Navigation


 Δημοσιεύματα


 Go back to the forum

Προσευχή Ελληνικό Ορθόδοξο Φόρουμ   

ΑΚΟΛΟΥΘΙΑ TOY AKAΘΙΣΤΟΥ YMNOY

Γιώργος | Published Σαβ Μάης 25, 2019 1:16 am | 34 Αναγνώσεις

ΑΚΟΛΟΥΘΙΑ TOY AKAΘΙΣΤΟΥ YMNOY

(ΑΠΟΔΕΙΙΝΟ ΜΕΤΑ ΚΑΝΟΝΟΣ ΚΑΙ ΤΩΝ ΧΑΙΡΕΤΙΣΜΩΝ ΟΠΩΣ ΔΙΑΒΑΖΟΝΤΑΙ ΚΑΤΑ ΤΙΣ ΠΑΡΑΣΚΕΥΕΣ ΤΗΣ ΜΕΓΑΛΗΣ ΤΕΣΣΑΡΑΚΟΣΤΗΣ).

Ιερεύς Ευλογητός ο Θεός ημών, πάντοτε, νύν, καί αεί, καί εις τούς αιώνας τών αιώνων. Αμήν.

Δόξα σοι ο Θεός ημών, δόξα σοι.

Βασιλεύ ουράνιε, Παράκλητε, το Πνεύμα της αληθείας ο πανταχού παρών και τα πάντα πληρών ο θησαυρός των αγαθών και ζωής χορηγός, ελθέ και σκήνωσον εν ημίν και καθάρισον ημάς από πάσης κηλίδος και σώσον αγαθέ, τας ψυχάς ημών. Αμήν.

Άγιος ο Θεός, άγιος ισχυρός, άγιος αθάνατος ελέησον ημάς (εκ τρίτου).
Δόξα... Kαι νυν...
Παναγία Τριάς, ελέησον ημάς. Κύριε, ιλάσθητι ταις αμαρτίαις ημών.Δέσποτα, συγχώρησον τας ανομίας ημίν. Άγιε, επίσκεψαι και ίασαι τας ασθενείας ημών,ένεκεν του ονόματός σου.

Κύριε ελέησον
Δόξα... Kαι νυν...

Πάτερ ημών, ο εν τοις ουρανοίς, αγιασθήτω το όνομά σου, ελθέτω η βασιλεία σου, γενηθήτω το θέλημά σου ως εν ουρανώ και επί της γης. Τον άρτον ημών τον επιούσιον δός ημίν σήμερον και άφες ημίν τα οφειλήματα ημών, ως και ημείς αφίεμεν τοις οφειλέταις ημών, καί μη εισενέγκης ημάς εις πειρασμόν, αλλά ρύσαι ημάς από του πονηρού.
Ιερεύς Ότι σού εστιν η βασιλεία...
Αμήν.
Κύριε ελέησον ιβ'
Δόξα... Και νυν...
Δεύτε προσκυνήσωμεν και προσπέσωμεν τω βασιλεί ημών Θεώ.
Δεύτε προσκυνήσωμεν και προσπέσωμεν Χριστώ τω βασιλεί ημών Θεώ.
Δεύτε προσκυνήσωμεν και προσπέσωμεν αυτώ, Χριστώ τω βασιλεί και Θεώ ημών.

Ψαλμός 50
Ελέησόν με ο Θεός κατά τό μέγα ελεός σου καί κατά τό πλήθος των οικτιρμών σου εξάλειψον τό ανόμημά μου επί πλείον πλύνόν με από τής ανομίας μου καί από τής αμαρτίας μου καθάρισόν με ότι τήν ανομίαν μου εγώ γινώσκω καί η αμαρτία μου ενώπιόν μού εστιν διά παντός σοί μόνω ήμαρτον καί τό πονηρόν ενώπιόν σου εποίησα όπως άν δικαιωθής εν τοίς λόγοις σου καί νικήσης εν τώ κρίνεσθαί σε ιδού γάρ εν ανομίαις συνελήμφθην καί εν αμαρτίαις εκίσσησέν με η μήτηρ μου ιδού γάρ αλήθειαν ηγάπησας τά άδηλα καί τά κρύφια τής σοφίας σου εδήλωσάς μοι ραντιείς με υσσώπω καί καθαρισθήσομαι πλυνείς με καί υπέρ χιόνα λευκανθήσομαι ακουτιείς με αγαλλίασιν καί ευφροσύνην αγαλλιάσονται οστά τεταπεινωμένα απόστρεψον τό πρόσωπόν σου από τών αμαρτιών μου καί πάσας τάς ανομίας μου εξάλειψον καρδίαν καθαράν κτίσον εν εμοί ο Θεός καί πνεύμα ευθές εγκαίνισον εν τοίς εγκάτοις μου μή απορρίψης με από τού προσώπου σου καί τό πνεύμα τό άγιόν σου μή αντανέλης απ' εμού απόδος μοι τήν αγαλλίασιν τού σωτηρίου σου καί πνεύματι ηγεμονικώ στήρισόν με διδάξω ανόμους τάς οδούς σου καί ασεβείς επί σέ επιστρέψουσιν ρύσαί με εξ αιμάτων ο Θεός ο Θεός τής σωτηρίας μου αγαλλιάσεται η γλώσσά μου τήν δικαιοσύνην σου κύριε τά χείλη μου ανοίξεις καί τό στόμα μου αναγγελεί τήν αίνεσίν σου ότι ει ηθέλησας θυσίαν έδωκα άν ολοκαυτώματα ουκ ευδοκήσεις θυσία τώ Θεώ πνεύμα συντετριμμένον καρδίαν συντετριμμένην καί τεταπεινωμένην ο Θεός ουκ εξουθενώσει αγάθυνον κύριε εν τή ευδοκία σου τήν Σιων καί οικοδομηθήτω τά τείχη Ιερουσαλημ τότε ευδοκήσεις θυσίαν δικαιοσύνης αναφοράν καί ολοκαυτώματα τότε ανοίσουσιν επί τό θυσιαστήριόν σου μόσχους

Ψαλμός 69
Ο Θεός, εις την βοήθειάν μου πρόσχες, Κύριε, εις το βοηθήσαι μοι σπεύσον. Αισχυνθήτωσαν και εντραπήτωσαν οι ζητούντες την ψυχήν μου. Αποστραφήτωσαν εις τα οπίσω και καταισχυνθήτωσαν οι βουλόμενοί μοι κακά.Αποστραφήτωσαν παραυτίκα αισχυνόμενοι οι λέγοντές μοι, εύγε, εύγε.Αγαλλιάσθωσαν και ευφρανθήτωσαν επί σο πάντες οι ζητούντές σε, ο Θεός.Και λεγέτωσαν δια παντός, μεγαλυνθήτω ό Κύριος, οι αγαπώντες το σωτήριόν σου.Εγώ δε πτωχός ειμί και πένης, ο Θεός, βοήθησόν μοι.Βοηθός μου και ρύστης μου ει συ, Κύριε, μη χρονίσης.

Ψαλμός 142
Κύριε εισάκουσον τής προσευχής μου ενώτισαι τήν δέησίν μου εν τή αληθεία σου επάκουσόν μου εν τή δικαιοσύνη σου καί μή εισέλθης εις κρίσιν μετά τού δούλου σου ότι ου δικαιωθήσεται ενώπιόν σου πάς ζών ότι κατεδίωξεν ο εχθρός τήν ψυχήν μου εταπείνωσεν εις γήν τήν ζωήν μου εκάθισέν με εν σκοτεινοίς ως νεκρούς αιώνος καί ηκηδίασεν επ' εμέ τό πνεύμά μου εν εμοί εταράχθη η καρδία μου εμνήσθην ημερών αρχαίων καί εμελέτησα εν πάσι τοίς έργοις σου εν ποιήμασιν τών χειρών σου εμελέτων διεπέτασα τάς χείράς μου πρός σέ η ψυχή μου ως γή άνυδρός σοι διάψαλμα ταχύ εισάκουσόν μου κύριε εξέλιπεν τό πνεύμά μου μή αποστρέψης τό πρόσωπόν σου απ' εμού καί ομοιωθήσομαι τοίς καταβαίνουσιν εις λάκκον ακουστόν ποίησόν μοι τό πρωί τό έλεός σου ότι επί σοί ήλπισα γνώρισόν μοι κύριε οδόν εν η πορεύσομαι ότι πρός σέ ήρα τήν ψυχήν μου εξελού με εκ τών εχθρών μου κύριε ότι πρός σέ κατέφυγον δίδαξόν με τού ποιείν τό θέλημά σου ότι σύ εί ο Θεός μου τό πνεύμά σου τό αγαθόν οδηγήσει με εν γή ευθεια ένεκα τού ονόματός σου κύριε ζήσεις με εν τή δικαιοσύνη σου εξάξεις εκ θλίψεως τήν ψυχήν μου καί εν τώ ελέει σου εξολεθρεύσεις τούς εχθρούς μου καί απολείς πάντας τούς θλίβοντας τήν ψυχήν μου ότι εγώ δούλός σού ειμι.

Δοξολογία Μικρά
Δόξα εν υψίστοις Θεώ, και επί γης ειρήνη, εν ανθρώποις ευδοκiα. Υμνούμεν σε, ευλογούμεν σε, προσκυνούμεν σε, δοξολογούμεν σε, ευχαριστούμεν σοι δια την μεγάλην σου δόξαν.Κύριε βασιλεύ, επουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υιέ μονογενές, Ιησού Χριστέ, και άγιον Πνεύμα.Κύριε ο Θεός, ο αμνός του Θεού, ο Υιός του Πατρός, ο αίρων την αμαρτίαν του κόσμου, ελέησον ημάς ο αίρων τας αμαρτίας του κόσμου.Πρόσδεξαι την δέησιν ημών, ο καθήμενος εν δεξιά του Πατρός, και ελέησον ημάς.Ότι συ ει μόνος άγιος, συ ει μόνος Κύριος, Ιησούς Χριστός, εις δόξαν Θεού Πατρός. Αμήν.Καθ' εκάστην ημέραν ευλογήσω σε, και αινέσω το όνομά σου εις τον αιώνα και εις τον αιώνα του αιώνος. Κύριε, καταφυγή εγενήθης ημίν εν γενεά και γενεά. Εγώ είπα, Κύριε, ελέησόν με, ίασαι την ψυχήν μου, ότι ήμαρτόν σοι.Κύριε, προς σε κατέφυγον, δίδαξον με του ποιείν το θέλημά σου, ότι συ ει ο Θεός μου.Ότι παρά σοι πηγή ζωής, εν τω φωτί σου οψόμεθα φως.Παράτεινον το έλεος σου τοις γινώσκουσί σε.Καταξίωσον, Κύριε, εν τη νυκτί ταύτη αναμαρτήτους φυλαχθήναι ημάς.Ευλογητός ει, Κύριε, ο Θεός των πατέρων ημών, και αινετόν και δεδοξασμένον το όνομά σου εις τους αιώνας. Αμήν.Γένοιτο, Κύριε, το έλεος σου εφ' ημάς, καθάπερ ηλπίσαμεν επί σε.Ευλογητός ει, Κύριε, δίδαξόν με τα δικαιώματά σου.Ευλογητός ει, Δέσποτα, συνέτισόν με τα δικαιώματα σου.Ευλογητός ει, Άγιε, φώτισόν με τοις δικαιώμασί σου.Κύριε, το έλεός σου εις τον αιώνα, τα έργα των χειρών σου μη παρίδης.
Σοι πρέπει αίνος, σοι πρέπει ύμνος, σοι δόξα πρέπει, τω Πατρί και τω Υιώ και τω αγίω Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.

Πιστεύω εις ένα Θεόν, Πατέρα, Παντοκράτορα, ποιητήν ουρανού και γης, ορατών τε πάντων και αοράτων.
Και εις έναν Κύριον Ιησούν Χριστόν, τον Υιόν του Θεού τον Μονογενή, τον εκ του Πατρός γεννηθέντα προ πάντων των αιώνων. Φως εκ φωτός, Θεόν αληθινόν εκ Θεού αληθινού γεννηθέντα, ου ποιηθέντα, ομοούσιον τω Πατρί, δι' ου τα πάντα εγένετο. Τον δι' ημάς τους ανθρώπους και διά την ημετέραν σωτηρίαν κατελθόντα εκ των ουρανών και σαρκωθέντα εκ Πνεύματος Αγίου και Μαρίας της Παρθένου και ενανθρωπήσαντα.Σταυρωθέντα τε υπέρ ημών επί Ποντίου Πιλάτου και παθόντα και ταφέντα. Και αναστάντα τη τρίτη ημέρα κατά τας Γραφάς. Και ανελθόντα εις τους Ουρανούς και καθεζόμενον εκ δεξιών του Πατρός. Και πάλιν ερχόμενον μετά δόξης κρίναι ζώντας και νεκρούς, Ου της βασιλείας ουκ έσται τέλος.
Και εις το Πνεύμα το Άγιον, το Κύριον, το Ζωοποιόν , το εκ του Πατρός εκπορευόμενον, το συν Πατρί και Υιώ συμπροσκυνούμενον και συνδοξαζόμενον, το λαλήσαν διά των Προφητών.
Εις Μίαν , Αγίαν, Καθολικήν και Αποστολικήν Εκκλησίαν. Ομολογώ εν Βάπτισμα εις άφεσιν αμαρτιών. Προσδοκώ ανάστασιν νεκρών. Και ζωήν του μέλλοντος αιώνος. Αμήν.

Άξιόν εστιν ως αληθώς μακαρίζειν σε τήν Θεοτόκον, τήν αειμακάριστον καί παναμώμητον καί μητέρα του Θεού ημών. Τήν τιμιοτέραν τών Χερουβείμ καί ενδοξοτέραν ασυγκρίτως τών Σεραφείμ, τήν αδιαφθόρως Θεόν Λόγον τεκούσαν, τήν όντως Θεοτόκον, σε μεγαλύνομεν.

Ήχος πλ. δ' Αυτόμελον
Τό προσταχθέν μυστικώς, λαβών εν γνώσει, εν τή σκηνή τού Ιωσήφ, σπουδή επέστη, ο Ασώματος λέγων τή Απειρογάμω, ο κλίνας τή καταβάσει τούς ουρανούς, χωρείται αναλλοιώτως όλος εν σοί. Όν καί βλέπων εν μήτρα σου, λαβόντα δούλου μορφήν, εξίσταμαι κραυγάζειν σοι, χαίρε, Νύμφη ανύμφευτε!

Ο Ιερεύς ιστάμενος εις τόν σωλέα πρό τής εικόνος τής Θεοτόκου, απαγγέλλει εμμελώς τήν α' στάσιν τών Χαιρετισμών.

Χαράς δοχείον, σοί πρέπει χαίρειν μόνη. Ιωσήφ.

Ποίημα Ιωσήφ τού Υμνογράφου.

Ωδή α' Ήχος δ' Ο Ειρμός
Ανοίξω τό στόμα μου, καί πληρωθήσεται πνεύματος, καί λόγον ερεύξομαι, τή βασιλίδι Μητρί, καί οφθήσομαι, φαιδρώς πανηγυρίζων, καί άσω γηθόμενος, ταύτης τά θαύματα (δίς).

Υπεραγία Θεοτόκε, σώσον ημάς.
Χριστού βίβλον έμψυχον, εσφραγισμένην σε Πνεύματι, Ο μέγας Αρχάγγελος, Αγνή θεώμενος, επεφώνει σοι, Χαίρε χαράς δοχείον, δι' ής τής Προμήτορος αρά λυθήσεται.

Υπεραγία Θεοτόκε, σώσον ημάς.
Αδάμ επανόρθωσις, χαίρε Παρθένε Θεόνυμφε, τού Άδου η Ανέκρωσις, χαίρε πανάμωμε, τό παλάτιον, τού μόνου Βασιλέως. χαίρε θρόνε πύρινε, τού Παντοκράτορος,

Δόξα...
Ρόδον τό αμάραντον, χαίρε η μόνη βλαστήσασα, τό μήλον τό εύοσμον, χαίρε η τέξασα, τό οσφράδιον, τού πάντων Βασιλέως, χαίρε απειρόγαμε, κόσμου διάσωσμα.

Καί νύν...
Αγνείας θησαύρισμα, χαίρε δι' ής εκ τού πτώματος, ημών εξανέστημεν, χαίρε ηδύπνοον, κρίνον Δέσποινα, πιστούς ευωδιάζον, θυμίαμα εύοσμον, μύρον πολύτιμον.

Ωδή γ' Ο Ειρμός
Τούς σούς υμνολόγους Θεοτόκε, ώς ζώσα καί άφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικόν στερέωσον, καί έν θεία δόξη σου, στεφάνων δόξης αξίωσον (δίς).
Υπεραγία Θεοτόκε, σώσον ημάς.
Στάχυν η βλαστήσασα τόν θείον, ως χώρα ανήροτος σαφώς, χαίρε έμψυχε τράπεζα, άρτον ζωής χωρήσασα, χαίρε τού ζώντος ύδατος, πηγή ακένωτος Δέσποινα.

Υπεραγία Θεοτόκε, σώσον ημάς.
Δάμαλις τόν μόσχον η τεκούσα, τόν άμωμον, χαίρε τοίς πιστοίς, χαίρε αμνάς Κυήσασα, Θεού αμνόν τόν αίροντα, κόσμου παντός τά πταίσματα, χαίρε θερμόν ιλαστήριον.

Δόξα...
Όρθρος φαεινός χαίρε η μόνη, τόν Ήλιον φέρουσα Χριστόν, φωτός κατοικητήριον, χαίρε τό σκότος λύσασα, καί τούς ζοφώδεις δαίμονας, ολοτελώς εκμειώσασα.

Καί νύν...
Χαίρε πύλη μόνη ήν ο Λόγος, διώδευσε μόνος η μοχλούς, καί πύλας Άδου Δέσποινα, τώ τόκω σου συντρίψασα, χαίρε η θεία είσοδος, τών σωζομένων πανύμνητε.

Ήχος πλ. δ' Αυτόμελον
Τή υπερμάχω στρατηγώ τά νικητήρια, ως λυτρωθείσα τών δεινών, ευχαριστήρια, αναγράφω σοι η Πόλις σου, Θεοτόκε, αλλ' ώς έχουσα τό κράτος απροσμάχητον, εκ παντοίων με κινδύνων ελευθέρωσον ίνα κράζω σοι, Χαίρε, Νύμφη ανύμφευτε.

Ο Ιερεύς ιστάμενος εις τόν σωλέα πρό τής εικόνος τής Θεοτόκου, απαγγέλλει εμμελώς τήν β' στάσιν τών Χαιρετισμών.

Ωδή δ' Ο Ειρμός
Ό καθήμενος εν δόξη επί θρόνου θεότητος, εν νεφέλη κούφη, ήλθεν Ιησούς ο υπέρθεος, τή ακηράτω παλάμη, καί διέσωσε, τούς κραυγάζοντας. Δόξα Χριστέ, τή δυνάμει σου.

Υπεραγία Θεοτόκε, σώσον ημάς.
Εν φωναίς ασμάτων πίστει, σοί βοώμεν Πανύμνητε, Χαίρε πίον όρος, καί τετυρωμένον εν Πνεύματι, χαίρε λυχνία καί στάμνε, Μάννα φέρουσα, τό γλυκαίνοv, τά τών ευσεβών αισθητήρια.

Υπεραγία Θεοτόκε, σώσον ημάς.
Ιλαστήριον τού κόσμου, χαίρε άχραντε Δέσποινα, χαίρε κλίμαξ γήθεν, πάντας ανυψώσασα χάριτι, χαίρε η γέφυρα όντως, η μετάγουσα, εκ θανάτου πάντας, πρός ζωήν τούς υμνούντάς σε.

Υπεραγία Θεοτόκε, σώσον ημάς.
Ουρανών υψηλοτέρα, χαίρε γής τό θεμέλιον, εν τή σή νηδύϊ, Άχραντε ακόπως βαστάσασα, χαίρε κογχύλη πορφύραν θείαν βάψασα, εξ αιμάτων σου, τώ Bασιλεί τών Δυνάμεων.

Δόξα...
Νομοθέτην η τεκούσα, αληθώς χαίρε Δέσποινα, τόν τάς ανομίας, πάντων δωρεάν εξαλείφοντα, ακατανόητον βάθος, ύψος άρρητον, απειρόγαμε, δι' ής ημείς εθεώθημεν.

Καί νύν...
Σέ τήν πλέξασαν τώ κόσμω, αχειρόπλοκον στέφανον, ανυμνολογούμεν, Χαίρέ σοι Παρθένε κραυγάζοντες, τό φυλακτήριον πάντων καί χαράκωμα, καί κραταίωμα, καί ιερόν καταφύγιον.

Ωδή ε' Ο Ειρμός
Εξέστη τά σύμπαντα, επί τή θεία δόξη σου, σύ γάρ, απειρόγαμε Παρθένε, έσχες εν μήτρα, τόν επί πάντων Θεόν, καί τέτοκας άχρονον Υιόν, πάσι τοίς υμνούσί σε, σωτηρίαν βραβεύοντα.

Υπεραγία Θεοτόκε, σώσον ημάς.
Οδόν η κυήσασα, ζωής χαίρε Πανάμωμε, η κατακλυσμού τής αμαρτίας, σώσασα κόσμον, χαίρε Θεόνυμφε, άκουσμα καί λάλημα φρικτόν, χαίρε ενδιαίτημα, τού Δεσπότου τής κτίσεως.

Υπεραγία Θεοτόκε, σώσον ημάς.
Ισχύς καί οχύρωμα, ανθρώπων χαίρε Άχραντε, τόπε αγιάσματος τής δόξης, νέκρωσις Άδου, νυμφών ολόφωτε, χαίρε τών Αγγέλων χαρμονή, χαίρε η βοήθεια, τών πιστώς δεομένων σου.

Υπεραγία Θεοτόκε, σώσον ημάς.
Πυρίμορφον όχημα, τού Λόγου χαίρε Δέσποινα, έμψυχε Παράδεισε τό ξύλον, εν μέσω έχων ζωής τόν Κύριον, ού ο γλυκασμός ζωοποιεί, πίστει τούς μετέχοντας, καί φθορά υποκύψαντας.

Δόξα...
Ρωννύμενοι σθένει σου, πιστώς αναβοώμέν σοι, Χαίρε πόλις τού Παμβασιλέως, δεδοξασμένα, καί αξιάκουστα, περί ής λελάληνται σαφώς, όρος αλατόμητον, χαίρε βάθος αμέτρητον.

Καί νύν...
Ευρύχωρον σκήνωμα, τού Λόγου χαίρε Άχραντε, κόχλος η τόν, θείον μαργαρίτην, προαγαγούσα, χαίρε πανθαύμαστε, πάντων πρός Θεόν καταλλαγή τών μακαριζόντων σε, Θεοτόκε εκάστοτε.

Ωδή ς' Ο Ειρμός
Τήν θείαν ταύτην καί πάντιμον, τελούντες εορτήν οι θεόφρονες, τής Θεομήτορος, δεύτε τάς χείρας κροτήσωμεν, τόν εξ αυτής τεχθέντα, Θεόν δοξάζοντες (δίς).

Υπεραγία Θεοτόκε, σώσον ημάς.
Παστάς τού Λόγου αμόλυντε, αιτία τής τών πάντων θεώσεως, χαίρε Πανάχραντε, τών Προφητών περιήχημα, χαίρε τών Αποστόλων, τό εγκαλλώπισμα.

Υπεραγία Θεοτόκε, σώσον ημάς.
Εκ σού η δρόσος απέσταξε, φλογμόν πολυθεϊας η λύσασα, όθεν βοώμέν σοι, Χαίρε, ο πόκος ο ένδροσος, όν Γεδεών Παρθένε, προεθεάσατο.

Δόξα...
Ιδού σοι Χαίρε κραυγάζομεν, λιμήν ημίν γενού θαλαττεύουσι καί Ορμητήριον, εν τώ πελάγει τών θλίψεων, καί τών σκανδάλων πάντων, τού πολεμήτορος.

Καί νύν...
Χαράς αιτία χαρίτωσον, ημών τόν λογισμόν τού κραυγάζειν σοι, Χαίρε η άφλεκτος βάτος νεφέλη Ολόφωτε, η τούς πιστούς απαύστως, επισκιάζουσα.

Ήχος πλ. δ' Αυτόμελον
Τή υπερμάχω στρατηγώ τά νικητήρια, ως λυτρωθείσα τών δεινών, ευχαριστήρια, αναγράφω σοι η Πόλις σου, Θεοτόκε, αλλ' ώς έχουσα τό κράτος απροσμάχητον, εκ παντοίων με κινδύνων ελευθέρωσον ίνα κράζω σοι, Χαίρε, Νύμφη ανύμφευτε.

Ο Ιερεύς ιστάμενος εις τόν σωλέα πρό τής εικόνος τής Θεοτόκου, απαγγέλλει εμμελώς τήν γ' στάσιν τών Χαιρετισμών.

Ωδή ζ' Ο Ειρμός
Ουκ ελάτρευσαν, τή κτίσει οι θεόφρονες, παρά τόν κτίσαντα αλλά πυρός απειλήν, ανδρείως πατήσαντες, χαίροντες έψαλλον. Υπερύμνητε, Ο τών Πατέρων Κύριος, καί Θεός ευλογητός εί.

Υπεραγία Θεοτόκε, σώσον ημάς.
Ανυμνούμέν σε, βοώντες Χαίρε όχημα, Ηλίου τού νοητού, άμπελος αληθινή, τόν βότρυν τόν πέπειρον, η γεωργήσασα, οίνον στάζρντα, τόν τάς ψυχάς ευφραίνοντα, τών πιστώς σε δοξαζόντων.

Υπεραγία Θεοτόκε, σώσον ημάς.
Ιατήρα, τών ανθρώπων η κυήσασα χαίρε Θεόνυμφε, ή ράβδος η μυστική, άνθος τό αμάραντον, η εξανθήσασα, χαίρε Δέσποινα, δι' ής χαράς πληρούμεθα, καί ζωήν κληρονομούμεν.

Υπεραγία Θεοτόκε, σώσον ημάς.
Ρητορεύουσα, ου σθένει γλώσσα Δέσποινα, υμνολογήσαί σε, υπέρ γάρ τά Σεραφείμ, υψώθης κυήσασα, τόν Βασιλέα Χριστόν, όν ικέτευε, πάσης νύν βλάβης ρύσασθαι, τούς πιστώς σε προσκυνούντας.

Δόξα...
Ευφημεί σε, μακαρίζοντα τά πέρατα, καί ανακράζει σοι. Χαίρε ο τόμος εν ώ, δακτύλω εγγέγραπται, Πατρός ο Λόγος Αγνή, όν ικέτευε, βίβλω ζωής τους δούλους σου, καταγράψαι Θεοτόκε.

Καί νύν...
Οι δούλοί σου καί κλίνομεν ικετεύομεν, γόνυ καρδίας ημών. Κλίνον τό ούς σου Αγνή, καί σώσον τούς θλίψεσι, βυθιζόμενους ημάς, καί συντήρησον, πάσης εχθρών αλώσεως, τήν σήν Πόλιν Θεοτόκε.

Ωδή η' Ο Ειρμός
Παίδας ευαγείς εν τή καμίνω, ο τόκος τής Θεοτόκου διεσώσατο, τότε μέν τυπούμενος. νύν δέ ενεργούμενος, τήν οικουμένην άπασαν, αγείρει ψάλλουσαν, τόν Κύριον υμνείτε τά έργα, καί υπερυψούτε, εις πάντας τούς αιώνας.

Υπεραγία Θεοτόκε, σώσον ημάς.
Νηδύϊ τόν Λόγον υπεδέξω, τόν πάντα βαστάζοντα εβάστασας, γάλακτι εξέθρεψας, νεύματι τόν τρέφοντα, τήν οικουμένην άπασαν, Αγνή ώ ψάλλομεν. Τόν Κύριον υμνείτε τά έργα, καί υπερυψούτε, εις πάντας τούς αιώνας.

Υπεραγία Θεοτόκε, σώσον ημάς.
Μωσής κατενόησεν εν βάτω, τό μέγα μυστήριον τού τόκου σου. Παίδες προεικόνισαν, τούτο εμφανέστατα μέσον πυρός ιστάμενοι, καί μή φλεγόμενοι, ακήρατε αγία Παρθένε, όθεν σε υμνούμεν, εις πάντας τούς αιώνας.

Υπεραγία Θεοτόκε, σώσον ημάς.
Οι πρώην απάτη γυμνωθέντες, στολήν αφθαρσίας ενεδύθημεν, τή κυοφορία σου, καί οι καθεζόμενοι, εν σκότει παραπτώσεων, φώς κατωπτεύσαμεν, φωτός κατοικητήριον, Κόρη, όθεν σε υμνούμεν, εις πάντας τούς αιώνας.

Δόξα...
Νεκροί διά σού ζωοποιούνται, ζωήν γάρ τήν ενυπόστατον εκύησας, εύλαλοι οι άλαλοι, πρώην χρηματίζοντες, λεπροί αποκαθαίρονται, νόσοι διώκονται, πνευμάτων αερίων τά πλήθη, ήττηνται Παρθένε, βροτώνη σωτηρία.

Καί νύν...
Η κόσμω τεκούσα σωτηρίαν, δι' ής από γής εις ύψος ήρθημεν, χαίροις παντευλόγητε, σκέπη καί κραταίωμα, τείχος καί οχύρωμα, τών μελωδούντων Αγνή. Τόν Κύριον υμνείτε τά έργα, καί υπερυψούτε, εις πάντας τούς αιώνας.

Ωδή θ' Ο Ειρμός
Άπας γηγενής, σκιρτάτω τώ πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, αϋλων Νόων, φύσις γεραίρουσα, τήν ιεράν πανήγυριν, τής Θεομήτορος, καί βοάτω. Χαίροις παμμακάριστε, Θεοτόκε Αγνή, αειπάρθενε.

Υπεραγία Θεοτόκε, σώσον ημάς.
Ίνα σοι πιστοί, τό Χαίρε κραυγάζωμεν, οι διά σού τής χαράς, μέτοχοι γενόμενοι, τής αϊδίου, ρύσαι ημάς πειρασμού, βαρβαρικής αλώσεως, καί πάσης άλλης πληγής, διά πλήθος, Κόρη παραπτώσεων, επιούσης βροτοίς αμαρτάνουσιν.

Υπεραγία Θεοτόκε, σώσον ημάς.
Ώφθης φωτισμός, ημών καί βεβαίωσις, όθεν βοώμέν σοι. Χαίρε άστρον άδυτον, εισάγον κόσμω, τόν μέγαν Ήλιον, χαίρε Εδέμ ανοίξασα, τήν κεκλεισμένην Αγνή, χαίρε στύλε, πύρινε εισάγουσα, εις τήν άνω ζωήν τό ανθρώπινον.

Υπεραγία Θεοτόκε, σώσον ημάς.
Στώμεν ευλαβώς, εν οίκω Θεού ημών, καί εκβοήσωμεν. Χαίρε κόσμου Δέσποινα, χαίρε Μαρία, Κυρία πάντων ημών, χαίρε ή μόνη άμωμος, εν γυναιξί καί καλή, χαίρε σκεύος, μύρον τό ακένωτον, επί σέ κενωθέν εισδεξάμενον.

Δόξα...
Η περιστερά, η τόν ελεήμονα αποκυήσασα, χαίρε αειπάρθενε Οσίων πάντων, χαίρε τό καύχημα, τών Αθλητών στεφάνωμα, χαίρε απάντων τε, τών Δικαίων, θείον εγκαλλώπισμα, καί ημών τών πιστών τό διάσωσμα.

Καί νύν...
Φείσαι ο Θεός, τής κληρονομίας σου, τάς αμαρτίας ημών, πάσας παραβλέπων νύν, εις τούτο έχων, εκδυσωπούσάν σε, τήν επί γής ασπόρως σε, κυοφορήσασαν, διά μέγα έλεος θελήσαντα, μορφωθήναι Χριστέ, τό αλλότριον.

Είτα τό Κοντάκιον δίχορον αργώς.

Ήχος πλ. δ' Αυτόμελον
Τή υπερμάχω στρατηγώ τά νικητήρια, ως λυτρωθείσα τών δεινών, ευχαριστήρια, αναγράφω σοι η Πόλις σου, Θεοτόκε, αλλ' ώς έχουσα τό κράτος απροσμάχητον, εκ παντοίων με κινδύνων ελευθέρωσον ίνα κράζω σοι, Χαίρε, Νύμφη ανύμφευτε.

Ο Ιερεύς ιστάμενος εις τόν σωλέα πρό τής εικόνος τής Θεοτόκου, απαγγέλλει εμμελώς τήν δ' στάσιν τών Χαιρετισμών.

Είτα τό Κοντάκιον δίχορον αργώς.

Ήχος πλ. δ' Αυτόμελον
Τή υπερμάχω στρατηγώ τά νικητήρια, ως λυτρωθείσα τών δεινών, ευχαριστήρια, αναγράφω σοι η Πόλις σου, Θεοτόκε, αλλ' ώς έχουσα τό κράτος απροσμάχητον, εκ παντοίων με κινδύνων ελευθέρωσον ίνα κράζω σοι, Χαίρε, Νύμφη ανύμφευτε.

Άγιος ο Θεός, άγιος ισχυρός, άγιος αθάνατος ελέησον ημάς (εκ τρίτου).
Δόξα... Kαι νυν...
Παναγία Τριάς, ελέησον ημάς. Κύριε, ιλάσθητι ταις αμαρτίαις ημών Δέσποτα, συγχώρησον τας ανομίας ημίν. Άγιε, επίσκεψαι και ίασαι τας ασθενείας ημών,ένεκεν του ονόματός σου.
Κύριε ελέησον
Δόξα... Kαι νυν...
Πάτερ ημών, ο εν τοις ουρανοίς, αγιασθήτω το όνομά σου, ελθέτω η βασιλεία σου, γενηθήτω το θέλημά σου ως εν ουρανώ και επί της γης. Τον άρτον ημών τον επιούσιον δός ημίν σήμερον και άφες ημίν τα οφειλήματα ημών, ως και ημείς αφίεμεν τοις οφειλέταις ημών, καί μη εισενέγκης ημάς εις πειρασμόν, αλλά ρύσαι ημάς από του πονηρού.
Ιερεύς Ότι σού εστιν η βασιλεία...

Τή υπερμάχω στρατηγώ τά νικητήρια, ως λυτρωθείσα τών δεινών, ευχαριστήρια, αναγράφω σοι η Πόλις σου, Θεοτόκε, αλλ' ώς έχουσα τό κράτος απροσμάχητον, εκ παντοίων με κινδύνων ελευθέρωσον ίνα κράζω σοι, Χαίρε, Νύμφη ανύμφευτε.

Κύριε έλέησον μ'

Ο εν παντί καιρώ και πάση ώρα εν ουρανώ και επί γης προσκυνούμενος και δοξαζόμενος Χριστός ο Θεός, ο μακρόθυμος, ο πολυέλεος, ο πολυέσπλαγχνος, ο τους δικαίους αγαπών και τους αμαρτωλούς ελεών, ο πάντας καλών προς σωτηρίαν διά της επαγγελίας των μελλόντων αγαθών , αυτός. Κύριε, πρόσδεξαι και ημών εν τη ώρα ταύτη τας εντεύξεις και ίθυνον την ζωήν ημών προς τας εντολάς σου. Τας ψυχάς ημών αγίασον, τα σώματα άγνισον , τους λογισμούς διόρθωσον, τας εννοίας κάθαρον και ρύσαι ημάς από πάσης θλίψεως, κακών και οδύνης. Τείχισον ημάς αγίοις σου Αγγέλοις, ίνα τη παρεμβολή αυτών φρουρούμενοι και οδηγούμενοι καταντήσωμεν εις την ενότητα της πίστεως και εις την επίγνωσιν της απροσίτου σου δόξης, ότι ευλογητός ει εις τους αιώνας των αιώνων. Αμήν.
Κύριε ελέησον γ'
Δόξα... Και νυν...
Τήν Τιμιωτέραν τών Χερουβείμ, καί ενδοξοτέραν ασυγκρίτως τών Σεραφείμ, τήν αδιαφθόρως Θεόν Λόγον τεκούσαν, τήν όντως Θεοτόκον, σέ μεγαλύνομεν.

Εν ονόματι Κυρίου, ευλόγησον Πατερ.
Ιερεύς Ο Θεός οικτειρήσαι ημάς καί ευλογήσαι ημάς...

Κύριε έλέησον (γ') καί πρέσβευε υπέρ ημών Παναγία Παρθένε.

Άσπιλε, αμόλυντε, άφθορε, άχραντε, αγνή Παρθένε, Θεόνυμφε Δέσποινα, η Θεόν Λόγον τοις ανθρώποις τη παραδόξω σου κυήσει ενώσασα και την απωσθείσαν φύσιν του γένους ημών τοις ουρανίοις συνάψασα, η των απηλπισμένων μόνη έλπις και των πολεμουμένων βοήθεια, η ετοίμη αντίληψις των εις σε προστρεχόντων, και πάντων των Χριστιανών το καταφύγιον, μη βδελύξη με τον αμαρτωλόν, τον εναγή, τόν αισχροίς λογισμοίς και λόγοις και πράξεσιν όλον εμαυτόν αχρειώσαντα, και των ηδονών του βίου, ραθυμία γνώμης, δούλον γενόμενον, αλλ' ως του φιλανθρώπου Θεού Μήτηρ, φιλανθρώπως σπλαγχνίθητι επ' εμοί τω αμαρτωλώ και ασώτω, και δέξαι μου την εκ ρυπαρών χειλέων προσφερομένην σοι δέησιν, και τον σον Υιόν , και ημών Δεσπότην και Κύριον, τη μητρική σου παρρησία χρωμένη δυσώπησον, ίνα άνοιξη καμοί τα φιλάνθρωπα σπλάγχνα της αυτού αγαθότητος και, παριδών μου τα αναρίθμητα πταίσματα, επιστρέψη με προς μετάνοιαν και των αυτού εντολών εργάτην δόκιμον αναδείξη με. Και πάρεσό μοι αεί ως ελεήμων και συμπαθής και φιλάγαθος, εν μεν τω παρόντι βίω θερμή προστάτις και βοηθός, τας των εναντίων εφόδους αποτειχίζουσα και προς σωτηρίαν καθοδηγούσα με, και εν τω καιρώ της εξόδου μου την αθλίαν μου ψυχήν περιέπουσα και τας σκοτεινάς όψεις των πονηρών δαιμόνων πόρρω αυτής απελαύνουσα, εν δε τη φοβερά ήμερα της κρίσεως, της αιωνίου με ρυομένη κολάσεως, και της απορρήτου δόξης του σου Υιού και Θεού ημών κληρονόμον με αποδεικνύουσα. 'Ης και τύχοιμι, Δέσποινα μου, υπεραγία Θεοτόκε, δια της σης μεσιτείας και αντιλήψεως, χάριτι και φιλανθρωπία του μονογενούς Υιού, του Κυρίου και Θεού και Σωτήρος ημών Ιησού Χριστού, ω πρέπει πάσα δόξα, τιμή και προσκύνησις, συν τω ανάρχω αυτού Πατρί και τω παναγίω και αγαθώ και ζωοποιώ αυτού Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.

Και δος ημίν, Δέσποτα, προς ύπνον απιούσιν , ανάπαυσιν σώματος και ψυχής, και διαφύλαξον ημάς από του ζοφερού ύπνου της αμαρτίας και από πάσης σκοτεινής και νυκτερινής ηδυπαθείας. Παύσον τας ορμάς των παθών , σβέσον τα πεπυρωμένα βέλη του πονηρού τα καθ' ημών δολίως κινούμενα. Τας της σαρκός ημών επαναστάσεις κατάστειλον και παν γεώδες και υλικόν ημών φρόνημα κοίμισαν. Και δώρησαι ημίν, οΘεός, γρήγορον νουν, σώφρονα λογισμόν, καρδίαν νήφουσαν , ύπνον ελαφρόν και πάσης σατανικής φαντασίας απηλλαγμένον. Διανάστησον δε ημάς εν τω καιρώ της προσευχής εστηριγμένους εν ταις εντολαίς σου και την μνήμην των σων κριμάτων εν εαυτοίς απαράθραυστον έχοντας. Παννύχιον ημίν την σην δοξολογίαν χάρισαι εις το υμνείν και ευλογείν και δοξάζειν το πάντιμον και μεγαλοπρεπές όνομα σου, του Πατρός και του Υιού και του αγίου Πνεύματος, νυν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.

Υπερένδοξε, αειπάρθενε, ευλογημένη Θεοτόκε, προσάγαγε την ημετέραν προσευχήν τω Υιώ σου και Θεώ ημών , και αίτησαι ίνα σώση δια σου τας ψυχάς ημών.

Η ελπίς μου ο Πατήρ, καταφυγή μου ο Υιός, σκέπη μου το Πνεύμα το άγιον, Τριάς αγία, δόξα σοι.

Την πάσαν ελπίδα μου εις σε ανατίθημι, Μήτηρ του Θεού, φύλαξόν με υπό την σκέπην σου.

Είτα ο Ιερεύς λέγει (αποκρινομένων ημών τό Κύριε, ελέησον, συνεχώς).
Ευξώμεθα υπέρ ειρήνης τού κόσμου.
Υπερ τών ευσεβών καί ορθοδόξων Χριστιανών.
Υπέρ τού Αρχιεπισκόπου ημών (δείνος) καί πάσης τής εν Χριστώ ημών αδελφότητος.
Υπέρ τού ευσεβούς ημών έθνους.
Υπέρ ευοδώσεως καί ενισχύσεως τού φιλοχρίστου στρατού.
Υπερ τών απολειφθέντων πατέρων, καί αδελφών ημών.
Υπερ τών διακονούντων καί διακονησάντων ημίν.
Υπέρ τών μισούντων καί αγαπώντων ημάς.
Υπερ τών εντειλαμένων ημίν τοίς αναξίοις εύχεσθαι υπέρ αυτών.
Υπέρ αναρρύσεως τών αιχμαλώτων.
Υπερ τών εν θαλάσση καλώς πλεόντων.
Υπέρ τών εν ασθενείαις κατακειμένων.
Ευξώμεθα καί υπέρ ευφορίας τών καρπών τής γής.
Καί υπέρ πάντων τών προαναπαυσαμένων πατέρων καί αδελφών ημών, τών ενθάδε ευσεβώς κειμένων, καί απανταχού Ορθοδόξων.
Είπωμεν καί υπέρ εαυτών, τό Κύριε, ελέησον, (γ' ).

Ήχος γ'
Τήν ωραιότητα τής Παρθενίας σου, καί τό υπέρλαμπρον τό τής αγνείας σου, ο Γαβριήλ καταπλαγείς, εβόα σοι Θεοτόκε, Ποίόν σοι εγκώμιον, προσαγάγω επάξιον, τί δέ ονομάσω σε; απορώ καί εξίσταμαι. Διό ως προσετάγην βοώ σοι, Χαίρε, η Κεχαριτωμένη.

ο Ιερεύς Δι' ευχών... Αμήν.

About the author