Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1758
https://www.proseyxi.com

Παρακλητικός κανών εις την Παναγία Φανερωμένη Ροδόπης Empty Παρακλητικός κανών εις την Παναγία Φανερωμένη Ροδόπης

Κυρ Οκτ 21, 2012 5:01 am
Παρακλητικός κανών εις την Παναγία Φανερωμένη Ροδόπης

Παρακλητικός κανών εις την Παναγία Φανερωμένη Ροδόπης Iao_ea10

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τά Τροπάρια.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
.
Ὡς θησαυρόν τῆς πρός ἡμᾶς εὐνοίας, τήν σήν ἀγίαν Θεοτόκε Εἰκόνα, Κομοτηνῆς ἡ πόλις εθησαύρισεν. ὅθεν μετά πίστεως, πρός αὑτήν καταφεύγει, ἅπασι παρέχουσαν, δωρεᾶς οὐρανίους. ἤν προσκυνοῦσα πόθῳ σοι βοᾶ. χαῖρε Παρθένε ἡμῶν ἡ βοήθεια.

Δόξα. Καί νῦν.
Οὐ σιωπήσομέν πότε Θεοτόκε, τάς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι· εἰμή γάρ Σύ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὑκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ· Σούς γάρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα ὁ Κανών

Ὠδή  ἀ  Ἦχος πλ. δ᾿.  Ὑγράν διοδεύσας.

Κινδύνων παντοίων ἀπαλλαγήν, ταύτῃ σου τῆ πόλει, τῆ τιμώσῃ σε εὐλαβῶς, δίδου Παναγία Θεοτόκε, καί οἰκτιρμῶν θεϊκῶν τά δωρήματα.

Οὐράνιον δῶρον ὡς ἀληθῶς, δέδωκας τῆ πόλει Θεοτόκε Κομοτηνῆς, τήν σήν χαριτόβρυτον Εἰκόνα, χάριν καί ἔλεος πᾶσι πηγάζουσαν.

Μητρῴαν ἀγάπην ὡς συμπαθῇς, ἐπιδεικνυμένη, τοῖς προστρέχουσιν ἐκ ψυχῆς, τῆ θαυματοβρύτω σου Εἰκόνι, δεινῶν Παρθένε τήν λύσιν κομίζονται.  


Ὠδή  γ'. Οὐρανίας ἁψῖδος.
Τήν πλουσίαν σου χάριν, καί τά πολλά θαύματα, ἡ Μακεδονίᾳ καί Θρᾴκη, Ἀγνῇ κηρύττουσι, καί πάντες σπεύδουσι, τῆ σῇ Παρθένε Εἰκόνι, καθαγιαζόμενοι, ψυχάς καί σώματα.

Η ἀγία Εἰκών σου, ὡς θαυμαστόν δώρημα, τῶν Κομοτηναίων τῆ πόλει τῆ προμηθεία σου, Παρθένε δέδοται. ἤν δυσπραγίας ἀπᾴσῃς, ἀσινῆ διάσῳζε, τῆ ἀντιλήψει σου.

Νοσημάτων τήν λύσιν, καί τῶν παθών ἴασιν, καί δυσχερειῶν τῶν ἐν βίῳ, τήν ἀπολύτρωσιν, δίδου ἑκάστοτε, Φανερωμένη Παρθένε, τοῖς ἀνενδοιάστῳ σοι, γνώμῃ προστρέχουσι.

Η πληθύς εὐσεβούντων, πίστει θερμή ἤθροισται, ἐκ τῶν κύκλῳ πόλεων Κόρη, καί ἡ περίοικος, ἡ τῆς Ῥοδόπης σκιρτᾷ, ὡς τῶν πολλῶν δωρεῶν σου, πάντες ἀπολαύοντες, ἐκ τῆς Εἰκόνος σου.


Διάσωσον Φανερωμένη Παρθένε τούς σούς ἱκέτας, πάσης βλάβης καί ἐπηρείας καί θλίψεως. ὅτι σή καταφεύγομεν προστασίᾳ.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.


Αἴτησις καί τό Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Πηγῇ ἀγαθῶν, Μορφῇ σου ὑπέρτιμος, καί στέφος λαμπρόν, τῆ πόλει πεφανέρωται, Φανερωμένη Δέσποινα, Κομοτηνῆς τῆ σή ἀγαθότητι. ἤν προσκυνοῦντες Παρθένε πιστῶς, χαράς οὐρανίου ἐμπιπλάμεθα.


Ὠδή δ' Εἰσακήκοα Κύριε.
Ἐπαγάλλεται Δέσποινα, τῆς Κομοτηνῆς ἡ πόλις τῷ πνεύματι, καθορῶσα τήν Εἰκόνα σου, βλύζουσαν τοῖς πᾶσι τά ἰάματα.

Νόσων σβέσον τόν καύσωνα, καί ὑγείαν δίδου ψυχῆς καί σώματος, τοῖς προστρέχουσι τῆ σκέπῃ σου, ὦ Φανερωμένη Ἀειπάρθενε.

Σύμπας Κόρη συνέδραμεν, ὁ λαός Ῥοδόπης, τῆ πανηγύρει σου, καί τήν πάνσεπτον Εἰκόνα σου, πίστει ἀδιστάκτῳ κατασπάζεται.

Ὅλοις νέμεις τήν χάριν σου, οἵα συμπαθείας πηγῇ πολύρρυτος, καί πιστοῖς καί ἀλλοθρήσκοις τε, Κεχαριτωμένη Παντευλόγητε.


Ὠδή  ἕ'.  Φώτισον ἡμᾶς.
Ἴδε συμπαθῶς, τόν λαόν τόν παριστάμενον, τῆ ἀγία Εἰκόνι εὐλαβῶς, καί παράσχου τούτους Κόρη τά αἰτήματα.

Χαίρει εὐσεβῶς, καθορῶσα σου τά θαύματα, τά πολλά Κομοτηνή ὡς ἀληθῶς, καί καυχᾶται Θεοτόκε τῆ Εἰκόνι σου.

Ἅπαντες πιστῶς, Θεοτόκε λιτανεύομεν, τό σόν πρόσωπον τό θεῖον καί σεπτόν, καθορῶντες τοῦτο Κόρη τῆ Εἰκόνι σου.

Ἴασαι ἡμῶν, τῶν ψυχῶν τά ἀρρωστήματα, καί σωμάτων ἀσθενείας χαλεπᾶς, καμπτομένῃ ταῖς φωναῖς ἡμῶν Πανύμνητε.


Ὠδή  στ'.  Τήν δέησιν ἐκχεῶ.
Ῥοδόπης, νῦν οἱ φιλόχριστοι δῆμοι, σύν αὑτοῖς δε καί ἀλλόφυλοι πλεῖστοι, Φανερωμένη Ἀγνῇ Θεοτόκε, τῆ σῇ ἀγία Εἰκόνι προστρέχουσι καί ἀδιστάκτως ἐξ αὑτῆς, πᾶσαν δόσιν καρποῦνται ὠφέλιμον.

Ἐπήρθη, τῆς σής Εἰκόνος ἡ δόξα, καί ἡ χάρις πανταχοῦ διεδόθη, Φανερωμένη Ἀγνῇ Θεοτόκε. ἐντεῦθεν Θρᾷκες πιστῶς ταύτῃ σπεύδουσι, καί Μακεδόνες οἱ πιστοῖ, ἐξ αὑτῆς τάς αἰτήσεις λαμβάνουσι.

Ἰσχύν σε, καταφύγιον Θεῖον, καί λιμένα σωτηρίας Παρθένε, Κομοτηναίων ἡ πόλις πλουτοῦσα, ἀνευφημεῖ τά πολλά μεγαλεῖα σου, καί ὡς ἁγίασμα σεπτόν, τήν ἀγίαν κατέχει Εἰκόνα σου.

Κυκλοῦντες, τήν παναγίαν Μορφήν σου, δι' αὑτῆς τεκμαιρόμεθα εἷναι ἐγγύς ἡμῶν, συμπαθῶς Θεοτόκε. αλ’ ὦ πηγῇ οἰκτιρμῶν καί χρηστότητος, μή ἀποστήσῃς ἀφ’ ἡμῶν, τήν θερμήν ἀρωγήν σου δεόμεθα.


Διάσωσον Φανερωμένη Παρθένε τούς σούς ἱκέτας, πάσης βλάβης καί ἐπηρείας καί θλίψεως. ὅτι σή καταφεύγομεν προστασίᾳ.

Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.


Αἴτησις καί τό Κοντάκιον.
Ἦχος β´. Ταῖς τῶν αἱμάτων σου.

Τοῖς τῶν θαυμάτων σου θείοις πυρσεύμασι, Φανερωμένη Παρθένε ἑκάστοτε, λαμπρύνεις πιστῶν τά συστήματα, καί διαλύεις παθών τήν σκοτόμαιναν. διό τήν χάριν κηρύττομεν.


Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματος Σου ἐν πάσῃ γενεᾷ καί γενεᾷ.
Στ. Ἄκουσον, Θύγατερ, καί ἴδε, καί κλῖνον τό οὖς σου, καί ἐπιλαθοῦ τοῦ λαοῦ σου, καί τοῦ οἴκου τοῦ πατρός σου, καί ἐπιθυμήσει ὁ βασιλεύς τοῦ κάλλους σου.

Εὐαγγέλιον ἐκ τοῦ κατά Λουκᾶν (Κεφ. α´ 39-49, 56).

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ ἐπορεύθη εἰς τήν Ὀρεινήν μετά σπουδῆς, εἰς πόλιν Ἰούδα˙ καί εἰσῆλθεν εἰς τόν οἶκον Ζαχαρίου καί ἠσπάσατο τήν Ἐλισάβετ. Καί ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τόν ἀσπασμόν τῆς Μαρίας, ἐσκίρτησε τό βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς˙ καί ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καί ἀνεφώνησε φωνῇ μεγάλῃ καί εἶπεν˙ εὐλογημένη σύ ἐν γυναιξί καί εὐλογημένος ὁ καρπός τῆς κοιλίας σου. Καί πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδού γάρ, ὡς ἐγένετο ἡ φωνή τοῦ ἀσπασμοῦ σου εἰς τά ὦτα μου ἐσκίρτησε τό βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καί μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρά Κυρίου. Καί εἶπε Μαριάμ˙ μεγαλύνει ἡ ψυχή μου τόν Κύριον καί ἠγαλλίασε τό πνεῦμα μου ἐπί τῷ Θεῷ τῷ Σωτῆρι μου, ὅτι ἐπέβλεψεν ἐπί τήν ταπείνωσιν τῆς δούλης αὐτοῦ. Ἰδού γάρ ἀπό τοῦ νῦν μακαριοῦσι με πᾶσαι αἱ γενεαί˙ ὅτι ἐποίησε μοι μεγαλεῖα ὁ Δυνατός καί ἅγιον τό ὄνομα Αὐτοῦ. Ἔμεινε δέ Μαριάμ σύν αὐτῇ ὡσεί μῆνας τρεῖς καί ὑπέστρεψεν εἰς τόν οἶκον αὐτῆς.


Δόξα.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καί νῦν.
Ταῖς τῆς Παναχράντου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.


Στιχ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Πλοῦτος πεφανέρωται, τῆς πρός ἡμᾶς σου εὐνοίας, καί λαμπρόν ἐχέγγυον, τῆς κηδεμονίας σου πρός τήν πόλιν σου, ἡ σεπτῇ Ἄχραντε, καί θεία Εἰκών σου, ἤν πιστῶς περιπτυσσόμενοι, ἁγιαζόμεθα, καί ψυχάς καί σώματα πάντοτε, καί ἐξ αὑτῆς λαμβάνομεν, ἅπαν ἀγαθόν Ἀγνῇ δώρημα ανυμνολογούντες, θαυμάτων σου Παρθένε τήν πληθύν, Φανερωμένη Πανύμνητε, ἆ τελεῖς ἑκάστοτε.


ᾨδή  ζ'. Οἱ ἐκ τῆς Ἰουδαίας.
Οἱ πιστῶς προσιόντες, τῆ σεπτῇ Εἰκόνι Παρθένε Ἄχραντε, λαμβάνουσιν ἐκ ταύτης, ταχέως τάς αἰτήσεις. πρυτανεῖον γάρ πρόκειται, τοῖς εὐσεβέσι κοινόν, Κομοτηνῆς τῆ πόλει.

Ῥῶσιν νέμει σωμάτων, καί ψυχῶν θεραπείαν Παρθένε ‘Ἄχραντε, καί ἄφεσιν πταισμάτων, καί συμφορῶν τήν λύσιν, χάρις ἡ πλουσιόδωρος, ἡ προσιοῦσα ἀεί, ἐκ τῆς σεπτῆς Μορφῆς σου.

Ἡλιόμορφε Κόρη, πῶς βαστάζεις ὡς βρέφος τῶν πάντων Κύριον; καί τοῦτο καθορῶντες, τῆ θεία σου Εἰκόνι, ἐξιστάμεθα Δέσποινα, καί μεγαλείων τῶν σῶν, γεραίρομεν τήν δόξαν.

Γεωργοῖς καί ἀγρόταις, καί λοιποῖς βιοτέχναις δίδου τήν χάριν σου καί ξένους καί δημότας, καί πᾶσαν ἡλικίαν, ἀρχομένους καί ἄρχοντας, Φανερωμένη Ἀγνῇ, εὐλόγει ἀοράτως.


ᾨδή  ἡ'.  Τόν Βασιλέα.
Ἔχει Παρθένε, Κομοτηναίων ἡ πόλις, τήν Εἰκόνα σου ὡς πλοῦτον ἀφθαρσίας. ὅθεν καί τοῖς πᾶσι, κηρύττει σου τήν χάριν.

Ῥοδόπη χαίρει, τοῖς θαυμασίοις σου Κόρη, καί προστρέχει σου Εἰκόνι τῆ ἀγία, τῆ πεφυλαγμένη Κομοτηνῆς τῆ πόλει.

Ἀπό κινδύνων, καί πειρασμῶν πολυτρόπων, παρατρωτῶν διάσῳζε Παρθένε, τόν σοι πεποιθότα, Χριστώνυμον λαόν σου.

Σκέπε Παρθένε, έσο καί θεία προστάτις, τῆ τιμώσῃ σε Κομοτηναίων πόλει, ταύτην λυτρουμένῃ, πολυειδῶν σκανδάλων.


ᾨδή  θ'.  Κυρίως Θεοτόκον.
Ἰδοῦ τῆ σή Εἰκόνι, Κεχαριτωμένη, μετ’ εὐλαβείας καί δέους ἱστάμεθα, ἀπεκδεχόμενοι Κόρη τήν θείαν χάριν σου.

Μονήν σου τήν ἀγίαν, ταύτην Θεοτόκε, τήν κεκτημένην τήν θείαν Εἰκόνα σου, τῆ μητρικῇ ἀρωγῇ σου ἀεί περίεπε.

Ὁδήγει πρός τά κρείττω, τήν παροῦσαν ποίμνην, καί τόν καλόν ποιμενάρχην περίσκεπε, τόν ὑπέρ ταύτης Παρθένε ἀπαύστως κάμνοντα.

Ὑψίστου θεῖε θρόνε, μόνη Θεοτόκε, ὡς εὐτελές δῶρον δέξαι τόν ὕμνον μου, καί τήν καρδίαν μου πλήρωσον τῆς σής χάριτος.


Ἄξιον ἐστίν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί  παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί  ἐνδοξοτέραν  ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν  ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καί τά παρόντα μεγαλυνάρια,
Χαίροις τῶν Ἀγγέλων ἡ χαρμονή. χαίροις τῶν ἀνθρώπων, ἡ βοήθεια ἡ θερμῇ. χαῖρε Θεοτόκε, ἡ ἐξαιρέτω τρόπῳ, Κομοτηνῆς προστάτις καί καταφύγιον.

Πάλαι προμηθείᾳ σου μητρικῇ, δέδοται Παρθένε, ἡ Εἰκών σου ἡ θαυμαστῇ, ὡς πηγῇ χαρίτων, Κομοτηνῆς τῆ πόλει, ἤν πίστει προσκυνοῦντες σε μεγαλύνομεν.

Θαύματα πηγάζει τοῖς εὐλαβῶς, Κόρη προσιοῦσιν, ἡ Εἰκών σου ἡ εὐκλεής, καί ἀεί ἀρδεύει, ἅπασαν τήν Ῥοδόπην, ταῖς νοηταῖς ἀρδείαις τῆς σής χρηστότητος.

Πᾶσα ἡλικίᾳ μετά σπουδῆς, καί γένος Παρθένε, τῆ Εἰκόνι σου τῆ σεπτῇ πανταχόθεν σπεύδει, Ἀγνῇ Φανερωμένη, καί ἐξ αὑτῆς λαμβάνει χάριν σωτήριον.

Ἴδε Παντευλόγητε Μαριάμ, ὄμματι εὐσπλάγχνῳ, τούς προστρέχοντας εὐλαβῶς, τῆ σεπτῇ Μορφῇ σου, καί δίδου ἀοράτως, ἐνί ἑκάστῳ τούτων τήν σήν βοήθειαν.

Φύλαττε καί σκέπε διά παντός, ταύτην σου τήν πόλιν, τήν τιμῶσαν σε εὐλαβῶς, ἐχθρῶν ἀοράτων, καί ὁρατῶν μανίας, καί πάσης ἄλλης βλάβης, Παρθένε Ἄχραντε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.


Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματος σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομα σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῇς ἡμῖν σφόδρα, μηδέ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομα Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενής καί Ἀπόλυσις, μεθ' ἥν ψάλλομεν τά ἑξῆς

Ἦχος β'.  Ὅτε ἐκ τοῦ ξύλου.

Πάντας τούς προστρέχοντας πιστῶς, τῆ σή παναγία Εἰκόνι, Θεογεννήτορ Ἀγνῇ, καί τήν σήν ἀντίληψιν, ἐπιζητοῦντας θερμῶς, πειρασμῶν τε καί θλίψεων, καί πάσης ἀνάγκης, σκέπε καί διάσῳζε, τῆ προστασίᾳ σου. σύ γάρ βοηθός ἡμῶν πέλεις, καί τῆ σῇ ἐλπίζομεν σκέπῃ, ἐν παντί καί πάντοτε Πανάχραντε.

Δέσποινα πρόσδεξαι τάς δεήσεις τῶν δούλων Σου, καί λύτρωσαι ἡμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Τήν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπό τήν σκέπην Σου.


Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν.
Κύριε Ἰησοῦ Χριστέ ὅ Θεός ἡμῶν έλέησον ἡμᾶς.
’Ἀμήν.



Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης