Πήγαινε κάτω
Γιώτα
Γιώτα
ΤeamOwner
ΤeamOwner
Αριθμός μηνυμάτων : 187

Παρακλητικός Κανών στους Αγίους Τεσσαράκοντα Μεγαλομάρτυρες Empty Παρακλητικός Κανών στους Αγίους Τεσσαράκοντα Μεγαλομάρτυρες

Δευ Φεβ 11, 2013 11:42 am
Φήμη μηνύματος : 100% (1 ψήφοι)
Παρακλητικός Κανών στους Αγίους Τεσσαράκοντα Μεγαλομάρτυρες

Παρακλητικός Κανών στους Αγίους Τεσσαράκοντα Μεγαλομάρτυρες 03_09_10

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἴτα το παρόν Τροπάριο.

Ἦχος δ΄. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῶ.

Τῶν Τεσσαράκοντα Χριστοῦ Ἀθλοφόρων, τή προστασία καί θερμή ἀντιλήψει, προσδράμωμεν κραυγάζοντες ἐκ βάθους ψυχῆς, ρύσασθε δεόμεθα, συνοχῆς καί ὀδύνης, καί πάσης κακώσεως καί παθῶν ἀκαθάρτων,τούς τήν ἁγίαν ἄθλησιν ὑμῶν, Μάρτυρες θεῖοι, προφρόνως γεραίροντας.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἴτα ψάλλομεν τάς Ὠδᾶς τοῦ Κανόνος.

Ὠδή ἅ΄. Ἦχος πλ. δ΄. Ὑγρᾶν διοδεύσας.

Λαμπτῆρες τῆς πίστεως τοῦ Χριστοῦ, παθῶν μου τόν ζόφον, Τεσσαράκοντα Ἀθληταί λύσατε ὑμῶν ταῖς ἰκεσίαις, καί πρός τό φῶς μέ τό θεῖον ἰθύνατε.

Ἰάσεις βλυστάνοντες δαψιλεῖς, ἰάσεως θείας, Τεσσαράκοντα Ἀθληταί, ἠμᾶς τούς κάτ΄ἄμφω ἀσθενοῦντας, τή ἀντιλήψει ὑμῶν ἀξιώσατε.

Τόν νοῦν ὑποτάξας τοῖς γεηροῖς, καί μή θέλων πράττω, ἅ οὐκ ἐξεστί μοί ποιεῖν , ἄλλ΄ὤ Ἀθλοφόροι του Σωτῆρος, τῆς τῶν παθῶν μέ δουλείας λυτρώσασθε.

Θεοτόκιον.
Ἁγίασμα δόξης τῆς θεϊκῆς, ἁγίασον Κόρη, μολυνθεῖσαν μου τήν ψυχήν, καί τῆς χαλεπῆς μέ ἁμαρτίας, ὡς ἐλεήμων ἁπάλλαξον Ἄχραντε.


Ὠδή γ΄. Οὐρανίας ἁψίδος
Ἰσχυρῶς καθελόντες, τήν τοῦ ἐχθροῦ ἔνστασιν, τούτου τῆς ὁρμῆς καί μανίας, καί ἐπιθέσεως, ἀνεπηρέαστον, ἠμῶν τόν βίον τηρεῖτε, ταῖς ὑμῶν δεήσεσι, Μάρτυρες ἔνδοξοι.

Συνημμένοι τή πίστει, τή τοῦ Χριστοῦ Μάρτυρες, ἐπί τό αὐτό ἐν Κυρίω, ἠμᾶς συνάψατε, ἐν πάντας φρόνημα, βίω ἀμέμπτω προσφέρειν, ἴνα δόξης μέτοχοι, θείας γενώμεθα.

Ὑπέρ πάντων, πρεσβεύειν, καί δυσωπεῖν πάντοτε, τόν Παντελεήμονα Λόγον, μή διαλίπητε, ἅγιοι Μάρτυρες, τῶν ἐκ ψυχῆς προσκαλούντων, ὑμᾶς εἰς βοήθειαν, ἐν περιστάσεσι.

Θεοτόκιον.
Μητροπάρθενε Κόρη, ἡ τόν Χριστόν τέξασα, τόν τήν ἁμαρτίαν τοῦ κόσμου, οἴκτω ἀράμενον, ἄρον καί σκόρπισον, ἐκ τῆς ἀθλίας ψυχῆς μου, τῶν πλημμελημάτων μου, τό ἀχθοφόρημα.


Διασωσον ἐκ πάσης βλάβης καί θλίψεως καί ὀδύνης, θεία χορεία Μαρτύρων τῶν Τεσσαράκοντα, τούς προσιόντας τή θεία ὑμῶν πρεσβεία.

Ἐπιβλεψον ἐν εὐμενεία, Πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν του σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.


Αἴτησις καί τό Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή

Προστᾶται θερμοί, καί θεῖοι ἀντιλήπτορες, καί τείχη στερρά, τῆς Ἐκκλησίας πέλοντες, Μάρτυρες Τεσσαράκοντα, ταῖς ὑμῶν πρός Χριστόν παρακλήσεσιν, ἀσινή καί εἰρηναίαν ἀεί, ἠμῶν τήν ζωήν διατηρήσατε.


Ὠδή δ΄. Εἰσακήκοα Κύριε
Ὡς ὀπλίται περιδοξοι, Μάρτυρες τῆς δόξης τοῦ Παντοκράτωρος, θείοις ὄπλοις καθοπλίσατε, ἠμᾶς κάτ΄ἐχθροῦ του πολεμήτορος.

Νοσημάτων τόν καύσωνα, τόν καταναλίσκοντα τήν ζωήν ἠμῶν, δρόσω θείας παρακλήσεως, Μάρτυρες Κυρίου κατασβέσατε.

Ἀπό πάσης στενώσεως, καί ἐπιβουλῆς ἐχθροῦ του ἀλάστορος, Ἀθλοφόροι Τεσσαράκοντα, τούς ὑμᾶς τιμώντας ἀπαλλάξατε.

Θεοτόκιον.
Θεραπείας ἀξίωσον, τόν συντετριμμένον Κόρη ἱκέτην σου, καί τόν νοῦν μου ἀποκάθαρον, τόν ρερυπωμένον σαρκός πάθεσι.


Ὠδή ἐ΄. Φώτισον ἠμᾶς
Λύσιν τῶν δεινῶν, περιστάσεων καί θλίψεων, Τεσσαράκοντα γενναῖοι Ἀθληταί, καί ζωήν εἰρηνικήν ἠμίν αἰτήσασθε.

Ἡ περιφανής, προστασία ὑμῶν Μάρτυρες, ὑπέρ ἥλιον ἐκλάμπουσα ἠμίν, διαλύει τοῦ Βελίαρ τά βουλεύματα.

Τήξιν τῶν μελῶν, ἐν τῷ κρύει ὑπομείναντες, ἀγαπήσεως τό πῦρ τῆς θεϊκῆς, ταῖς ψυχαῖς ἠμῶν ἀνάψατε μακάριοι.

Θεοτόκιον.
Αἴσθησιν Ἁγνή, τή ψυχή μου δίδου πάντοτε, τῆς μελλούσης καταδίκης φοβερᾶς, ἴνα βίον ἀκηλίδωτον βιώσωμαι.


Ὠδή στ΄. Τήν δέησιν ἐκχεῶ
Ἰάσασθε, τήν ψυχήν μου νοσοῦσαν, ἐπιμόνοις τῶν παθῶν ἐργασίαις, τῆς ἐν ἐμοί ἁμαρτίας τό κράτος, ἀπονεκροῦντες ἰσχύϊ τή ἄνωθεν, ταῖς παρακλήσεσιν ὑμῶν, Τεσσαράκοντα Ἅγιοι Μάρτυρες.

Συνόμιλοι, τῶν ἁγίων Ἀγγέλων, Τεσσαράκοντα Χριστοῦ Ἀθλοφόροι, τήν κάθ΄ἠμῶν φερομένην μανίαν, τοῦ πονηροῦ κοσμοκράτορος παύσατε, καί κυβερνήσατε ἠμᾶς, πρός λιμένα τοῦ θείου θελήματος.

Ὡς συμφρονες, καί ὁμόψυχοι ὄντες, Τεσσαράκοντα Χριστοῦ Ἀθλοφόροι, ἐν εὐσεβεία καί ἄθλοις ἁγίοις, ἐν ὁμονοία ἠμᾶς συντηρήσατε, καί ἐν ἀγάπη ἀληθεῖ, καί ζωῆς θεαρέστου λαμπρότητι.

]Θεοτόκιον.
Θεονυμφε, Μαριάμ Πανάχραντε, τήν χρανθείσαν ἠδοναῖς ἀκαθάρτοις, καί δουλωθεῖσαν πικρά συνηθεῖα, τή ρυπτική σου χρησότητι κάθαρον, καρδίαν μου τήν ταπεινήν, πρός ζωήν καθαράν μέ ἰθύνουσα.


Διασωσον ἐκ πάσης βλάβης καί θλίψεως καί ὀδύνης, θεία χορεία Μαρτύρων τῶν Τεσσαράκοντα, τούς προσιόντας τή θεία ὑμῶν πρεσβεία.

Ἄχραντε ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἔπ΄ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα Μητρικήν παρρησίαν.


Αἴτησις καί τό Κοντάκιον.
Ἦχος β΄. Ταῖς τῶν αἱμάτων σου

Ὡς στρατιῶται Χριστοῦ ἀκατάπληκτοι, οἱ Τεσσαράκοντα Ἅγιοι Μάρτυρες, ἐχθρῶν ἀοράτων τό σύστημα, τῶν κάθ΄ἠμῶν κινουμένων ἑκάστοτε, ὑμῶν ταῖς πρεσβείαις συντρίψατε.


Προκείμενον
Διήλθομεν διά πυρός καί ὕδατος, καί ἐξήγαγες ἠμᾶς εἰς ἀναψυχήν.
Στίχος. Θαυμαστός ὁ Θεός ἐν τοῖς Ἁγίοις αὐτοῦ.

Εὐαγγέλιον. Ἐκ τοῦ κατά Ματθαῖον (κ΄. 1-16)

Εἶπεν ὁ Κύριος τήν παραβολήν ταύτην , Ὠμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπω οἰκοδεσπότη, ὅστις ἐξῆλθεν ἅμα πρωΐ μισθώσασθαι ἐργάτας εἰς τόν ἀμπελώνα αὐτοῦ. Συμφωνήσας δέ μετά τῶν ἐργατῶν ἐκ δηναρίου τήν ἡμέραν,ἀπέστειλεν αὐτούς εἰς τόν ἀμπελώνα αὐτοῦ. Καί ἐξελθῶν περί τήν τρίτην ὥραν, εἶδεν ἄλλους ἐστώτας ἐν τή ἀγορά ἀργούς, καί ἐκείνοις εἶπεν ,Ὑπάγετε καί ὑμεῖς εἰς τόν ἀμπελώνα, καί ὁ ἐάν ἡ δίκαιον, δώσω , ὑμίν. Οἱ δέ ἀπῆλθον. Πάλιν ἐξελθῶν περί τήν ἕκτην καί ἐννάτην ὥραν, ἐποίησεν ὠσαύτως.Περί δέ τήν ἑνδεκάτην ὥραν ἐξελθῶν, εὖρεν ἄλλους ἐστώτας ἀργούς, καί λέγει αὐτοῖς , Τί ὧδε ἐστήκατε ὅλην τήν ἡμέραν ἀργοί; Λέγουσιν αὐτῶ, Ὅτι οὐδείς ἠμᾶς ἐμισθώσατο. Λέγει αὐτοῖς , Ὑπάγετε καί ὑμεῖς εἰς τόν ἀμπελώνα, καί ὁ ἐάν ἤν δίκαιον, λήψεσθε. Ὀψίας δέ γενομένης, λέγει, ὁ Κύριος του ἀμπελῶνος τῷ ἐπιτρόπω αὐτοῦ. Κάλεσον τούς ἐργάτας, καί ἀπόδος αὐτοῖς τόν μισθόν, ἀρξάμενος ἀπό τῶν ἐσχάτων ἕως τῶν πρώτων. Καί ἐλθόντες οἱ περί τήν ἑνδεκάτην ὥραν, ἔλαβον ἀνά δηνάριον. Ἐλθόντες δέ οἱ πρῶτοι,ἐνόμισαν ὅτι πλείονα λήψονται , καί ἔλαβον καί αὐτοί ἀνά δηνάριον. Λαβόντες δέ, ἐγόγγυζον κατά τοῦ οἰκοδεσπότου, λέγοντες , Ὅτι οὗτοι οἱ ἔσχατοι μίαν ὥραν ἐποίησαν, καί ἴσους ἠμίν αὐτούς ἐποίησας, τοῖς βαστάσασι τό βάρος τῆς ἡμέρας καί τόν καύσωνα. Ὁ δέ ἀποκριθεῖς, εἶπεν ἐνί αὐτῶν. Ἑταῖρε, οὐκ ἀδικῶ σέ , οὐχί δηναρίου συνεφώνησας μοί; Ἄρον τόν σόν, καί ὕπαγε ,θέλω δέ τούτω τῷ ἐσχάτω δοῦναι ὡς καί σοί , ἡ οὐκ ἐξεστι μοί ποιῆσαι ὁ θέλω ἐν τοῖς ἐμοῖς; Ἡ ὁ ὀφθαλμός σου πονηρός ἐστιν, ὅτι ἀ πολλοί γάρ εἰσι κλητοί,γαθός εἰμι; Οὕτως ἔσονται οἱ ἔσχατοι πρῶτοι, καί οἱ πρῶτοι ἔσχατοι , ὀλίγοι δέ ἐκλεκτοί.


Δόξα.
Τάις τῶν Ἀθλοφόρων, πρεσβείαις, Ἐλεῆμον, ἁπάλλαξον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καί νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.


Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Μάρτυρες ἀήττητοι, τοῦ Βασιλέως τῆς δόξης, οἱ στερρῶς δί΄ὕδατος, καί πυρός ἀθλήσαντες, καρτερεῖν πάντοτε, καί ἀνδρείως φέρειν, ἐνισχύσατε δεόμεθα, ἠμᾶς μακάριοι, τάς ἐπιφορᾶς τάς τῶν θλίψεων, ἴνα πταισμάτων ἄφεσιν,
δί΄αὐτῶν θεόθεν ληψόμεθα, καί τάς τοῦ Βελίαρ, ἐκτρέψωμεν παντοίας προσβολᾶς, ὤ Ἀθληταί Τεσσαράκοντα, εὐσεβῶν ὑπέρμαχοι.


Ὠδή ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας
Ἐνωθέντες τή πίστει, ὁμοψύχω καρδία ὁμού ἠθλήσατε , διο τηρεῖν νομίμως, ἑνότητα τήν θείαν, τῷ συνδέσμω τῆς πίστεως, σθενώσατε καί ἠμᾶς, γενναῖοι Ἀθλοφόροι.

Ἰλύϊ μέ παγέντα, χαλεπῆς ἁμαρτίας νοός κουφότητι, ἑλκύσατε πρός ὕψος, γνώσεως μετανοίας, Τεσσαράκοντα Μάρτυρες, καί καθαρᾶς βιοτῆς, καί ἀπαθείας θείας.

Ἠθληκότες νομίμως, τῶν ἀνόμων τό θράσος κατεπαλαίσατε , διο τῆς ἀνομίας, κατά Δαβίδ τόν θεῖον, τῶν χειμάρρων μέ ρύσασθε, πρός ὕδωρ τό τῆς ζωῆς, θείως μέ ὁδηγοῦντες.

Θεοτόκιον.
Νοῦν καί σῶμα μολύνας, ὤ ἀμόλυντε Κόρη παθῶν ἀσχέτοις ὀρμαῖς, τήν σήν ἐπικαλοῦμαι, βοήθειαν ἐν τάχει, ἤν μοί δίδου Πανάχραντε, ἴνα ρυσθῶ τῆς πικρᾶς, τοῦ χείρονος ἀπάτης.


Ὠδή ἡ΄. Τόν Βασιλέα
Γνώσει ἁγία, τῆς ἐν Χριστῷ πολιτείας, συνετίσατε τόν νοῦν μου Ἀθλοφόροι, ἴνα τοῦ Κυρίου τό θέλημα ποιήσω.

Ἔργων ἁγίων, καί ἀρετῶν σωτηρίων, ἀνεπαίσχυντον ἐργάτην δείξατε μέ, Μάρτυρες Κυρίου, ὑμῶν τή ἀντιλήψει.

Ρύποις κάθ΄ὥραν, τῆς πονηρᾶς ἁμαρτίας, τήν εὐγένειαν ρυπαίνω τῆς ψυχῆς μου, ἄλλ΄ὤ Ἀθλοφόροι, ρυθμίσατε τόν νοῦν μου.

Θεοτόκιον.
Ἁγνή Παρθένε, τήν ἀναγνόν μου καρδίαν, καταλάμπρυνον φωτί τῆς μετανοίας, ἴνα τῆς αἰσχίστης, ρυσθῶ δουλοπαθείας.


Ὠδή θ΄. Κυρίως Θεοτόκον
Σωτήριοι λιμένες, τῶν θαλαττευόντων, ταῖς τρικυμίαις τοῦ βίου ἑκάστοτε, ὤ Τεσσαράκοντα Μάρτυρες κόσμω ὤφθητε.

Ἰθύνατε ὑψόθεν, πρός ζωῆς εἰσόδους, ἐξ ἀνοδίας δεινῶν παραβάσεων, τούς πρός ὑμᾶς ἀφορώντας Ἅγιοι Μάρτυρες.

Μαρτύρων τοῦ Σωτῆρος, φάλαγξ τροπαιοῦχε, ἐκπληρωτᾶς μαρτυρίων ἀναδεῖξον, τῶν θεϊκῶν τους τιμώντας ὑμῶν τήν ἄθλησιν.

Οἱ πάντων εὐσεβούντων, ἄγρυπνοι προστᾶται ὤ Τεσσαράκοντα Ἅγιοι Μάρτυρες, τῆς ἀρωγῆς ἠμίν πάσι τήν χάριν δίδοσθε.

Θεοτόκιον.
Ὑπερφωτε λυχνία, τῆς ἀΰλου δόξης, τήν σκοτισθεῖσαν ψυχήν μου καταύγασον, τή φωταυγεία Παρθένε τῆς σῆς χρηστότητος.

Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί  παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί  ἐνδοξοτέραν  ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν  ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις Ἀθλοφόρων παρεμβολή, ἡ τετράκις δέκα, κροτουμένη περιφανῶς , χαίρετε ὀπλίται, Χριστοῦ τοῦ Βασιλέως, ἐχθρῶν τάς παρατάξεις οἱ θριαμβεύσαντες.

Πίστει συνημμένοι τή ἀληθεῖ, ἐν φρόνημα πάντες, ἐπιδείξασθε εὐσεβῶς, καί ἅγιος δῆμος, ὀφθέντες Ἀθλοφόροι, ὑπέρ Χριστοῦ νομίμως ἠνδραγαθήσατε.

Πῦρ τῆς ἀγαπήσεως τοῦ Χριστοῦ, φέροντες πλουσίως, τήν ἀνύποιστον τοῦ κρυμοῦ, ἠνέγκατε βίαν, ἐν χειμερίω ὥρα, καί πρός ζωῆς ἀλήκτου θάλψιν μετέβητε.

Τεσσαρακοντάδος τῆς εὐκλεοῦς, Μαρτύρων τῶν θείων, τίς ὑμνήσει ὡς ἀληθῶς, τούς λαμπρούς ἀγώνας; Κρυμού γάρ τήν μανίαν, καί τοῦ πυρός τήν φύσιν ὄντως ἐνίκησαν.

Δί΄ὕδατος Μάρτυρες καί πυρός, στερρῶς διελθόντες, ὡς ὁ θεῖος φησί Δαβίδ, πρός τήν αἰωνίαν, ἀναψυχήν καί δόξαν, εἰσήλθετε ἐνδόξως ὤ Τεσσαράκοντα.

Ὥσπερ τεσσαράκοντα φαεινοί, λάμπετε ἀστέρες, τῶν θαυμάτων ταῖς ἀστραπαῖς, καί τάς διανοίας ἠμῶν χαρᾶς πληροῦτε, φωτί τῷ γλυκυτάτω τῆς ὑμῶν χάριτος.

Πᾶσαι τῶν Ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἠμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καί τό Ἀπολυτίκιον Ἦχος ἅ΄. Τῆς ἐρήμου πολίτης
Τούς γενναίους ὀπλίτας τοῦ τῶν ὅλως Δεσπόζοντος, τούς συγκροτηθέντας ἐν πίστει, ὁμοφρόνως τιμήσωμεν , Χριστῷ γάρ στρατευθέντες εὐσεβῶς, δί΄ὕδατος διῆλθον καί πυρός, καί πρός θείαν εἰσελθόντες ἀναψυχήν, προΐστανται τῶν
βοώντων , δόξα τῷ θαυμαστώσαντι ὑμᾶς, Τεσσαράκοντα Μάρτυρες.

Ἤ ἕτερον Ἦχος γ΄. Θείας πίστεως
Θείω Πνεύματι, συγκροτηθέντες, δῆμος ὤφθητε, τροπαιοφόρος, Ἀθλοφόροι Χριστοῦ Τεσσαράκοντα , διά πυρός γάρ καί ὕδατος ἔνδοξοι, δοκιμασθέντες λαμπρῶς ἐδοξάσθητε.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς

Ἦχος β΄. Ὄτε ἐκ τοῦ ξύλου Σέ νεκρόν

Δῆμε Ἀθλοφόρων εὐκλεῶν, τεσσαρακοντάδος ἁγίας, Ἅγιοι Μάρτυρες, πρόμαχοι καί ἔφοροι Χριστιανῶν εὐσεβῶν, πάσης βλάβης καί θλίψεως, καί πάσης ἀνάγκης, ἀνωτέρους ἄφεπάντοτε, διατηρεῖτε ἠμᾶς, σιν ἠμίν τῶν πταισμάτων,
παρά τοῦ Χριστοῦ ἑξαιτοῦντες Ἀθληταί Κυρίου Τεσσαράκοντα.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.


Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης