Navigation


 Δημοσιεύματα


 Go back to the forum

Προσευχή Ορθόδοξο Προσευχητάρι   

Παρακλητικός Κανών εις τον Τίμιον Σταυρόν

Γιώργος | Published Τρι Οκτ 08, 2019 8:21 am | 44 Αναγνώσεις

Παρακλητικός Κανών εις τον Τίμιον Σταυρόν

Ποίημα Νικηφόρου Ίεραμονάχου του Κρητός.


Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ΕΙτα τό Τροπάριον.

"Ηχος δ'. Ό ύψωθεΐς έν τω Σταυρῶ.
Τῷ ζωηφόρῳ νῦν Σταυρῷ προσπελάσωμεν, οἱ μακρυνθέντες τοῖς κακοῖς καί προσψαύσωμεν, ἐν ἐπιστρόφῳ λέγοντες καρδίᾳ πιστῶς· πρόφθασον, βοήθησον, ὁ Σταυρός τοῦ Κυρίου, φάνηθι λυτρούμενος ἐκ παντοίων κινδύνων· μή ἐποφθῶμεν ἄπρακτα ζητεῖν· τήν σήν γάρ σκέπην βεβαίαν ἐλπίζομεν.

Δόξα.
Μετεμορφώθης ἐν τῷ ὄρει, Χριστέ ὁ Θεός, δείξας τοῖς Μαθηταῖς σου, τήν δόξαν σου καθώς ἠδύναντο, λάμψον καί ἡμῖν τοῖς ἁμαρτωλοῖς, τό φῶς σου τό ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, Φωτοδότα δόξα σοι

Καί νΰν.
Οὐ δυνησόμεθα Σταυρέ τοῦ Κυρίου, τά σά θαυμάσια ὑμνεῖν οἱ κατάκριτοι. Εἰ μή γάρ σύ παρεῖχες τά δωρήματα, τίς ἡμῖν τήν ἴασιν τῶν τοῦ σώματος νόσων; τίς δέ καί τήν κάθαρσιν τῶν ψυχῶν ἄν ἐδίδου; οὐκ ἀπομακρυνθῶμεν πώποτε ἐκ σοῦ· σύ γάρ σκέπεις πάντας θνητούς ἐκ παντοίων κακῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

καί ό Κανών.

Ώδή α'. "Ηχος πλ. δ'. Υγρών διοδεύσας.
Στίχος. Σταυρέ τοῦ Χριστοῦ, σῶσον ἠμᾶς τῆ δυνάμει σου.

Σταυρέ σκῆπτρον ἄγιον καὶ σεπτον, τοῦς έν εύλαβεια προσκυνοϋντάς την ίεράν σκεπήν σου άτρώτους άπό βλάβης, και πειρασμῶν καὶ κίνδυνον διάσωσον.

Σταυρέ σκῆπτρον άγιον τοῦ Χριστοῦ, τοῦς σέ προσκυνούντας καταξίωσον ἐσαεί, τῷ Κτίστῃ Θεῷ καθυπακούειν, καί ὑπ’ αὐτοῦ βασιλεύεσθαι ποίησον.

Σταυρέ ἡ βοήθεια τῶν πιστῶν, δίδου βοηθείας τοῖς ὑμνοῦσι τό ἱερόν, κράτος σου καί αἴρειν τά βραβεῖα, κατά παθῶν
ψυχοφθόρων ἐνίσχυσον.

Θεοτοκιον.
Σταυρόν καθορῶσα Ἁγνή ἀμνάς, τοῦ ἁγνῶς τεχθέντος ἐξ αὐτῆς, οὗτος νῦν ἐστι, πιστῶν σωτηρία ἀνεβόα, καί κραταιά προστασία καί στήριγμα.


Ὠδή γ '. Οὐρανίας ἀψϊδος.
Ό Σταυρός τοῦ Δεσπότου, χαῖρε νεκρῶν ἔγερσις, χαῖρε ἀσθενούντων ἡ ρῶσις, χαῖρε ἀντίληψις· τούς προσκυνοῦντάς σε, φύλαττε φρούρει καί σκέπε, ἐκ τῶν ὁρωμένων τε, καί ἀοράτων ἐχθρῶν.

Ό Σταυρός τοῦ Κυρίου, χαῖρε πιστῶν καύχημα, χαῖρε κραταιά προστασία, χαῖρε παράκλησις· τούς προσκυνοῦντάς σε, ἐκ περιστάσεως ῥῦσαι, καί δεινῆς κακώσεως καί πάσης θλίψεως.

Ό Σταυρός τού Κυρίου χαῖρε στερρόν έρρεισμα, χαῖρε των ΰμνούντων σε φύλαξ, χαῖρε προπύργιον τους προσκυνοΰντάς σε ἐκ τῶν τοῦ βίου σκανδάλων, 'ρΰσαι καὶ διάσωσον θεία δυνάμει σου.

Θεοτοκίον.
Ό Σταυρός τοῦ Υἱοῦ σου, παρθενικόν καύχημα, πᾶσί σου τόν Τόκον ὑμνοῦσι, δύναμις πέφυκεν, οὗ ἡ προσκύνησις καί τό πρός σέ καταφεύγειν, πάθη θεραπεύουσι ψυχῆς καί σώματος.


Ὠδή δ'. Είσακήκοα Κύριε.
Ό Σταυρός ὁ Πανάγιος, πᾶσι τοῖς ὑμνοῦσιν αὐτόν τήν ἴασιν, καί πταισμάτων ἀπολύτρωσιν, ἐμφανῶς ὁρᾶται χαριζόμενος.

Τῶν ἀμέτρων πταισμάτων μου, ῥοῦν τόν θολερώτατον ἀποξήρανον, ὁ βαστάσας τόν ξηράναντα, ἀθεΐας ὕλην, Σταυρέ Τίμιε.

Ἁμαρτίαις συμπέφυρμαι, καί ἐκ τούτων ἦλθον εἰς ἀλλεπάλληλον, ἀρρωστίαν· ὅθεν κράζω σοι, ἄμφω τάς ἰάσεις, Σταυρέ
δώρησαι.

Θεοτοκίον .
Οἱ Σταυρόν καί τήν Ἄχραντον, ἔχοντες ἐλπίδα οὐκ αἰσχυνθήσονται· ἡ πρεσβεία γάρ καί δύναμις, τῆς Μητρός καί σκήπτρου σφόδρα δύνανται.


Ὠδη ε'. Φώτισον ημάς.
Γλύκανον ἡμῶν, τήν πικρίαν τῶν θλίψεων, Σταυρέ Κυρίου, ὁ πάλαι τῆς Μεῤῥᾶς, πικρῶν ὑδάτων τήν πικρίαν ἰασάμενος.

Σκέπασον ἡμᾶς, τῇ δυνάμει σου πανάγιε, Σταυρέ Κυρίου, ἐν σοί γάρ τοῦ Πατρός, Ἰσχύς ἐπήρθη, τό σόν κράτος ἐνισχύουσα.

Κούφισον ἡμῶν, ἅπαν ἄλγος τε καί κάκωσιν, καί σκυθρωπότητα ἐκ τῶν καρδιῶν, Σταυρέ Κυρίου· δέδοταί σοι γάρ τό δύνασθαι.

Θεοτοκιον.
Ἔχομεν πιστοί, προστασίαν πρός τόν Κύριον, τήν Παναγίαν Παρθένον καί τόν Σταυρόν, ὧν καταπλήττει καί τούς δαίμονας ἡ δύναμις.


Ὠδη ς'. Τῆν δέησιν ἐκχεῶ.
Τό ὅπλον τῶν βασιλέων ὑμνῶ σε, τήν στολήν τῶν Ἱερέων ὑψῶ σε, Χριστιανῶν τήν ἐλπίδα ἁπάντων, ὑμνολογῶ σε Σταυρέ Παμμακάριστε, τό καύχημα κἀμοῦ ὅν σε, ὅπλον ὡς μέγα ἀμπέχομαι.

Σέ σκέπην Xριστιανοί γινώσκομεν, καί καυχώμεθα ἐν σοί Ξύλον θεῖον· εἰς πάντα γάρ σέ εὑρίσκομεν κράτος, καί παντελῆ σωτηρίαν καί σύμμαχον, τήν χάριν ὅθεν καί ἡμῖν, τοῖς ὑμνοῦσί σε πόθῳ κατάπεμψον.

Ὁ Κύριος ἰσχυρόν ἡμῖν τεῖχος, καί προστάτην καί φρουρόν σε παρέσχε, καί γάρ ἐν σοί ἐναντίαι δυνάμεις, ἐξηφανίσθησαν σθένει τοῦ κράτους σου. Ὡς ἔχεις οὖν πᾶσαν ἰσχύν, ἀσθενοῦντας ἡμᾶς ἰσχύν ἔνδυσον.

Θεοτοκίον.
Σωτῆράς μου ἐπιγράφομαι πόθῳ, τούς τόν Κτίστην μου σαρκί δεξαμένους, τήν μέν Ἁγνήν, ὡς ζωήν ἀφθαρτοῦσαν· τόν δέ Σταυρόν, ὡς νεκρῶν ζωοπάροχον. Νεκρώσει οὖν ζωοποιῷ, ὁ Σταυρός καί ἡ Κόρη ζωώσατε.


Διάσωσον Σταυρέ Κυρίου τήν ποίμνην σου ἀπό βλάβης, ὅτι πάντες ἐν σοί καυχόμεθα, καί γινώσκομεν τήν σκέπην σου, σωτηρίαν καί κράτος.

Ἐπίσκεψαι τῇ σῇ δυνάμει τούς πίστει σε προσκυνοῦντας, Τίμιε Σταυρέ, ἐξ ἐχθρῶν παντοίας κακώσεως, καί δίωξον τάς αὐτῶν περιστάσεις.


Αῖτησις καί τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν..
Τό ξύλον τῆς ζωῆς καί δύναμις ὑπέροπλος, ἐλπίς τῶν πιστῶν καί σκέπη καί κραταίωμα, ἐκ ψυχῆς βοῶμέν σοι, Σταυρέ Κυρίου φύλαξ φάνηθι, καί ἐκ σκανδάλων τῶν τοῦ πονηροῦ, προφθάσας ῥῦσαι ἡμᾶς τούς ὑμνοῦντάς σε.


Καί εύθύς τό προκείμενον.
Ὑψοῦτε Κύριον τόν Θεόν ἡμῶν καί προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, ὅτι Ἅγιος ἐστί (δίς).
Στίχος. Ὁ Κύριος ἐβασίλευσεν εὐπρέπειαν ἐνεδύσατο.

Εύαγγέλιον. Έκ τοϋ κατά Ίωάννην (Κεφ. γ' 13—17).
Είπεν ό Κύριος. Ούδείς άναβέβηκεν εις τόν ούρανόν, είμή ό έκ τοιΰ ούρανοΰ καταβάς, ο Υίός τοΰ άνθρώπου, ό ών έν τω ούρανω. Καί καθώς Μωσής ύψωσε τόν όφιν έν τή έρήμω, ούτως ύψωθήναι δει τόν Υίόν τοΰ ανθρώπου, ϊνα πας ό πιστεύων εις αυτόν μή άπόληται, άλλ’ εχη ζωήν αιώνιον. Ούτω γάρ ήγάπησεν ό Θεός τον κόσμον, ωστε τον Υιόν αύτοΰ τον μονογενή έδωκεν, ϊνα πας ό πιστεύων είς αυτόν μή άπόληται, άλλ’ έχη ζωήν αιώνιον. Ού γάρ άπεστειλεν ό Θεός τον Υίόν αύτοΰ είς τον κόσμον, ϊνα κρίνη τον κόσμον, άλλ’ ϊνα σωθη ό κόσμος δι’ αύτου.


Δόξα.
Τῇ τοῦ Θείου Σταυροῦ σου δυνάμει Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καί νῦν.
Ταῖς τῆς Παναχράντου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.


Στίχος. Έλεήμον, έλέησόν με ό Θεός...
Καί τό παρόν Προσόμοιον.
Ἤχος πλ. β'. "Ολην ἀποθέμενοι.
Σταυρέ πανσεβάσμιε, ὅν περιέπουσι τάξεις, Ἀγγέλων γηθόμεναι· σήμερον ὁρώμενος θείῳ πνεύματι, δικαιοῖς ἅπαντας, τούς κλοπῇ
βρώσεως, ἀπωσθέντας καί εἰς θάνατον καθυποκύψαντας· ὅθεν σε καρδίᾳ καί χείλεσι πιστῶς περιπτυσσόμενοι, τόν ἁγιασμόν ἀρυόμεθα· ὑμνεῖτε, βοῶντες, Χριστόν τόν ὑπεράγαθον Θεόν, καί τό αὐτοῦ προσκυνήσωμεν θεῖον ὑποπόδιον.

Σῶσον ό Θεός τόν λαόν σου...

’Ωδή ζ'. Οί έκ της Ίουδαίας...
Τό κράτος τοῦ θανάτου, τεθανάτωται πάλαι τῆς κρεμασθείσης ζωῆς, θανάτῳ ζωηφόρῳ, Σταυρέ ἐν σοί διό σε, ἱκετεύω κραυγάζων σοι, τῶν θανατούντων παθῶν, ρῦσαι με νῦν καί σῶσον.

Τήν βροτῶν σωτηρίαν, ὁ Σωτήρ ἠβουλήθη ἐναπεργάσασθαι, ἐν ξύλῳ ζωηφόρῳ, διδούς τοῖς σωζομένοις, μελωδεῖν τά σωτήρια· χαῖρε Σταυρέ τοῦ Χριστοῦ, πιστῶν ἁπάντων σῶστα.

Τοῦ ξύλου τῆς κατάρας, οἱ τρυφήσαντες εὗρον τάς ἀφεσίμους ἐν σοί, ἐκτάσει εὐλογίας χειρῶν τῶν τοῦ Δεσπότου, διό πάντες σοι κράζομεν· τήν εὐλογίαν Σταυρέ δίδου τοῖς σέ τιμῶσι.

Θεοτοκίον.
Καυχῶμαι τήν δυάδα, προβαλλόμενος πρέσβεις πρός τόν Σωτῆρα Χριστόν, Μητέρα καί τό σκῆπτρον· ἰσχύει γάρ ἡ Μήτηρ, καί τό σκῆπτρον κρατύνει με, χαῖρε τό σκῆπτρον Χριστοῦ, χαῖρε ἡ Μήτηρ τούτου.

Ὠδή η'. Τόν Βασιλέα τῶν Οὐρανών.
Τούς προσκυνοῦντάς σε, ὦ Σταυρέ διατήρει, πειρασμῶν καί κινδύνων ἀτρώτους· ἔχεις γάρ σήν σκέπην φρουροῦσαν πιστούς πάντας.

Τάς ἀῤῥωστίας τάς τῆς σαρκός ἰατρεύεις, καί σπιλάδας ψυχῶν ἐκκαθαίρεις. Ὅθεν σέ ὑμνοῦμεν, Σταυρόν τόν τοῦ Κυρίου.

Τούς τῷ σημείῳ σου ἑαυτούς σημειοῦντας, τῶν παγίδων λυτροῦσαι τοῦ σκότους, Σταυρέ τοῦ Κυρίου διά τοῦ σοῦ σημείου.

Θεοτοκίον.
Τοῦ Βασιλέως τῶν Οὐρανῶν τήν Μητέρα, καί Σταυρόν τοῦ Σωτῆρος ἐν πίστει, πάντες προσκυνοῦμεν, ὥσπερ κοινούς προστάτας.


Ὠδή θ'. Κυρίως Θεοτόκον.
Ἥν φέρω σοι ἐκ πόθου, δέησιν Κυρίου, δέξαι Σταυρέ, καί τήν χάριν παράσχου πιστῶς, σέ προσκυνοῦντι ἐν πίστει καί μεγαλύνοντι.

Σημεῖον νικηφόρον, πάντες οἴδασί σε, οἱ διά σοῦ βραβεῖα καί νίκας αὐτῶν, σύν εὐλαβείᾳ λαβόντες, καί μεγαλύνουσι.

Τό χαῖρε τοῦτο τέλος, τοῦ μικροῦ μου ὕμνου, τοῦ διά σοῦ νικηφόρου ὀφθέντος Σταυροῦ, δέξαι Χριστέ μου τό χαῖρε, καί δίδου μοι τά χαρμόσυνα.

Θεοτοκίον.
Οὐ θέλω σιωπῆσαι τά τῆς Θεοτόκου, καί τόν Σταυρόν μή κηρύττειν, ὅς σκέπει πιστούς· οὐ σιωπῶ, ἀλλά λέγω, εἰ καί ἐσίγησα.


Ἄξιον  ἐστιν ὡς ἀληθῶς, μακαρίζειν  Σε  τήν  Θεοτόκον, τήν ἀειμακάριστον  καί  παναμώμητον  καί  μητέρα  τοῦ  Θεοῦ  ἡμῶν.  Τήν  τιμιωτέραν  τῶν  Χερουβείμ  καί  ἐνδοξοτέραν  ἀσυγκρίτως  τῶν  Σεραφείμ· τήν  ἀδιαφθόρως  Θεόν  Λόγον  τεκοῦσαν, τήν  ὄντως  Θεοτόκον  Σέ  μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Τόν Σταυρόν τόν τίμιον τοῦ Χριστοῦ, σήμερον ἐκ πόθου προσκυνήσωμεν εὐλαβῶς, καί ἐν κατανύξει βοήσωμεν συμφώνως, Σταυρέ ζωῆς τό ξύλον πιστούς στερέωσον.

Πάντες προσκυνοῦμεν πανευλαβῶς, καί φόβῳ καί πόθῳ, σύν ἀγάπῃ τε καί χαρᾷ τιμῶντες ὑμνοῦμεν τό πανάγιον ξύλον, χείλεσιν ἀναξίοις κατασπαζόμενοι.

Σκῆπτρον ἁγιώτατον τοῦ Χριστοῦ, ζωηφόρον ξύλον, ἱερέων ἡ καλλονή, Βασιλέων νῖκος, στήριγμα ὀρθοδόξων, πάντας τούς σέ τιμῶντας, Σταυρέ διάσωσον.

Ἄλαλα τά χείλη τῶν ἀσεβῶν, τῶν μή προσκυνούντων τόν Σταυρόν τόν ζωοποιόν, τόν ἁγιασθέντα Αἵματι τῷ πανσέπτῳ, Χριστοῦ τοῦ ζωοδότου ὅν μεγαλύνομεν.

Θέλων ἐπιδεῖξαι τοῖς Μαθηταῖς, δύναμιν ἐξ ὕψους, καί σοφίαν παρά Πατρός, ἐν ὄρει ἀνῆλθες, Χριστέ τῷ Θαβωρίῳ, καί
λάμψας ὡς Δεσπότης, τούτους ἐφώτισας.

Ὡς ὑπέρ τήν ψάμμον τῶν θαλασσῶν, ὑπέρ ἀριθμόν τε τῶν ἀστέρων τοῦ Οὐρανοῦ, μόνος ἁμαρτήσας καί μόνος κατεκρίθην, ὦ Δέσποινα τοῦ Κόσμου, σύ με διάσωσον.


Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Τροπάριον Ἦχος α΄.
Σῶσον, Κύριε, τόν λαόν σου, καί εὐλόγησον τήν κληρονομίαν σου, νίκας τοῖς βασιλεῦσι κατά βαρβάρων δωρούμενος, καί τό σόν φυλάττων διά τοῦ Σταυροῦ σου πολίτευμα.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς

"Ηχος β'. 'Ότε έκ τοΰ ξύλου σε νεκρόν.
Λάμψον φῶς ἀπρόσιτον ἡμῖν· ἔργον γάρ ἐσμέν τῶν χειρῶν σου, πάντες Χριστέ Βασιλεῦ· νίκῃ δέ στεφάνωσον, τούς σέ ὑμνοῦντας πιστῶς, κατ’ ἐχθρῶν ἀοράτων τε, καί ὁρατῶν ἅμα, τεῖχος καί ὀχύρωμα, ἰσχύν καί ἄσυλον, ὄλβον τόν Σταυρόν σου πλουτοῦντας, Σῶτερ, ὁ τήν ἄφθορον μήτραν, ὑποδύς ἀῤῥήτως τῆς Θεόπαιδος.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.

About the author