Μοιραστείτε
Πήγαινε κάτω
Γιώτα
Γιώτα
ΤeamOwner
ΤeamOwner
Αριθμός μηνυμάτων : 187

Παρακλητικός Κανών εις την Παναγία Διωτισσης Κεφαλληνίας Empty Παρακλητικός Κανών εις την Παναγία Διωτισσης Κεφαλληνίας

Την / Το Παρ Μαρ 01, 2013 4:48 am
Φήμη μηνύματος : 100% (2 ψήφοι)
Κατέβασε την παράκληση
Παρακλητικός Κανών εις την Παναγία Διωτισσης Κεφαλληνίας


Μετὰ τὸ Εὐλογητός, τὸν ψαλμὸν ΡΚΒ᾿ (142). Εὐθὺς δέ, Θεὸς Κύριος, καὶ τὸ τροπάριον.

Ἦχος δ´. Ὁ ὑψωθείς.

Τὴν χαριτόβρυτον πιστοὶ τῆς Παρθένου, θείαν Εἰκόνα προσκυνοῦντες ἐν πίστει χαρμονικῶς ὑμνήσωμεν βοῶντες ἀυτῇ· χαίροις ὁ ἀένναος ποταμὸς τῶν θαυμάτων, πίστει τοὺς προστρέχοντας, ἅπαντας καταρδεύων, τὴν προστασίαν ἔχοιμεν τὴν σήν, θλίψεσι πάσαις Εἰκὼν θαυματόβρυτε.

Δόξα. Καὶ νῦν.

Οὐ σιωπήσομεν...

Ὁ Ν΄ψαλμός· καὶ εὐθὺς ὁ κανών.


ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.

Ἀπὸ χειλεῶν ῥυπαρῶν ἐφύμνιον, δέξαι νῦν μόνη Ἁγνή, ὡς πρὶν ὁ Υἱός σου, ὁ Θεὸς καὶ πλάστης μου, τῆς χήρας κατεδέξατο, τὰ λεπτὰ καὶ τὴν λύσιν, τῶν ὀφλημάτων παράσχου μοι, ἵνα κατὰ χρέος γεραίρω σε.

Ἐπιδρομαῖ τῶν ἀλαστόρων θλίβουσι, Κεφαλληνίαν κλινήν, καὶ πολλαῖς κακώσεις, εὕρωσαν τοὺς δούλους σου, ἡμᾶς Θεοχαρίτωτε, ἀλλὰ τῇ θεαυγεῖ σου, Εἰκόνι πόθῳ προστρέχοντες, λύσιν τῶν δεινῶν ἐξαιτούμεθα.

Ὁ Σὸς λαὸς ἐπὶ τὸ σὸν κατέφυγεν, ἐκτύπωμα ἱερόν, καὶ εὐλαβῶς τοῦτο, προσκυνεῖ δεόμενος· μὴ οὖν παρίδῃς Ἄχραντε, τὰς αὐτοῦ τυραννίας, αἰχμαλωσίας δημεύσεις τε, ἄς κακούργων πάσχει ὠμότητι.

Εὐλογημένη ἡ Θεὸν κυήσασα, τοῦτο δυσώπει ἀεί, ὑπὲρ τῶν σῶν δούλων, τῶν δεινὰ καὶ οἴκτιστα, πάσχοντων Παναμώμητε, ἐξ ἰδίων πταισμάτων, καὶ ὑπερφώτῳ Εἰκόνι σου, πίστει προστρεχόντων Πανάχραντε.


ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Κεφαλληνίας τὴν ζάλην καὶ τὰ φρικτὰ κύματα, τὰ ἐπαπειλοῦντα σοῖς δούλοις ἄρδην τὸν ὄλεθρον, τρέψον Πανύμνητε, εἰς βαθυτάτην γαλήνην, τῷ ἀμάχῳ σθένει σου, ὡς ταύτης πρόμαχος.

Τοὺς ἐν τη δὲ ποίμνῃ τῇ σῇ Ἁγνὴ Δέσποινα, πάσης ἐπηρείας τοῦ βίου καὶ περιστάσεως, τήρει ἀπήμονας, ἀλλὰ καὶ ταύτην συντήρει, σῇ δυνάμει ἄτρωτον, ὦ Παναμώμητε.

Οὐκ ἰσχύει Παρθένε τὸ ἀχανὲς πέλαγος, τῶν σῶν θαυμασίων καὶ ξένων γλῶσσα ἡ βρότειος, ἐκδιηγήσασθαι, ἄ καθ’ ἐκάστην δεικνύεις, τοῖς πιστῶς προστρέχουσι θείᾳ Εἰκόνι σου.

Τῶν δαιμόνων ἐφόδους καὶ τὰς πικρὰς Δέσποινα, καὶ πολυχρονίους σῶν δούλων νόσους ἀπέλασον, ἵνα δοξάζομεν, ἀνευφημοῦντές σε πόθῳ, ἥν Ἀγγέλων ἄϋλοι γλῶσσαι γεραίρουσι.

Διάσωσον...

Ἐπίβλεψον...


Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθείς.

Οἱ τῶν θαυμάτων ποταμοὶ Θεοτόκε, ἐκ τῆς πανσέπτου σου σοροῦ προσερχόμενοι, ὡς ἐξ Ἐδὲμ ποτίζουσι τὸ πρόσωπον τῆς γῆς, χάριτας προχέοντες, τοῖς πιστῶς σὲ τιμῶσιν· ὅθεν ἀνυμνοῦμέν σε καὶ πιστῶς εὐφημοῦμεν, καὶ εὐχαρίστως κράζομεν ἀεί· Χαῖρε ἡ μόνη, ἐλπὶς τῶν ὑμνούντων σε.


ᾨδὴ δ΄. Σύ μου ἰσχύς.
Στῆσον Ἁγνή, τὸν πολυτάραχον κλύδωνα, καὶ τὸν σάλον, τὸν ἐπιγειρόμενον κατὰ τῆς σῆς ποίμνης τῆς οἰκτρᾶς, καὶ ἀθλίως ταύτην καταβυθίζοντα ἅπασαν, βυθῶ τῆς ἀπωλείας, παγκρατεῖ σου δυνάμει, τῆς σῆς χάριτος μόνη πανεύφημε.

Τίς ἐξειπεῖν, ὦ Ὑπερένδοξε Δέσποινα, ἐξισχύει, τὰς τερατουργίας σου τᾶς ὑετοῦς ὑπερβαινούσας τρανώτατα, ὡς Μήτηρ γὰρ τοῦ Ὑψίστου, τὸ σθένος κεκτημένη, πάντα πράττεις ἐν μόνῳ τῷ βούλεσθαι.

Τὰ πονηρά, Κόρη πανάχραντε πνεύματα, τοὺς σοὺς δούλους, καταδυναστεύοντα καὶ ἀφειδῶς ἄγχοντα αὐτοῦς, ἀπέλασον τάχος, ἀλλὰ καὶ κινδύνων ἅπαντα, καὶ νόσους ἀνιάτους, ἐκδίωξον σῶν δούλων, ἵνα σὲ κατὰ χρέος δοξάζωμεν.

Σύ μου ἰσχὺς Κύριε, σύ μου καὶ δύναμις Δέσποινα, ἐκβοᾷ σοι, ὁ ταλαίπωρος ὑπὸ δεινῆς νόσου τληπαθῶς, καὶ τῇ σῇ εἰκόνι, προσπίπτει ἐπικαλούμενος, θεράπευσόν με Κόρη, πανταχοῦ καὶ κηρύξω, τὴν ὀξεῖάν σου ἄχραντε δύναμιν.


Ωδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Στεναγμοῖ τῆς σῆς ποίμνης, θρῆνοί τε καὶ δάκρυα νῦν ἐπληθύνθησαν αἱ γὰρ ἀνομίαι, κεφαλὴν τὴν αὐτῆς ὑπερήραντο, ἄξια γοῦν ὄντως, ὧνπερ εἰργάσατο ἀφρόνως, τὰ ἐπίχειρα ἤδη κομίζεται.

Τὴν ὀργὴν τοῦ Υἱοῦ σου, καὶ τὴν ἀγανάκτησιν Παρθένε πρόφθασον, ἐξιλεουμένη μητρικαῖς σου πρεσβείαις μητρόθεε, ἵνα μὴ εἰς τέλος, ἀθλίως ποίμνην ἐξαλείψῃ, σὴν τιμῶσαν Εἰκόνα ὑπέρτιμον.

Νοσηλείας καὶ πάθη, χαλεπὰς παρέσεις τε, ὦ Ὑπερένδοξε, καὶ ἀθρῖτιν νόσον, τὴν δονοῦσαν τὸν νοῦν καὶ διάνοιαν, τῶν ἀνθρώπων Κόρη, τῇ θεϊκῇ σου δυναστεία, κατακοίμησον τάχος δεόμεθα.

Πειρασμῶν καὶ κινδύνων καὶ δεινῶν κακώσεων Κόρη τοὺς δούλους σου, τοὺς πιστῶς τιμῶντας, καὶ τὴν σὴν προσκυνοῦντας πανσέβαστον, πάναγνε Εἰκόνα, δεῖξον Παρθένε ἀνωτέρους, καὶ περίσωζε μόνη Πανάχραντε.


ᾨδὴ στ. Τὴν δέησιν ἐκχεῶ.
Τῷ θείῳ σου, νῦν ναῶ προστρέχομεν, οἱ παντοίαις συνεχόμενοις νόσοις, πίστει θερμή, τῇ Εἰκόνα σου Κόρη, τὴν θαυματόβρυτον κατασπαζόμενοι, καὶ πάντων δὴ τῶν δυσχερῶν, θᾶττον λύσιν Ἁγνὴ κομιζόμεθα.

Ἐνώτισαι, νῦν ἡμῶν Πανύμνητε, τὰς δεήσεις τῶν εἰς σὲ προστρεχόντων, ὅτι δειναί, τῶν κακῶν τρικυμίαι, περιεκύκλωσαν ἡμᾶς ὦ Μητρόθεε, καὶ ὄλεθρον τὸν παντελῆ, ἀπειλοῦσι· διὸ τούτων λύτρωσαι.

Εἰκόνα σου, τὴν σεπτὴν ὑπέραγνε, προσκυνοῦντας εὐλαβῶς τοὺς σοὺς δούλους, ῥῦσαι δεινῶν καὶ παντοίων κινδύνων, καὶ ἐξ ἐχθρῶν ἀοράτων πανύμνητε, καὶ ὁρωμένων τῶν δεινῶς, τυραννούντων ἡμᾶς παναμώμητε.

Συνάχθητε, Κεφαλληνίας θρέμματα, καὶ προσπέσατε ἐξ ὅλης καρδίας, τῇ φωταυγεῖ, τῆς πανάγνου Εἰκόνι, περιπαθῶς ἐξαιτοῦντες τὰ πρόσφορα, καὶ τεύξεσθε ὡς ἀληθῶς, παρ’ αὐτῆς τὰ αἰτήματα χαίροντες.

Διάσωσον...

Ἐπίβλεψον...


Κοντάκιον. Ἦχος δ΄. Ὁ ὑψωθείς.

Περιβολὴν πᾶσι πιστοῖς ἀφθαρσίας, θεοχαρίτωτε Ἁγνὴ ἐδωρίσω, τὴν ἱερὰν Ἐσθῆτά σου μεθ’ ἧς τὸ ἱερόν, σῶμά σου ἐσκέπασας, σκέπη πάντων ἀνθρώπων· ἧν περ τὴν κατάθεσιν ἑορτάζομεν πόθῳ, καὶ ἐκβοῶμεν φόβῳ σοι σεμνή· χαῖρε Παρθένε χριστιανῶν τὸ καύχημα.


Προκείμενον: Μνησθήσομαι τοῦ ὀνόματός σου...
Στίχος: Ἄκουσον, θυγάτερ...

ΕΥΑΓΓΕΛΙΟΝ ἐκ τοῦ κατὰ Λουκᾶν (Ι᾿ 38 καὶ ια᾿ 27)

Δόξα: Ταῖς τῆς Θεοτόκου...

Καὶ νῦν: Ταῖς τῆς Παναχράντου...


Στ.: Ἐλεῆμον, ἐλέησόν με... Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι

Μὴ παρίδης δέησιν, τῶν ἀναξίων σῶν δούλων, παναγία Δέσποινα, ἀλλὰ δέξαι τάχυ καὶ βοήθησον, θλίψεις γὰρ πάσχομεν, φέρειν οὐ σθένομεν τῶν δαιμόνων τὰ τοξεύματα, σκέπην οὐκ ἔχομεν, οὐδὲ ποῦ φυγεῖν οἱ πανάθλιοι, πάντοθεν πολεμούμενοι, καὶ παραμυθία οὐκ ἔστι πλήν σου, Δέσποινα τοῦ Κόσμου, ἐλπὶς καὶ προστασία τῶν πιστῶν, μὴ παραβλέψης τὴν δέησιν, τῶν παρακαλούντων σε.


ᾨδὴ ζ΄. Παῖδες ἑβραίων.
Θλίψεις ὀδύναι καὶ κακώσεις, ἤδη εὕροσαν καὶ τὴν Κεφαλληνίαν, καὶ πιστῶν σου Ἁγνή, τὸ πλήρωμα βοᾶ σοι· ῥῦσαι ἡμᾶς πανύμνητε, τῆς δεινῆς πανωλεθρίας.

Θραῦσον παρθένε τῶν ἀνόμων, τὰ φρυάγματα καὶ τὰς ὁρμὰς Κυρία, τὰς ἀτάκτους αὐτῶν, ἡμᾶς δὲ τοὺς σοὺς δούλους, εἰρήνευσον ἀείποτε, εἰς αἰῶνάς σε ὑμνοῦντας.

Σκέπη παρθένε τοῖς σοῖς δούλοις, καὶ ἀντίληψις γενοῦ καὶ σωτηρία, τοῖς ἐν πίστει τῇ σῇ, προστρέχουσι Εἰκόνι, καὶ πειρασμῶν καὶ θλίψεων, ἐξελοῦ ἡμᾶς Κυρία.

Πάθη ποικίλα πυρετούς τε, καχεξίας τε καὶ νόσους ἀνιάτους, τῇ ἀμάχῳ σου νῦν, καὶ θεία προστασίᾳ, σῶν δούλων ἐξοστράκισον, ὑπερένδοξε Κυρία.


ᾨδὴ η´. Τὸν ἐν ὄρει.

Τὴν εἰκόνα τὴν σὴν καταπλουτοῦντες, Θεομῆτορ πηγὴν θαυμάτων ξένων, τῷ σω ναῷ προστρέχοντες λαμβάνομεν, σώματος τὴν ῥῶσιν, καὶ ψυχῆς ὁμοῦ τε, ἁγνὴ παρθενομῆτορ.

Ὡς τυφλοῖς τε τὸ φῶς σὺ ἐδωρήσω, καὶ πεσόντας ἐξ ὕψους ἐλυτρώσω, καὶ νῦν ἡμῶν καταύγασον τὰ ὄμματα τῶν ἐσκοτισμένων, καὶ τῆς ἁμαρτίας ἀνάστησον τοῦ χάους.

Οἱ ἐν νόσοις Παρθένε ἀνιάτοις, ἰατῆρά σε ἔχομεν ἐν πάσαις, σκέπη τῇ σῇ, διὸ νῦν καταφεύγομεν ἴασιν ἀφθόνως, πάναγνε παράσχου ἡμῖν τοῖς σοῖς οἰκέταις.

Τοὺς παντοίοις δεινοῖς ἐνοχλουμένους, καὶ εἰκόνι τῇ σῇ προσερχομένους, Παρθενομῆτορ λύτρωσον τοὺς δούλους σου, τρέπουσα ἐν τάχει, εἰς χαρὰν βαθεῖαν τὴν τούτων ἀθυμίαν.


ᾨδὴ θ´. Ἐξέστη ἐπὶ τούτῳ.
Τὸ πένθος τῆς Κεφαλληνίας τὸ κατηφές, εἰς χαρὰν μεταποίησον Ἄχραντε, καὶ χαρμονήν, ὅτι σὲ προστάτιν ἐν πειρασμοῖς, λιμένα τε πανεύδιον, κέκτηται ἐν σάλω τῶν συμφορῶν, ἐλπίδας σωτηρίας, πρὸς σὲ Κυρία πάσας, ἀνατιθεῖσα ὑπερένδοξε.

Συντήρει τοὺς θεράποντας Ἀγαθή, πειρασμῶν καὶ κινδύνων καὶ θλίψων, καὶ συμφορῶν, χαλεπῶν ὁρμῶν τε καὶ ἐναγῶν, καὶ μιαιοφόνων Ἄχραντε, τῶν κατατρυχόντων ἡμᾶς ἀεί, τοὺς θείαν σου τιμῶντας, εἰκόνα μετὰ πόθου, καὶ προσκυνοῦντας Κόρη πάναγνε.

Ποικίλας νοσηλείας καὶ χαλεπάς, πυρετοὺς ποδαλγίας παρέσεις τε, καὶ δυσμενοῦς, ἐπηρείας πάσας καὶ προσβολάς, σῶν οἱκετῶν πανύμνητε, ἐκποδὼν νῦν ποίησον Ἀγαθή, τῶν πόθω προσιόντων, Εἰκόνι τῇ σεπτῇ σου, καὶ σὲ πιστῶς τιμώντων Πάναγνε.

Μονὴν τὴν θαυμασίαν σου καὶ κλεινήν, ἥν εἰς θείαν κατοίκησιν Ἄχραντε, τὴν σὴν ἀεί, Κόρη ἠρετίσω καὶ τοὺς αὐτῇ, ἀσκητικῶς μονάζοντας πάντιμον Εἰκόνα σου καὶ σεπτήν, ὡς ὄλβον κεκτημένους, καὶ πύργον ἀσφαλείας, κινδύνων σῷζε παναμώμητε.


Ἄξιόν ἐστι... καὶ τὰ Μεγαλυνάρια

Δεῦτε τὴν Εἰκόνα τὴν ἱεράν, τὴν τῆς Διωτίσσης, ἀσπασώμεθα εὐλαβῶς, βρύουσσαν παντοίων, νόσων καὶ πάσης βλάβης, ῥῶσιν δαψιλεστάτην, καὶ χάριν ἄφθονον.

Σφαίραις οὐρανίους φωταγωγεῖς, ἀχράντῳ οἰκέσι, τὴν ὑδρόγειον δὲ βολαῖς, ἀῤῥήτων θαυμάτων, αὐγάζεις ὅθεν πίστει, πάντες σὲ προσκυνοῦμεν, Μῆτερ Διώτισσα.

Τυφλοῖς τὴν ἀνάβλεψιν καὶ κωφοῖς, τὴν εὐηκοΐαν, καὶ ἀλάλοις λύσιν γλωσσῶν, νέμεις Θεοτόκε, πιστῶς σου δεομένοις· βαβαὶ σῶν θαυμασίων, Κόρη μητράναδρε.

Εἰ τὸ θεῖον κράσπεδον τοῦ Χριστοῦ, ἀσθενεῖς ἰᾶται, τούτου χάριτι ἡ ἐσθής, τῆς Μητροπαρθένου, καὶ θεονύμφου Κόρης, τοῖς χρήζουσιν ἀφθόνως, νέμε τὴν ἴασιν.

Ἴλεως γενοῦ μοι τῷ ταπεινῷ, ὅτι πλήν σου ἄλλης οὐ γινώσκω καταφυγήν, ὁ ἐν ἁμαρτίαις παντοίαις πεπλησμένος, ἐλέησόν με μόνη, χριστιανῶν ἡ ἐλπίς.

Πάσαι τῶν Ἀγγέλων...

Τρισάγιον κλπ.

Εἰς τὴν ἀπόλυσιν. Στιχηρὰ προσόμοια.

Ἦχος β´. Ὅτε ἐκ τὸν ξύλου σε.

Πάντων τῶν τιμώντων σου Ἁγνή, τὴν σεπτὴν Εἰκόνα καὶ πίστει, ἀσπαζομένων αὐτήν, Ἄχραντε προΐστασαι ὡς προστασία πιστῶν, λυτρουμένη τῶν θλίψεων, αὐτοὺς καὶ κινδύνων, ὅθεν σοι προσπίπτομεν ταύτην, τιμῶντες σεπτῶς, Μῆτερ καὶ βοῶμεν ἐν πίστει, ῥῦσαι καὶ ἡμᾶς τοὺς σοὺς δούλους, πάντων τῶν δεινῶν τε καὶ κακώσεων.

Δέσποινα πρόσδεξαι...

Τὴν πᾶσαν ἐλπίδα μου...

Δι᾿ εὐχῶν.



Αμην.
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης