόρθωται ένδόξως ω Άρβανίτισσα.

Σέλας ήλιόμορφον και τερπνόν, εϊδομεν Παρθένε Άρβανίτισσα διά Σοϋ, αρχοντα τεκοϋσα και ποιητήν των φώτων αυγάζεις γάρ του κόσμου απαν το πλήρωμα.

Χίος μεγαλόνησος καθορα, σοϋ τήν παρουσίαν Άρβανίτισσαν Μαριάμ, αμα τε συγχαίρει τών Καρυών χωρίον 'Ελλάς τε πασα στέργει τήν προστασίαν σου.

Ιλαθι Παρθένε ώς συμπαθής, βλέψον εις λαον σου τον έλπιζοντα έπι σέ, διδου σης προνοιας τάς δωρεάς άφθονως• και σκέπε σούς ικετας ω Άρβανίτισσα.

Ὄρμον εις άκύμαντον τοϋ Χριστοϋ, ϊθυνον σούς δούλους Άρβανίτισσα Μαριάμ, πασι δε καρδίαν γαληνιώσαν δίδου καινίζουσα τήν
χάριν τήν ειρηνομορφον.

Υψος παρθενίας σου έξυμνώ, βάθος σης άγνείας Άρβανίτισσα ευφημώ, μέλπω σών χαρίτων το πέλαγος το μέγα• και πληθος σών θαυμάτων το άπροσμέτρητον.

Ερεισμα άκράδαντον τών πιστών, τεϊχος οικουμένης και άπόρθητον οχυρόν, σθένος πολεμούντων και νίκη τών άθλούντων σύ ει άδιαψεύστως ω Άρβανίτισσα.

Φάλαγγες δαιμόνων αι ζοφεραί, ηττηνται Παρθένε Άρβανίτισσα σω φωτί, πρόσωπα πιστών τε λαμπρύνονται ση δόξη• και τάξεις τών Άγγέλων συνεπαγάλλονται.

Ομματα καρδίας μετά σπουδης, αϊρομέν  σοι Κόρη Άρβανίτισσα δουλικώς, σοϋ τήν συμμαχίαν αιτούμενοι έν πίστεν και ρώμη πεποιθότες της σης δυνάμεως.

Ρόδον το άμάραντον και τερπνόν, ήνθησας Παρθένε Άρβανίτισσα τον Χριστόν, οΰ ταϊς άπορρητοις και θειαις ευωδιαις• ευφραίνονται καρδίας τά αισθητήρια.

Εχουσι Ναόν σου τον ιερόν, Καρυαι της Χίου ώς θεόκτιστον θησαυρόν, αμα τε εικόνα πλουτοϋσι σου άγίαν χρυσοϋ τιμιωτέραν ω Άρβανίτισσα.

Ιδε τήν πενίαν μου Μαριάμ, βλέψον ευτελείας της πολλης μου έν οικτιρμοϊς, πλοϋτον μοι παράσχου της σης άγαθωσύνης• ώς Μητηρ τοϋ έλέους ω Άρβανίτισσα.

Χαίροις χαροπάροχε Μαριάμ, χαίροις παραδείσου ή ευφρόσυνος άπαρχη, χαίροις σωτηρίας ή άληθής αιτία βεβαίωσις έλπίδος ω Άρβανίτισσα.

Πασαι τών Άγγέλων οι στρατιαί, Πρόδρομε Κυρίου, Άποστόλων ή δωδεκάς, οι 'Άγιοι Πάντες μετά της Θεοτόκου, ποιήσατε πρεσβείαν εις το σωθηναι ήμας.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.


Άπολυτίκιον. Ηχος α'. Της έρημου πολίτης.
Της 'Ελλάδος ή σκέπη, τών πιστών καταφύγιον, γένους τών 'Ρωμη ών προστασία, Καρυών Χίου έφορος• λαοϋ σου άντιληπτωρ και φρουρός, Παρθένε Άρβανίτισσα σύ ει όρωμένη μετά σώματος έμφανώς, και έν πολέμοις σπεύδουσα. Χαίροις ή κηδεμών τών έν δεινοϊς, χαίροις τροφος ή ευστοργος, χαίροις ή ιλεοϋσα τον Θεόν, ώς Τούτου Μητηρ αχραντος.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς

Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Χαίροις Άρβανίτισσα σεμνή, χαίροις τών πιστῶν άντιληπτωρ, τών ορφανών προμηθεϋ, αρτος τών πεινώντων τε, ό άδαπάνητος• τών έν δίψει άνάψυξις, πενητων ή σκέπη, θάλψις θλιβομένων τε, και περιβόλαιον χαίροις ιατήρ τών νοσούντων, χαίροις άγαθών ουρανίων• ή διαιωνίζουσα άπόλαυσις.

Νεϋσον ταϊς δεησεσιν ήμών, ακουσον φωνης στεναγμοϋ τε, ευσυμπαθητω ροπη, ωτα σου διάνοιξον, ταϊς παρακλησεσιν άναξίων προσφύγων σου, πιστώς αιτουμένων, σοϋ τήν οικειότητα τήν άκατάληπτον έχεις τοϋ Θεοϋ γάρ ώς Μητηρ, σπλάγχνα οικτιρμών άμετρητων Κόρη Άρβανίτισσα Θεόνυμφε.

Χίος έγκαυχαται ιερώς, σοϋ τη έμφανεϊ παρουσία, έν τοϊς έσχάτοις καιροϊς, χαίρει το  χωρίον τε, τών Καρυών και σκιρτα• όρατώς γάρ παρίστασαι, έν τούτω Παρθένε, θείαις έμφανίσεσιν, ώς Άρβανίτισσα ύμνους ευχαρίστως διό σοι, ψάλλουσι βοώντες άπαύστως• χαίροις τών Άγγέλων ή ευπρέπεια.

Σπεϋσον έξελοϋ με τών δεινών, και τών συμφορών λύτρωσαί με, τη κραταια σου χειρί,  θραϋσον τά βουλεύματα, τοϋ πολεμητορος• και τον νοϋν μου άνάγαγε, προς φως θειοτάτης, και άδιαδόχου τε, μακαριότητος• πάντα γάρ ποιεϊς άκωλύτως, ώς Θεοϋ τοϋ πάντων Δεσπότου Μητηρ Παναγία Άρβανίτισσα.

Χάριν τήν πολύδωρον ήμϊν, δίδου Άρβανίτισσα Κόρη, ταϊς μητρικαϊς σου λιταϊς, πασι τοϊς προστρέχουσι, τη άντιληψει σου• και πιστώς μεγαλύνουσι, τών σών θαυμασίων, πληθος το άμέτρητον, και άξιέραστον πόθω προσκυνοϋσι τε αμα, σοϋ τήν παναγίαν εικόνα ην ή Χιος εχει ως παλλάδιον.


Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.

Δίστιχα Άκροτελεύτια.

Διά παντός με φύλαττε έκ τών δεινών τοϋ βίου,
άπο βαθέων κράζει σοι ή πένης Ίσιδώρα, Δέσποινα Άρβανίτισσα τοϋ κόσμου προστασία,
της Χίου τε άντίληψις, τών Καρυών Κυρία, έν η ορασαι έμφανως έν τοϊς ύστέροις χρονοις,
πιστών εις περιποίησιν, λαοϋ εις σωτηρίαν, ινα το σον δοξάζωμεν "Ονομα Παναγία,
και τον Υιόν σου και Θεον λατρεύωμεν έν πίστει, 'Ομοουσίω σύν Πατρι και Πνεύματι Άγίω,
Τριάδα τήν 'Ομόθεον, Μονάδα Τρισαγίαν, η δόξα και προσκύνησις άνηκει εις αιώνας.
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης