Πήγαινε κάτω
Γιώτα
Γιώτα
ΤeamOwner
ΤeamOwner
Αριθμός μηνυμάτων : 187

Παράκλητικός κανών εις τον Άγιον Ιερομάρτυρα Μόδεστον Empty Παράκλητικός κανών εις τον Άγιον Ιερομάρτυρα Μόδεστον

Τετ Φεβ 06, 2013 10:44 am
Φήμη μηνύματος : 100% (1 ψήφοι)
Παρακλητικός Κανών εις τον Άγιον Ιερομάρτυρα Πατριάρχην Ιεροσολύμων Μόδεστον

Παράκλητικός κανών εις τον Άγιον Ιερομάρτυρα Μόδεστον 1612_m10

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὸ τροπάριον.

"Ηχος δ'. Ό υψωθείς έν τω Σταυρώ.

Τοΰ θεαδέλφου κληρωθείς την καθέδραν, των Αποστόλων μιμητής άνεφάνης, και των θαυμάτων εϊληφας την χάριν δαψιλώς· δθεν παρακλήθητι ταίς φωναΐς των σών δούλων, και σπεύσας έκλύτρωσαι, έπελθούσης ανάγκης, Ίερομάρτυς Μόδεστε σοφέ, τούς άδιστάκτίο ψυχή προσιόντας σοι.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Καὶ ἀρχόμεθα τοῦ κανόνος

Ωδή α'. "Ηχος πλ. δ'. Υγρών διοδεΰσας.

Φωστήρ αλήθειας θεοφανής, Μόδεστε τρισμάκαρ, ψωτοβόλοις σου προσευχαίς, δεινών πειρασμών την σκοτοδίνην, την έπελθοΰσαν ήμϊν διασκέδασον.

'Υψόθεν το ους σου τό ευμενές, κλίνον Θεοφόρε, και έπάκουσον συμπαθώς, τών Ικετευτικώς σε λιπαρούντων, καί αιτημάτων το πέρας πρυτάνευσον.

Λοιμώδους μανίας φθοροποιού, και θανατηφόρου, βασκανίας και προσβολής, απήμαντα Μόδεστε συντηρεί, τα εις δουλείαν ήμών Πάτερ θρέμματα.

Θεοτοκιον.
Άπείρανδρος ώφθης δίχα φθοράς, υπέρ νοΰν τεκοΰσα, τον τών δλων Δημιουργόν. Διό φθονερών με βουλευμάτων, και φθαρτικών πειρασμών Κόρη λΰτρωσαι.


Ωδή γ'. Ουρανίας άψϊδος.
Τάς φωνάς ένωτίζου, και την θέρμην δέησιν, και τους στεναγμούς της καρδίας, τών αΐτουμένων σε, Μόδεστε ενδοξε, καί τής παρούσης ανάγκης, σπεΰσον και άπάλλαξον ήμάς μακάριε.

Τών αλόγων θρεμμάτων, προνοητής άριστος, τη θεουργική χορηγία, άναδεικνύμενος, θεομακάριστε, νενοσηκότας άθλίως, τούς τροφίας ΐασαι τών προσιόντων σοι.

Όδηγος πλανωμένων, και ασθενών ιασις, ώφθης έν Σιών θεηγόρε· διό έπίστρεψον, ήμάς πρός τρίβον ζωής, έξ άτραποϋ απώλειας, ΐασιν και λύ- τρωσιν, πάσι δωρούμενος.

Θεοτοκίον.
’Ίασαί μου το τραύμα, τό τής ψυχής ’Άχραντε, και τής συνεχούσης με λύπης, άπελευθέρωσον, και τών πολλών μου κακών, την πολυτάραχον ζάλην, κό- πασον θεόνυμφε, δπως σωθήσωμαι.


Διάσωσον 'Ιερομάρτυς Μόδεστε τούς σούς δούλους, άπο πάσης όδυνηράς περιστάσεως, και βοσκημάτων εκδίωκε πάσαν λύμην.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Αϊτησις καί τό Κάθισμα.
"Ηχος β'. Πρεσβεία θερμή.

Πηγάζων αεί χρηστότητος ιάματα, παθών χαλεπών, ξηραίνεις έπίκλησιν, καί τών αλόγων "Οσιε μυσαρά θεραπεύεις συντρίμματα· διά τοΰτο βοώμέν σοι θερμώς, μη παύση διέπειν ήμάς Μόδεστε.


Ωδή δ’. Είσακηκοα Κύριε.
Σπλαγχνισθείς έπικάμφθητι, ταίς ίκετηρίαις τών προσκαλούντων σε, και τούς πόνους παραμύθησον, και την λύπην παύσον ημών Μόδεστε.

Ή θερμή σου άντίληψις, τούς έν δυσχερείαις Πάτερ προφθάνουσα, τών δεινών τούτους έξαίρεται, καί αναψυχήν βραβεύει κρείττονα.

Μολυσμών άποκάθαρον, ψυχικών θεόφρον όμοΰ και σώματος, πρεσβειών σου έν τοΐς νάμασι, τούς είλικρινώς σοι προσανέχοντας.

Θεοτοκίον.
Άνωδύνως κυήσασα τόν τών οδυνών την Εΰαν ρυσάμενον, τάς όδΰνας τάς εύρούσας με, είς χαράν μετάβαλε Πανάμωμε.


Ωδή ε'. Φώτιοον ήμάς.
Σθένος αρραγές, ίερώτατε, περίζωσον, κατά τοϋ αρχαίου πτερνιστοΰ, τούς στερρόν σε βοηθόν Μόδεστε έχοντας.

’Ίασαι πληγάς, καί οιδήματα καί μώλωπας, τών αλόγων βοσκημάτων όλικώς, τών δοθέντων είς δουλείαν ήμϊν Μόδεστε.

Έτοιμον φρουρόν, τών θρεμμάτων καί άκέστορα, εύρηκότες σε τη σκέπη σου αεί, άνατίθεμεν τά ζώα ημών Μόδεστε.

Θεοτοκίον.
Ρϋσαί με 'Αγνή, της παρούσης περιστάσεως· ήμαρτον γάρ ήμαρτον ομολογώ, μη ούν γέλως έποφθήσωμαι ό δείλαιος.


’Ωδή ς'. Ίλάσθητί μοι Σωτήρ.
Οίκτείρησον συμπαθώς, ως Χριστομίμητος “Οσιε, τούς διαπΰρφ ψυχή, αίτοϋντας την χάριν σου, καί δός τά αιτήματα, τά σωτηριώδη, θεοδέκτοις με- σιτείαις σου.

Μεγάλων σε δωρεών, ό άθλοθέτης ήξίωσε’ μεγάλων ούν συμφορών, ήμάς άπολΰτρωσαι, μεγίστη πρεσβεία σου, ώς μέγας προστάτης, ευσεβών μέγιστε Μόδεστε.

Άπήμονα έσαεί, άλεξικακίας πρεσβείαις σου, έξ ολέθριου φθοράς, ήμΐν τά βοσκήματα, ίππους ήμιόνους τε, πρόβατα και βόας, διατηρεί Πάτερ Μόδεστε.

Θεοτοκίον.
Ρερυπωμένην ζωήν, άφρόνως πολιτευσάμενος, είς άπορίαν δεινήν, και θλίψεων μέγεθος, ό τάλας κατήντησα, αλλά συ Παρθένε, μή είς τέλος καταλείψης με.

Διάσωσον Ίερομάρτυς Μόδεστε τους σούς δούλους, από πάσης όδυνηράς περιστάσεως, και βοσκημάτων εκδίωκε πάσαν λύμην.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Αϊτησις καί τό Κοντάκιον.
"Ηχος β'. Προστασία τών Χριστιανών.

Προμηθέα σε τής λογικής ποίμνης έτοιμον, και ίατήρα τών αλόγων θερμότατον, ό τών όλων κηδεμών άνέδειξε Χριστός. Διό πρόφθασον ώς ευμενής, είς την άντίληψιν ημών, τών πιστώς έκβοώντων σοι. Σκέπε τούς σε τιμώντας, και σώζε ήμών τά κτήνη, επιστασία σου σεπτή, Πάτερ Μόδεστε πανεύφημε.


Καί εύθΰς τό Προκείμενον.
Θαυμαστός ό Θεός έν τοΐς 'Αγίοις αύτοϋ· ό Θεός Ισραήλ, αυτός δώσει δύναμιν και κραταίωσιν τφ λαώ αύτοϋ. Εύλογητός ό Θεός.
Στίχος. Τι άνταποδώσωμεν τω Κυρίω περί πάντων ων άνταπέδωκεν ημίν.

Εύαγγέλιον. Έκ τοϋ κατά Λουκάν (Κεφ. ιβ' 8—12).

Είπεν ό Κύριος τοΐς έαυτοϋ μαθηταϊς· Πας δς αν όμολογήση έν έμοι εμπροσθεν τών άνθρώπων, και ό Υίός τοϋ ανθρώπου ομολογήσει έν αύτω εμπροσθεν τών αγγέλων τοϋ Θεοϋ· ό δέ άρνησάμενός με ένώπιον τών ανθρώπων, άπαρνηθήσεται ένώπιον τών αγγέλων τοϋ Θεοϋ. Και πάς δς έρεϊ λόγον είς τον Υίόν τοϋ ανθρώπου, άφεθήσεται αύτω· τω δέ είς το "Αγιον Πνεϋμα βλασφημήσαντι ούκ άφεθήσεται. "Οταν προσφέρωσιν ύμας έπι τάς συναγωγάς και τάς άρχάς και τάς εξουσίας, μή μεριμνάτε πώς ή τί άπολογήσησθε ή τί εϊπητε· τό γάρ "Αγιον Πνεϋμα διδάξει υμάς έν αυτή τη ώρα, ά δει είπεΐν.

Δόξα.
Ταϊς τοϋ Ιεράρχου πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.


Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

"Ολην είσδεξάμενος, τών ιαμάτων τήν χάριν, ποταμός θεόβρυτος, και θαυμάτων πέλαγος, άνεξάντλητον, αληθώς πέφηνας, Μόδεστε τρισμάκαρ· διά τοϋτο σοϋ δεόμεθα, νόσων και θλίψεων, και δυσχερειών καί κακώσεων, ήμάς άεί διάσωζε, τούς άνακειμένους τη σκέπη σου τών δέ βοσκημάτων, και πάντων τών άλογων την πληθύν, φθοροποιού πάσης έξεως, άνωτέραν φύλαττε.

Τό Σώσον ό Θεός τον λαόν σου...

Ώδή ζ'. Οί έκ τής Ίουδαίας.

Τών άλογων προστάτης, καί ψυχών νυμφοστόλος προς τον Χρίστον γεγονώς, ειρήνην σωτηρίαν, και βίου εΰκοσμίαν, τοϊς βοώσιν έξαίτησον, σέ άνυ- μνοϋμεν άεί, Μόδεστε θεηγόρε.

'Υετίζουσα κόσμω, ή σεπτή σου πρεσβεία οια νεφέλη τερπνή, ναμάτων ουρανίων, ύδάτων ψυχοτρόφων, νεκταρώδη όμβρήματα, ψύχει και άρδει ήμάς, Μόδεστε πολυτρόπως.

Σκευωρίας δολίου, συστροφίας έκτόπου και άθυμίας πικράς, κινδύνων έπωδΰνων, και νόσων δυσφορήτων, άνωτέρους διάσωζε, τούς προσφοιτώντας άεί, Μόδεστε τώ ναώ σου.

Θεοτοκίον.
Γεωργήσας άθλίως, τής πικράς άμαρτίας θανατηφόρους καρπούς, έξάγιστον αισχύνην, και όνειδος καί άγος, κατωδύνως νΰν δρέπομαι, άλλ’ ώ Παρθένε 'Αγνή, σπεϋσον βοήθησόν μοι.


Ωδή η'. Τόν Βασιλέα.

Έφορον μέγαν, καί άρωγόν έν άνάγκαις, ευρηκότες σε λυτρούμεθα κινδύνων. "Οθεν σου την χάριν, κηρύττομεν τοΐς πάσι.

Ρώμην τοΐς ζώοις, και τοΐς βοσκήμασι πάσι, την σήν Μόδεστε χορηγεί ευλογίαν, ταϋτα άπαλλάττων, εκ πάσης έπηρείας.

Άρρωστημάτων, και λοιμικών προστριμμάτων, διαφύλαττε τά ζώα και τά κτήνη, τών έπευφημούντων, Τριάδα την 'Αγίαν.

Θεοτοκίον.
Στενών προσβλέπω, προσδοκωμένην αισχύνην, ής με λύτρωσαι ύπερευλογημένη, λύουσα αισίως, ήν πέπτωκα παγίδα.


Ωδη θ'. Κυρίως Θεοτόκον.

Ίάσεων τά ρείθρα, βλύζων πλουτοδότως, ασθενειών άπαλλάττεις τούς κάμνοντας, και την υγείαν χαρίζη Μόδεστε άπασι.

Μυρίων εγκλημάτων, τό κέρδος άποφέρων, περιεσχέθην όδύναις και θλίψεσιν, άλλ’ έπιστάς άοράτως Μόδεστε ρϋσαί με.

Όδήγει ούρανόθεν, ήμάς προς τά βελτίω, Θεομακάριστε Μόδεστε ενδοξε, και έσαει έπευλόγει ημών τά θρέμματα.

Θεοτοκίον.
'Υφάπλωσον την χάριν, της σης προστασίας, και περισκέπασον Κόρη τον δοϋλόν σου, τών πειρασμών γάρ νιφάδες περικυκλοΰσί με.

Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί  παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί  ἐνδοξοτέραν  ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν  ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις Αποστόλων ό ζηλωτής, και τοΰ θεαδέλφου, ό διάδοχος έν Σιών. Χαίροις τών θαυμάτων θεόβρυτος χειμάρρους, Μόδεστε Ίεράρχα, Μαρτύρων σύναθλε.

Τής Σιών τής κάτω ποιμήν όφθείς, προς Σιών τήν άνω καθωδήγησας ασφαλώς, ταΐς σαϊς ύποθήκαις Χριστού τήν εύλογάδα, και ήθλησας νομίμως Μόδεστε ένδοξε.

Πνεύματος τήν χάριν άπειληφώς, παθών ανθρωπίνων άνεδείχθης θεραπευτής, και τών βοσκημάτων όξύτατος άκέστωρ, Μόδεστε θεοφόρε, πιστών ύπέρμαχε.

Σύμμορφος έδείχθης διά παθών, άθλήσεως Πάτερ, τοϋ παθόντος έν τή Σιών, όθεν και τής τούτου έγέρσεως τήν δόξαν, άρρήτως έποράσω άξιοθαύμαστε.

Θαύμασιν έκλάμπων πάση τή γη, νόσων και κινδύνων, διασώζεις πάσαν ψυχήν, και τάς τών θρεμμάτων φθοροποιούς μολύνσεις, ταχέως καταπαύεις τή έπισκέψει σου.

"Ανωθεν εύλόγει διαπαντός, ήμών τούς τροφίας, και αγέλην τήν τών κτηνών, καί παντοίων πόνων και πάσης καχεξίας, ήμας άπαύστως ρύου, Μόδεστε ενδοξε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καί τὸ Τροπάριον."Ηχος δ'. Ταχύ προκατόλαθε.
Όσίως τον βίον σου διαπεράσας σοφέ, ποδήρει κεκόσμησαι Ίερωσύνης φαιδρφ, Ίερόαθλε Μόδεστε. "Οθεν και έναθλήσας προθυμότατα, Πάτερ, νϋν έν αγαλλιάσει τω Χριστω συναγάλλη, πρεσβεύων υπέρ πάντων ημών τών εύφημούντων σε.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς

"Ηχος β'. "Οτε έκ τού ξύλου.

Μέγας άναλήπτωρ και φρουρός, τών είλικρινώς σε τιμώντων, υπάρχων Μόδεστε, σκέπε και διάσωζε ήμάς έκάστοτε, ολέθριων συμπτώσεων, και πάσης οδύνης και πταισμάτων άφεσιν, έξαίτει άπασι, ζώων δέ αλόγων τά πάθη, ΐασαι τη ση χειρουργίςι, ώς αύτών άκέστωρ θεοπρόβλητος.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.


Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης