Navigation


 Δημοσιεύματα


 Go back to the forum

Προσευχή Ορθόδοξο Προσευχητάρι   

Εγκώμια εις τον Τίμιο Σταυρό

Γιώργος | Published Πεμ Οκτ 10, 2019 12:15 pm | 29 Αναγνώσεις

Εγκώμια εις τον Τίμιο Σταυρό

Ποίημα Ισιδώρας Μοναχής Αγιεροθεϊτίσσης


Στάσις Α΄. Ἀκροστιχίς· Ξύλον τὸ πανάγιον προσκυνῶ.

Ἦχος πλ. α΄. Ἡ ζωὴ ἐν τάφῳ.
Ἡ ζωὴ τῶν πάντων, ἐν τῷ ξύλῳ Χριστέ, προσηλώθης καὶ ζωὴν τὴν αἰώνιον, ἐκπηγάζεις τοῖς πιστεύουσι εἰς Σέ.

Ξενοτρόπως Λόγον, καὶ Υἱὸν τοῦ Θεοῦ, τὸν ἐν γῇ μετὰ σαρκὸς ἐνδημήσαντα, ἐπεδόξασας Πανάγιε Σταυρέ.

Ὑψωθεὶς ἐν τόπῳ, τοῦ κρανίου Σταυρέ, τὴν γῆν πᾶσαν εὐλογεῖς τῇ σῇ χάριτι, καὶ τοῖς πᾶσιν ἐφαπλοῖς τὰς δωρεάς.

Λυτρωτὴν τοῦ κόσμου, καὶ Σωτῆρα Χριστόν, τὸν Ἀδὰμ ἐν Παραδείσῳ εἰσάξαντα, ἐπεβάστασας πανέντιμε Σταυρέ.

Οὐρανῶν δυνάμεις, σὲ κυκλοῦσι Σταυρέ, τὸν Δεσπότην τοῦ παντὸς εὐλαβούμεναι, καὶ πιστῶς σὲ προσκυνοῦσι γηγενεῖς.

Νεουργεῖ τὴν φύσιν, τὴν φθαρεῖσαν τὸ πρίν, τῇ πικρᾷ τοῦ ξύλου γεύσει ὁ Κύριος, διὰ σοῦ ξύλον πανένδοξον Σταυροῦ.

Τρόπαια τῆς νίκης, σῇ δυνάμει Σταυρέ, ἐπεγείρονται καὶ δαίμονες πίπτουσι, καὶ θρηνεῖ τῶν δυσμενῶν πᾶσα πληθύς.

Ὁ τὴν κτίσιν πᾶσαν, καταυγάζων φωτί, τὰς ἀκτῖνας συνεσκότασεν ἥλιος, Βασιλέα κατιδὼν ἐν τῷ Σταυρῷ.

Πλοῦτον ἀπολαύει, διὰ σοῦ ὦ Σταυρέ, ὅν ἀπώλεσε Ἀδὰμ καὶ ἐνδύεται, ἀφθαρσίας τὴν θεότευκτον στολήν.

Ἄσμασιν ἐνθέοις, σὲ ὑμνοῦμεν Σταυρέ, Ὑπερύμνητον λατρεύοντες Κύριον, τὸν ἐν σοὶ ἀναρτηθέντα δι’ ἡμᾶς.

Νηστευόντων πέλεις, ἡ ἰσχὺς ὦ Σταυρέ, ἀγρυπνούντων ἀδιάσειστον ἔρεισμα, εὐσεβούντων ἀντιλήπτωρ τε θερμός.

Ἄνακτι τὸ πάλαι, συμμαχήσας Σταυρέ, τῶν βαρβάρων κατεβλήθη τὸ φρύαγμα, καὶ ὑψώθη κέρας ἅπαν τῶν πιστῶν.

Γένος τῶν ἀνθρώπων, γόνυ κάμπτει πιστῶς, τῇ δυνάμει σου Σταυρὲ πανσεβάσμιε, προσκυνῶν καὶ μεγαλύνων σὲ ἀεί.

Ἱερέων χεῖρες, σὲ ὑψοῦσι Σταυρέ, ἀνυμνοῦντες τὸν τὰς χεῖρας ἁπλώσαντα, διεστῶτά τε συνάψαντα ἐν σοί.

Ὄλβιόν σε ξύλον, τῆς ζωῆς θησαυρόν, τὸν ἀτίμητον βαστάσαν ἐν πίστει σε, μακαρίζω τρισμακάριστε Σταυρέ.

Νέφος τῆς ἀγνοίας, ἀπελαύνεις Σταυρέ καὶ φωτίζεις οἰκουμένης τὰ πέρατα, ταῖς ἀχράντοις τῶν ἀκτίνων σου βολαῖς.

Πυλωροὶ τοῦ Ἅδου, σὲ ἰδόντες Σταυρέ, ἐπικράνθησαν· νεκροὺς γὰρ ἀπώλεσαν, οὕς κατεῖχον ἀπ’ αἰῶνος ἐν δεσμοῖς.

Ῥητορεύσεις πᾶσαι, Προφητῶν ἐπὶ σοί, πολυθρύλητε Σταυρὲ πέρας ἔλαβον· ὑποπόδιον ἐγένου γὰρ Θεοῦ.

Ὀλεθρίων στίφη, δειματοῦνται ἐν σοί, καὶ πληθὺς τῶν πιστευόντων ἀγάλλεται, χαροπάροχε καὶ Τίμιε Σταυρέ.

Σοφιστῶν τὰ χείλη, κοσμοσῶστα Σταυρέ, ἐνεφράγησαν τῇ θείᾳ σοφίᾳ σου, καὶ μωρία διηλέγθη τῶν ἐθνῶν.

Κέδρων πᾶσα φύσις, ἐπαγάλλου ἀεί· ἐν τῷ ξύλῳ σου Θεὸς γὰρ ἀνήρτηται, τὸν Ἀδὰμ συνανυψώσας ἐκ φθορᾶς.

Ὕδατα τὸ πάλαι, τὰ πικρὰ τῆς Μεῤῥᾶς, τῇ προσψαύσει τοῦ Σταυροῦ ἐγλυκάνθησαν, ὁ Θεόπτης ὅν ἐπέῤῥιψε Μωσῆς.

Νότος καὶ ἡ Δύσις, σὲ αἰνοῦσι πιστῶς, καὶ Ἑῴα καὶ Βοῤῥᾶς προσκυνοῦσί σε· πᾶσαν κτίσιν ἁγιάζεις γὰρ Σταυρέ.

Ὦ χαρίεν ξύλον, τὸ βαστάσαν ἐν σοί, τὸν Πανάγιον Θεόν με ἁγίασον, προσκυνοῦντά σε ἐν χείλεσι ψυχῆς.

Δόξα. Τριαδικόν.
Ἄναρχον Πατέρα, καὶ Υἱὸν σὺν Αὐτῷ, τὸν συνάναρχον πιστοὶ προσκυνήσωμεν, σὺν τῶ Πνεύματι τῷ θείῳ καὶ σεπτῶ.

Καὶ νῦν. Θεοτοκίον.
Παραδείσου πύλη, ἥν ῥομφαίᾳ Ἀγνή, τῇ φλογίνῃ Χερουβὶμ διεφύλαττον, διηνοίχθη τῷ Σταυρῷ τοῦ Σοῦ Υἱοῦ.

Καὶ πάλιν.
Ἡ ζωὴ τῶν πάντων, ἐν τῷ ξύλῳ Χριστέ, προσηλώθης καὶ ζωὴν τὴν αἰώνιον, ἐκπηγάζεις τοῖς πιστεύουσι εἰς Σέ.


Στάσις Β΄. Ἀκροστιχίς: Ἐν ᾧ οἱ πόδες Σου ἔστησαν Κύριε.

Ἦχος πλ. α΄. Ἄξιον ἐστί.
Ἄξιον ἐστί, μεγαλύνει σε Σταυρὲ Κυρίου· ᾍδου τυραννὶς ἐν σοὶ γὰρ κατήργηται, καὶ ἠνέωκται Βασίλειον Ζωῆς.

Ἔθνη τὰ τὸ πρίν, βυθισθέντα ἀγνωσίας σκότει, φῶς ἀληθινὸν κατεῖδον καὶ ἄδυτον, διὰ σοῦ, ὦ φωτοπάροχε Σταυρέ.

Νάμασι Σταυρέ, θεοῤῥύτοις τὰς ψυχὰς ἀρδεύεις, καὶ τὴν πρὶν ξηρὰν κατάκαρπον ἔδειξας, εὐλογίας ὡς φυτὸν ἀειθαλές.

Ὥσπερ θησαυρόν, καὶ ἀσύλητον ζωῆς ταμεῖον, ἐκ λαγόνων γῆς Ἑλένη ἀνεῦρέ σε, τιμιώτατε καὶ ἄφθορε Σταυρέ.

Ὅπλον κατ’ ἐχθρῶν, ἀπροσμάχητον Σταυρὲ ὑπάρχεις, τούτων πανσθενῶς συντρίβον τὰς φάλαγγας, καὶ τὴν νίκην χαριζόμενον πιστοῖς.

Ἴνδαλμα σαθρόν, τὸ τῆς πλάνης κραταιῶς καθεῖλες, Τίμιε Σταυρὲ πεσόντων ἡ ἔγερσις, ἰσταμένων συμμαχία τε στεῤρά.

Πύλας τῆς Ἐδέμ, τὰς κλεισθείσας τῇ τοῦ ξύλου γεύσει, Ξύλον τοῦ Σταυροῦ καὶ πάλιν ἠνέωξε, τῇ εὐσπλάγχνῳ τοῦ Θεοῦ ἡμῶν βουλή.

Ὄμμασι ψυχῆς, ἀτενίσωμεν Σταυρὸν τὸν θεῖον, ἥλιος Χριστὸς ἐν ᾧ ὄμμα ἔμυσε, καὶ ἡλίου συνεσκότασε τὸ φῶς.

Δύναμις Σταυρέ, ἡ ἀήττητος Θεοῦ ὑπάρχεις, τὸν γὰρ ἰσχυρὸν καὶ βύθιον δράκοντα, κατεβύθισας ἐν αἵματι Χριστοῦ.

Ἔφαναν ἐν γῇ, ἀστραπαὶ θεότητός Σου Λόγε, ξύλῳ τοῦ Σταυροῦ σαρκὶ κρεμαμένου Σου, καὶ ἡ κτίσις ἐσαλεύθη Λυτρωτά.

Στίγματα Χριστέ, τῇ σαρκί σου ἐν Σταυρῷ ὑπέστης, λόγχῃ τε πλευρὰν ἐνύγης καὶ ἔβλυσε, σὺν τῷ αἵματι τὸ ὕδωρ τῆς ζωῆς.

Στίφη ὦ Σταυρέ, δειματοῦνται διὰ σοῦ δαιμόνων, καὶ Ἀγγελικοὶ χοροὶ ὕμνον μέλπουσι, ἀσιγήτως τῷ τῆς δόξης Βασιλεῖ.

Ὄψονται λαοί, τὸ σωτήριόν Σου Θεοῦ Λόγε, πᾶσαι πατριαὶ ἐθνῶν τε σκιρτήσουσι, τὸν Σταυρόν Σου προσπτυσσόμενοι πιστῶς.

Ὕβρεις καρτερῶν, καὶ ὀνείδη Ζωοδότα φέρων, ῥάπισμα χειρὶ ἐδέξω ἥν ἔπλασας, καὶ Σταυρὸν καὶ τὴν θεόσωμον Ταφήν.

Εὔφρανον πιστούς, τῇ δυνάμει τοῦ Σταυροῦ Σου Σῶτερ, καὶ τῶν λυπηρῶν τὰ νέφη διάλυσον, θείας νίκας χορηγῶν τῷ Βασιλεῖ.

Σκέπασον ἡμᾶς, ὁρατῶν ἐξ ἀντιπάλων Λόγε, βέλη νοητῶν ἐχθρῶν τε κατάσβεσον, τῇ ῥομφαίᾳ τοῦ Σταυροῦ Σου Δυνατέ.

Τεῖχος εἶ Σταυρέ, τὸ στεῤῥότατον παντὸς τοῦ κόσμου, πόλεις καθελὼν ἐχθροῦ κοσμοκράτορος, καὶ τειχίζων διανοίας τῶν πιστῶν.

Ἥλους προσκυνῶ, δι’ ὧν ὤρυξαν Σοῦ Σῶτερ χεῖρας, ἐν Σταυρῷ καὶ πόδας Μακρόθυμε, καὶ ἰάθη ἐκ τοῦ ἄλγους ὁ Ἀδάμ.

Στήριξον ἡμᾶς, ἐν τῷ φόβῳ Σου ὁ γῆν σαλεύσας, ὅτε ἐν Σταυροῦ τῷ ξύλῳ Σὲ ἔπηξαν, τῆ χειρί Σου πᾶσαν κτίσιν δὲ κρατῶν.

Ἄθροισμα πιστῶν, σὲ προσπτύσσονται Σταυρὲ Κυρίου, καὶ Ἀγγελικοὶ χοροὶ ἐν φόβῳ κυκλοῦσί σε, ὡς τὸ σκῆπτρον Βασιλεώς τ’ Οὐρανοῦ.

Νέκρωσον Σταυρέ, τῶν παθῶν ἡμῶν τὴν τυραννίδα, ὁ τὸν νεκρωτὴν τοῦ ᾏδου δεξάμενος, καὶ ζωῆς ἐν σοὶ πηγὴν τὸν Ἰησοῦν.

Κράτει σου Σταυρέ, κατεπόθη τῆς φθορᾶς τὸ κράτος, καὶ οἱ γηγενεῖς Θεῷ κατηλλάγημεν, γεγονότες ἀφθαρσίας κοινωνοί.

Ὕψωσε Μωσῆς, τὸν χαλκοῦν ἐν τῇ ἐρήμῳ ὄφιν, προδιατυπῶν Θεὸν τὸν ἐν μέσῳ σου, ὑψωθέντα ὦ Πανάγιε Σταυρέ.

Ῥάβδῳ Μωϋσῆς, διεβίβασεν Ἰσραηλίτας, ἐν τῇ Ἐρυθρᾷ Θαλάσσῃ τὸν πάνσεπτον, διαγράψας καὶ ἀήττητον Σταυρόν.

Ἴδον τὸν Σταυρόν, τὰ ἀλλόφυλα τὸ πάλαι ἔθνη καὶ ὁλοσχερῶς ἐν τούτῳ ἡττήθησαν, ἥν ἀνύψωσε Ἰησοῦς ὁ τοῦ Ναυῆ.

Ἔλαμψε Σταυρός, Κωνσταντίνῳ Βασιλεῖ τὸ πάλαι, ἐν τῷ οὐρανῷ φωτὸς ἐναργέστερον, καὶ ἐθάῤῥυνε λαὸν τὸν εὐσεβῇ.

Χαίροις τῆς χαρᾶς, τῆς ἀλήκτου ὦ Σταυρὲ ταμεῖον· χαίροις τῆς ζωῆς τῆς θείας ὁ πρόξενος, καὶ θαυμάτων οὐρανίων παροχεῦ.

Δόξα. Τριαδικόν.
Ἄναρχον ἀρχήν, τὸν Πατέρα, τὸν Υἱὸν καὶ Πνεῦμα, τὸ ἰσοσθενὲς πιστοὶ καὶ ὁμότιμον, προσκυνήσωμεν Θεὸν τὸν ἀληθῆ.

Καὶ νῦν. Θεοτοκίον.
Πρέσβευε ἀεί, τῷ Υἱῷ Σου καὶ Θεῷ Παρθένε, τῷ ὑπὲρ ἡμῶν Σταυρὸν ὑπομείναντα, τῶν πταισμάτων δοῦναι πᾶσι ἱλασμόν.

Καὶ πάλιν.
Ἄξιον ἐστί, μεγαλύνει σε Σταυρὲ Κυρίου, ᾍδου τυραννὶς ἐν σοὶ γὰρ κατήργηται καὶ ἠνέωκται Βασίλειον Ζωῆς.


Στάσις Γ΄. Ἀκροστιχίς: Σωτηρίας πρόξενον τῆς αἰωνίου. Ἰσιδώρας.

Ἦχος γ΄. Αἱ γενεαὶ πᾶσαι.
Αἱ γενεαὶ νῦν πᾶσαι, πίστει προσκυνοῦσι, Σταυρὸν τὸν ζωηφόρον.

Σταύρωσιν Θεέ μου, ὑπέμεινας ἐν ξύλῳ, Ἀδὰμ ἵνα θεώσῃς.

Ὡς βότρυς ζωηφόρος, γλυκὺ καὶ θεῖον νᾶμα, Σταυρὸς ἡμῖν προχέει.

Τάξεις τῶν Ἀγγέλων, Σταυρὸν δορυφοροῦσιν, ἐν ᾧ Χριστὸς ἐτάθη.

Ἥλιος ἀκτῖνας, συνέστειλε τὸ Πάθος, αἰδούμενος τοῦ Κτίστου.

Ῥεῖθρα ἀενάου, ζωῆς ἡμῖν βλυστάνει, Σταυροῦ τὸ θεῖον ξύλον.

Ἰσχὺς κατὰ δαιμόνων, παθῶν τε πολυτρόπων, Σταυρὸς Χριστοῦ ὑπάρχει.

Ἄνακτι τῷ θείῳ, τὰς νίκας ἐδωρήσω, Σταυρὲ Χριστοῦ ἐν μάχαις.

Σπόγγον σοι προσῆξαν, χολῆς καὶ ὄξους πλήρη, ἐν τῷ Σταυρῷ Σωτήρ μου.

Πύλαι καὶ τὰ κλεῖθρα, ἐθραύσθησαν τοῦ ᾍδου, Χριστοῦ Σταυρῷ παγέντος.

Ῥάβδον σωτηρίας, στεῤῥάν τε βακτηρίαν, Σταυρὸν πιστοὶ πλουτοῦμεν.

Ὅπλον καὶ ἀσπίδα, κατέχομεν τὸ ξύλον, Σταυροῦ κατ’ ἐναντίων.

Ξίφος ἀποτέμνον, τὰς κέφαλας δαιμόνων, Σταυρὸς ἐστὶ Κυρίου.

Ἔλεγχος Ἑβραίων καὶ πάντων τῶν ἀπίστων, Σταυρὲ Κυρίου πέλεις.

Νεῖλος ὥσπερ ἄλλος, Σταυρὲ χαρίτων ῥεῖθρα, προχέεις ἀκενώτως.

Ὄμματα καρδίας, αὐγάζει ξενοτρόπως, Σταυρὸς Χριστοῦ ὁ μέγας.

Νάρδος ὡς τιμία, Σταυρὸς εὐωδιάζει, ψυχὰς πιστῶν ἐνθέως.

Τεῖχος εὐσεβούντων, ἀπόρθητον ὑπάρχεις, Σταυρὲ κατὰ βαρβάρων.

Ἥπλωσε παλάμας, Χριστὸς ἐθελουσίως, Σταυροῦ τῷ θείῳ ξύλῳ.

Στίγματα σαρκί σου, τῇ ἀκηράτῳ Λόγε, ἐν τῷ Σταυρῷ ὑπέστης.

Ἄληκτον παρέχεις, καὶ θείαν εὐφροσύνην, Σταυρὲ τοῖς σὲ τιμῶσι.

Ἰάσεων εἰργάσω, Θεὸν τοῖς σὲ τιμῶσι, Σταυρὲ Χριστοῦ παμμάκαρ.

Ὤρυξαν τοῖς ἥλοις, χεῖράς Σου καὶ πόδας, Χριστὲ Σταυροῦ ἐν ξύλῳ.

Νυγείσης τῆς πλευρᾶς Σου, τῇ Λόγχῃ Πανοικτίρμον, ζωῆς ἐῤῥύη ὕδωρ.

Ἰδών Σε Ζωοδότα, Ληστὴς ἐπὶ τοῦ ξύλου, τὸ Μνήσθητι ἐβόα.

Ὅρμον τῆς εἰρήνης, τῆς θείας εὕρομέν σε, Σταυρὲ γαληνηφόρε.

Ὕψωσε τὸν ὄφιν, Μωσῆς ἐν τῇ ἐρήμῳ, Σταυροῦ τυπώσας κέρας.

Ἰάσεις ἀναβλύζων, ψυχῶν τε καὶ σωμάτων, Σταυρὲ τροπαιοφόρε.

Σκῆπτρον Βασιλέως, τοῦ οὐρανίου πέλεις, Σταυρὲ σημειοφόρε.

Ἰκρίῳ προσεπάγης, τοῦ ξύλου Θεοῦ Λόγε, καὶ πέπτωκεν ὁ πλάνος.

Δυνάμεις αἱ τοῦ σκότους, ἐτρόμαξαν ὁρῶσαι, Σταυρὸν τὸν φωτοφόρον.

Ὡς χρυσὸς προῆλθε, ἐκ τῶν τῆς γῆς ταμείων, Σταυρὸς ὁ λαμπροφόρος.

Ῥάβδῳ τοῦ Σταυροῦ σου, ἐπέζευσε λαός Σου, τὴν Ἐρυθρὰν ἀβρόχως.

Ἄλγος Πρωτοπλάστων, Σταυρῷ Σου Ἐλεῆμον, εἰς χαρμονὴν ἐτράπη.

Σβέννυσι τὴν φλόγα, ῥομφαίας τῆς πυρίνης, Σταυρὸς ὁ τροπαιοῦχος.

Χαίροις θεῖον Ξύλον, καὶ πάνσεπτον Κυρίου, Σταυρὲ θαυμάτων κρήνη.

Δόξα. Τριαδικόν.
Σέβω τῆς Τριάδος, τὴν μίαν Βασιλείαν, Πατέρα, Λόγον, Πνεῦμα.

Καὶ νῦν. Θεοτοκίον.
Στάμνον ζωηφόρον, τοῦ μάννα ἔγνωμέν Σε, Μαρία Θεοτόκε.

Καὶ πάλιν
Αἱ γενεαὶ νῦν πᾶσαι, πίστει προσκυνοῦσι, Σταυρὸν τὸν ζωηφόρον.

Εὐλογητάρια. Ἦχος πλ. α΄.
Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με τὰ δικαιώματά Σου.
Τῶν ἀνθρώπων τὸ γένος, ἐκ φθορᾶς διασῶσαι, βουληθεὶς Εὐεργέτα, κατεδέχθης ἐπὶ γῆς, ἐξ Ἁγνῆς σαρκωθῆναι καὶ ἐν τῷ Σταυρῷ ἀνελθεῖν Μακρόθυμε, καὶ ἐν τούτῳ πάθη βαστάσαι Ἄχραντε.

Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με τὰ δικαιώματά Σου.
Θείᾳ Λόγχῃ, τὴν πλευρὰν τὴν ἄχραντον, Παντοδύναμε ἐνύγης, καὶ ἐκ ταύτης ὡς ἐκ κρήνης ἔῤῥευσαν, σὺν τῷ αἵματι ὕδωρ τὸ θεῖον, Βάπτισμα πιστοῖς δωρούμενος ἅγιον, Οὐρανῶν δὲ Βασιλείαν αἰώνιον.

Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με τὰ δικαιώματά Σου.
Ἥλοις Σωτήρ, τὰς Σὰς χεῖρας ἔτρωσαν, καὶ τοὺς πόδας Σου ἐπὶ τοῦ ξύλου· ὅθεν ἄλγος τοῦ Ἀδὰμ ἰατρεύται, τῆς ξύλου βρώσεως πικρᾶς, αἵματι τιμίῳ Σου, ἀτελεύτητον δὲ εὐφροσύνην ἔλαβεν.

Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με τὰ δικαιώματά Σου.
Ὕβρεις πικράς, παρὰ πάντων ἤκουσας, ὁ αἰνούμενος ὑπὸ Ἀγγέ-λων, ἐραπίσθης τῇ χειρὶ ἥν ἔπλασας, καὶ χλεύης, κάλαμον χερσί, ἔφερες, Μακρόθυμε, τὸ χειρόγραφον δὲ τοῦ Ἀδὰμ διέῤῥηξας.

Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με τὰ δικαιώματά Σου.
Τὸ ἀκάνθινον στέφος, κεφαλὴν ἐπετίθουν, τῇ ἀχράντῳ Σου Σῶτερ Ἰουδαῖοι, καὶ σπόγγον χολῆς, πεπλησμένον καὶ ὄξους, ἔδωκαις πιεῖν, καὶ χλαῖναν ἐφόρεσας, Βασιλεὺς ὤν τῶν ἀπάντων καὶ Κύριος.

Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με τὰ δικαιώματά Σου.
Ὁ ληστὴς ἐν τῷ ξύλῳ, Μνήσθητί μου βοήσας, μετὰ πίστεως Σῶτερ εἰσηκούσθη, καὶ πρῶτος Ἐδέμ, ποθεινῆς ἀπολαύει· τούτου ταῖς εὐχαῖς, σωθῆναι ἀξίωσον, τοὺς πιστῶς Σοι ἐκβοώντας τὸ Μνήσθητι.

Δόξα. Τριαδικόν.
Τρισυπόστατον κράτος, τῆς μιᾶς θεαρχίας, οἱ πιστοὶ προσκυνοῦμεν, σὺν Πατρὶ τὸν Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, χείλεσι ψυχῆς, ᾄδοντες τὸ· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ Κύριε.

Καὶ νῦν. Θεοτοκίον.
Ἐν γαστρί Σου ἁγία, ἀποῤῥήτως ὁ Λόγος, τοῦ Πατρὸς συνεσχέθη, καὶ ἀνθρώπων τῷ γένει, ἡ κατάρα τῆς Εὔας, ἔπαυσεν Ἁγνή· ἤνθησεν ἡ χάρις δέ, διὸ πάντες ὁμοῦ Σοὶ χαῖρε, ᾄδομεν.


Ἐγκώμια ἕτερα. Ἀκροστιχίς: Χαίροις Σταυρὲ τῆς ζωῆς τὸ ξύλον. Ἰσιδώρας.

Ἦχος γ΄. Ἀκατάληπτον ἐστί.
Ἀκατάληπτον ἐστί, τὸ τελούμενον ἐν σοί, καὶ Ἀγγέλοις καὶ βροτοῖς, κοσμοπόθητε Σταυρέ.

Χαριτόβρυτος πηγή, τῆς ζωῆς τῆς ἀληθοῦς, σὺ ὑπάρχεις ἀψευδῶς, χαροπάροχε Σταυρέ.

Ἁγιόπρωτε Σταυρέ, Ἐκκλησίας τοῦ Χριστοῦ, βάσις πέλεις ἀῤῥαγής, τῶν πιστῶν τε στηριγμός.

Ἰατρείον τῶν παθῶν, καὶ λουτρὸν ἁμαρτιῶν, καὶ ἀκέστωρ ἀσθενῶν, σὺ εἶ πάνσεπτε Σταυρέ.

Ῥώννυται ἐν τῷ Σταυρω, τῷ τιμίῳ ἀληθῶς, τραῦμα μέγα τοῦ Ἀδάμ, αἵματι τῷ τοῦ Θεοῦ.

Οὐρανός τε καὶ ἡ γῆ, συνευφραίνονται ὁμοῦ, ἐν σοὶ Τίμιε Σταυρέ, οἰκουμένης γλυκασμέ.

Ἰουδαίων ὁ λαός, ἐν τῷ ξύλῳ τοῦ Σταυροῦ, ἐθανάτωσε πικρῶς, τὸν Δεσπότην τοῦ παντός.

Σκιογράφου τὴν ἀχλύν, νόμου ἔπαυσε Σταυρός, ὡς τῆς χάριτος πηγή, σκότους τε φυγαδευτήρ.

Σκέπασον ἡμᾶς Σταυρέ, ἀοράτων ἐξ ἐχθρῶν, καὶ παντοίων συμφορῶν, ἄγρυπνος ὡς φυλακτήρ.

Ἀκηράτου ἐκ πλευρᾶς, κεντηθείσης Σου Χριστέ, θείᾳ Λόγχῃ ἐν Σταυρῷ, ὕδωρ ἔῤῥευσε ζωῆς.

Ὑψωθέντος Σου Χριστέ, ἐν τῷ ξύλῳ τοῦ Σταυροῦ, ἀνυψώθη τῶν βροτῶν, ἡ πεσοῦσα φύσις πρίν.

Ῥήγνυται ἐν τῷ Σταυρῷ, τῷ τιμίῳ παντελῶς, τῆς πικρᾶς παρακοῆς, τὸ χειρόγραφον ἡμῶν.

Ἐνεδύθημεν στολήν, θείας δόξης οἱ θνητοί· ὁ Θεὸς καὶ γὰρ γυμνός, τέθνηκεν ἐν τῷ Σταυρῷ.

Τῶν Μαρτύρων ἡ ἰσχύς, Ἀποστόλων διδαχή, καὶ προφητειῶν σφραγίς, σὺ εἶ πάντιμε Σταυρέ.

Ἡλιόμορφε Σταυρέ, Ἐκκλησίας φῶς γλυκύ, φώτισον ἡμῶν τὸν νοῦν, ἐπιγνῶναι τὸν Θεόν.

Σημειώσει σου Σταυρέ, ἡ δαιμόνιος πληθύς, φυγαδεύεται εὐθύς, τρέμουσα τὴν σὴν ἰσχύν.

Ζεῦγος Πρωτοπλάστων πρίν, τῆς Ἐδὲμ ἐξορισθέν, πάλιν εὗρε τὴν ζωήν, διὰ σοῦ Σταυρὲ Χριστοῦ.

Ὡς εὐώδης θησαυρός, ἐκ λαγόνων τῶν τῆς γῆς, πεφανέρωται ἡμῖν, ὁ Πανάγιος Σταυρός.

Ἠνεῴχθη τῷ Ληστῇ, ὁ Παράδεισος εὐθύς, μνήσθητί μου ἐν Σταυρῷ, ὡς ἐβόησε πιστῶς.

Στῦλος πάλαι τοῦ πυρός, ὁδηγῶν τὸν Ἰσραήλ, ἐν ἐρήμῳ θαυμαστῶς, προετύπου σε Σταυρέ.

Τὸν Σταυρόν Σου προσκυνῶν, καὶ τὰ Πάθη Σου τιμῶν, τὴν Ἀνάστασιν τὴν Σὴν, μεγαλύνω Λυτρωτά.

Ὁμοφώνως οἱ λαοί, ἀνυμνήσωμεν πιστῶς, τὸν Ζωοποιὸν Σταυρόν, ἐν ᾧ τέθνηκε Χριστός

Ξίφος πέλεις κατ’ ἐχθρῶν, μυριόνικε Σταυρέ, εὐτονία Ἀθλητῶν, καὶ ἰσχὺς τῶν ἀσθενῶν.

Ὑποπόδιον ποδῶν, σὺ εἶ πάνσεπτε Σταυρέ, Βασιλέως τοῦ παντός, καὶ ἐδόξασας Αὐτόν.

Λευκοφόρον ὁ Ἀδάμ, ἐνεδύσατο στολήν, αἵματι τῷ θεϊκῷ, κενωθέντι ἐν Σταυρῷ.

Ἰακὼβ ἐπευλογῶν, παῖδας τούτου ἐναλλάξ, προετύπου τοῦ Χριστοῦ, τὸν τετραμερῆ Σταυρόν.

Στέφανον ἐξ ἀκανθῶν, κατεδέχθης Ἰησοῦ, ὅπως παύσῃς δι’ ἡμᾶς, ἀκανθῶν συναγωγήν.

Ἱερέων ταῖς χερσί, ἀνυψούμενος Σταυρέ, εὐλογεῖς θεοπρεπῶς, γῆν ἥν ἔπλασας χειρί.

Δίψαν σβέσαι τῶν βροτῶν, τὴν ἐκ τῆς παρακοῆς, ἔπιες ἐν τῷ Σταυρῷ, Σῶτερ ὄξος καὶ χολήν.

Ὡσεὶ βότρυς τῆς ζωῆς, βλύζεις πάνσεπτε Σταυρέ, νᾶμα θείου γλυκασμοῦ, καὶ ἀδάπανον τρυφήν.

Ῥάβδῳ πλήξας τοῦ Σταυροῦ, ὁ Μωσῆς τὴν Ἐρυθράν, κατεξήρανε βυθόν, καὶ διέβη ὁ λαός.

Ἀγλαΐαις θεϊκαῖς, λάμπεις ὅλβιε Σταυρέ, καὶ αὐγάζεις νοητῶς, τὰς καρδίας τῶν πιστῶν.

Σκεῦος θείων δωρεῶν, καὶ ταμεῖον τῆς ζωῆς, πλοῦτός τε καὶ στολισμός, σὺ εἶ πάνσεπτε Σταυρέ.

Χαίροις λέγομεν ἀεί, ἁγιώτατε Σταυρέ, Βασιλέων κορωνίς, καὶ Πατριαρχῶν στολή.

Δόξα. Τριαδικόν.
Ὁμοούσιον Πατρί, τὸν Υἱὸν δοξολογῶ, καὶ τὸ Πνεῦμα τὸ εὐθές, Τρισυπόστατον Ἀρχήν.

Καὶ νῦν. Θεοτοκίον.
Ἐξ ἀσπόρου Σου γαστρός, ὁ Δεσπότης τοῦ παντός, σάρκα ἔλαβε θνητήν, Μητροπάρθενε Ἁγνή.

Καὶ πάλιν.
Ἀκατάληπτον έστί, τὸ τελούμενον ἐν σοί, καὶ Ἀγγέλοις καὶ βροτοῖς, κοσμοπόθητε Σταυρέ.

About the author