Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1758
https://www.proseyxi.com

Παρακλητικός κανών εις τον Μέγα Αθανάσιο Empty Παρακλητικός κανών εις τον Μέγα Αθανάσιο

Σαβ Ιαν 19, 2013 2:34 am
Παρακλητικός Κανών εις τον εν Αγίοις Πατέρα ημών Αθανάσιον τον Μέγα Πατριάρχην Αλεξανδρείας

Παρακλητικός κανών εις τον Μέγα Αθανάσιο 1-148410

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τά Τροπάρια.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τὸν Ἱεράρχην καὶ Ποιμένα τὸν ἄκακον, οἱ διαφόροις πειρασμοῖς συνεχόμενοι, ἐκλιπαροῦντες κράξωμεν ἐκ βάθους ψυχῆς. Πάτερ Ἀθανάσιε, ἱκεσίαις σου ῥῦσαι, ἡμᾶς ἐκ περιστάσεως, νόσων τε καὶ κινδύνων, καὶ πάσης ἄλλης βλάβης καὶ φθορᾶς, ὡς παῤῥησίαν ἔχων πρὸς Κύριον.

Δόξα. Τό αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Τῇ Θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν, ἁμαρτωλοὶ καὶ ταπεινοὶ καὶ προσπέσωμεν, ἐν μετανοίᾳ κράζοντες ἐκ βάθους ψυχῆς• Δέσποινα βοήθησον, ἐφ’ ἡμῖν σπλαγχνισθεῖσα• σπεῦσον ἀπολλύμεθα, ὑπὸ πλήθους πταισμάτων• μὴ ἀποστρέψῃς Σοὺς δούλους κενούς• Σὲ γὰρ μόνην ἐλπίδα κεκτήμεθα.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Καὶ ὀ Κανών, οὗ ἡ ἀκροστιχίς
Ἀθανάσιον ὑμνῶν, ἀρετὴν αἰνῶ.

Ὠδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.

Ἀνατολῆς τῶν ἀρετῶν γενόμενος, ἥλιος ἄδυτος, Ἀθανάσιε Πάτερ, τοῖς νῦν πρὸς τὴν σκέπην σου, ἐν πίστει καταφεύγουσι, φωτισμὸν σωτηρίας μετάδος ταῖς σαῖς δεήσεσι, λύων τὴν ἀχλὺν τῶν παθῶν ἡμῶν.

Θηριωδῶς τε καὶ ἀσέμνως ἅπαντα, σχεδὸν τὸν βίον μου, καταδαπανήσας ὁ μωρὸς καὶ ἄσωτος, εἰς ἐμαυτὸν γενόμενος, τῇ πηγῇ σου προστρέχω, καὶ σοὶ βοῶ, Ἀθανάσιε, σῶσόν με θερμαῖς σου δεήσεσιν.

Ἀξιοχρέως τὴν ὠδὴν ὑφαίνομεν, πηγῇ σου τῇ ἱερᾷ• διὸ καὶ πρὸς ταύτην, Πάτερ Ἀθανάσιε, ἐν πίστει καταφεύγομεν, ἐξαιτούμενοι χάριν, ἡμῖν δοθῆναι καὶ ἄφθονον, ῥῶσιν δι’ αὐτῆς τῶν παθῶν ἡμῶν.

Θεοτοκίον.
Στρέψον ἐμοὶ τὸν κοπετὸν τῆς νόσου μου, εἰς ὑγείας χαράν• τὸν σκοτεινὸν σάκκον, τὸν τῆς καχεξίας μου, Παρθένε διαῤῥήξασα, τὴν φαιδρὰν εὐεξίας, περίζωσον εὐφροσύνην με, καὶ ἀγαλλιάσεως πλήρωσον.


Ὠδὴ γ΄. Ὁ στερεώσας κατ’ ἀρχάς.
Νῦν τὸν κακὸν ὁ ἀγαθός, τὸν ἐν πολλῇ ἀσπλαγχνίᾳ, ὁ ἀκένωτος κρατὴρ τοῦ ἐλέους τὸν αἰσχρὸν τὸν ῥυπαρόν, ὁ καθαρὸς ἀπόπλυνον, Ἀθανάσιε Πάτερ, καὶ ταῖς πρεσβείαις σου σῶσόν με.

Ἀειλαμπὴς ὥσπερ ἀστήρ, ἀνατολαῖς τῶν θαυμάτων, καταγαύσας τὴν ὑφήλιον πᾶσαν, τῶν παθῶν ἡμῶν σοφέ, τὸν σκοτασμὸν ἀπέλασον, καὶ πειρασμῶν ὁμίχλην, ταῖς σαῖς λιταῖς διασκέδασον.

Σὲ ἀνυμνῶ πανευλαβῶς καὶ γοερῶς ἱκετεύω, ἐξελοῦ με ἐκβοῶν τὸν σὸν δοῦλον, Ἀθανάσιε σοφέ, κινδύνων τε καὶ θλίψεων, ταῖς θείαις σου πρεσβείαις, καὶ τῆς μελλούσης κολάσεως.

Θεοτοκίον.
Εἰ καὶ κατήντησα Σεμνή, εἰς λάκκον ταλαιπωρίας, καὶ εἰς βόθρον ἀπογνώσεως ὅλος• ἀλλ’ εἰδώς Σου τὴν πολλὴν καὶ ἄμετρον συμπάθειαν, χεῖράς Σοι ἀνατείνω• ὅθεν οἰκτείρασα σῶσόν με.


Διάσωσον, ἀπὸ παντοίων κινδύνων καὶ θλίψεων, Ἱεράρχα, τοὺς τὴν σὴν γεραίροντας πηγὴν τὴν σωτήριον, ὡς ἔχων παῤῥησίαν ἐν Κυρίῳ.

Ἐπίβλεψον ἐν εὐμενείᾳ, Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Αῖτησις καὶ τὸ Κάθισμα.
Ἦχος γ΄. Τὴν ὡραιότητα.

Τὴν τῶν αἱρέσεων πλάνην διήλεγξας, καὶ τὴν Ὀρθόδοξον πίστιν ἐτράνωσας, ὡς Ἱεράρχης εὐσεβής, ἐκήρυξας ἐν τῷ κόσμῳ, μίαν τὴν θεότητα, ἐν Τριάδι γνωρίζεσθαι, φύσει ὁμοούσιον, καὶ προσώποις ἀσύγχυτον• διὸ καὶ συνελθόντες ἐν πίστει, Ἀθανάσιε Πάτερ, τελοῦμεν τὴν μνήμην σου.


Ὠδὴ δ΄. Σύ μου ἰσχὺς Κύριε.
Ἱλαστικά, δέχου σοῦ δούλου ἐγκώμια, Ὀρθοδόξων στύλε καὶ κραταίωμα, καὶ καταφύγιον ἀψευδές, καὶ κατεγνωσμένῳ ἐμοὶ γενοῦ ἱλαστήριον, καὶ ῥῦσαί με ἐκ τοῦ Ἅδου, τῆς πικρᾶς καταδίκης, ταῖς λιταῖς σου, σοφὲ Ἀθανάσιε.

Ὁ στεναγμούς, Νινευϊτῶν προσδεξάμενος, Παντοκράτωρ Θεός τε καὶ Κύριος, τὴν ὀφειλὴν τῶν ἁμαρτιῶν, πᾶσαν τὴν ἐκείνων, ἀφῆκε, Πάτερ, ὡς εὔσπλαγχνος. Διὸ σὲ ἱκετεύω, ἐξιλέωσον Τοῦτον, παραβλέψαι κἀμοῦ τὰ ἐγκλήματα.

Νόσου δεινῆς, πυρὸς σεισμοῦ τε καὶ θλίψεως, καὶ παντοίας βλάβης, Ἀθανάσιε, τὸν σὸν οἰκέτην ἐκλιπαρῶ, ἀπάλλαξον τάχος, ταῖς πρὸς Θεὸν ἱκεσίαις σου, καὶ ῥῦσαι με τῆς τούτων χαλεπῆς τυραννίδος, καὶ θανάτου ἀώρου ἐξάρπασον.

Θεοτοκίον.
Ῥῶσιν ψυχῆς, ῥῶσίν μοι σώματος δώρησαι, ἵνα πράττω καὶ ποιῶ τὸ θέλημα, τοῦ Σοῦ Υἱοῦ φόβῳ καὶ χαρᾷ· καὶ γὰρ ἐξισχύεις, ὡς Μήτηρ οὖσα τοῦ Κτίστου μου, καὶ πράττεις ὅσα θέλεις, τοῖς ἐν πίστει καὶ πόθῳ τῇ Σῇ σκέπῃ, Παρθένε, προστρέχουσιν.


Ὠδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Ὑλακὴν τὴν Ἀρείου, τοῦ παραφρονήσαντος σοφῶς ἐφίμωσας, τοῦ Πατρὸς τὸν Λόγον, ὁμοούσιον σὺ Ἀθανάσιε, ἐκδιδάξας σέβειν• Ὅν ἱλεούμενος μὴ παύσῃ, ἀβλαβεῖς συντηρεῖσθαι τοὺς δούλους σου.

Μὴ παρίδῃς με Πάτερ, πλείσταις περιστάσεσι, ζάλαις καὶ θλίψεσι, πανταχόθεν, οἴμοι, συνεχόμενον καὶ πιεζόμενον, ἀλλὰ φρούρησόν με, ὑπὸ τὴν σκέπην σου τὴν θείαν, καὶ ταῖς θεῖαις πρεσβείαις σου σῶσόν με.

Νομοθέτης κατέστης, καὶ τῶν εὐσεβούντων, φωστήρ Ἀθανάσιε• διό σοι βοῶμεν, ταῖς λιταῖς σου ἡμᾶς καθοδήγησον, εἰς ὁδὸν εὐθεῖαν, τῶν τοῦ Κυρίου θελημάτων, καὶ κακίας δαιμόνων ἐξάρπασον.

Θεοτοκίον.
Ἁμαρτίαις ἐπαύξω, ἄλλας ἁμαρτίας, ὁ τλήμων ἑκάστοτε, καὶ ἐπισυνάγω, τῆς γεέννης τὸ πῦρ τὸ ἀνήκουστον, ἐν τῇ παναθλίᾳ ἐμοῦ ψυχῇ, ἀφ’ οὗ με ῥῦσαι, πρὸς τῆς πείρας ἐκείνης, Πανάμωμε.


Ὠδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.
Ὦ Ἱεράρχα Χριστοῦ, τοὺς ὁμωνύμους σοι φύλαττε, καὶ πάντας τοὺς εὐσεβεῖς, τοὺς εἰς τὴν ζωήρυτον, πηγήν σου προστρέχοντας, ἐκ παντὸς κινδύνου, σαῖς λιταῖς καὶ περιστάσεων.

Νοσήματα χαλεπά, ἐξ ἐμοῦ ποίησον πάνσεπτε, παρακαλῶ σε θερμῶς, καὶ πᾶσαν τὴν κάκωσιν, ψυχῆς τε καὶ σώματος, ταῖς θείαις λιταῖς σου, καὶ κινδύνους καταδίωξον.

Ἀνύσας ἐπὶ τῆς γῆς, μεγάλους ἄθλους, μακάριε, δεινῶν ἡμᾶς φοβε-ῶν, καὶ πάσης κακώσεως, ἐκλύτρωσαι τάχιον, ταῖς πρὸς τὸν Σωτῆρα, πανιέροις σου δεήσεσι.

Θεοτοκίον.
Φωτὶ ἀπείρῳ τοῦ Σοῦ, προσώπου με καταλάμπρυνον, Παρθενομῆτορ Ἁγνή, βυθοῦ ἀπογνώσεως ἀεὶ ἀπαλλάττουσα, καὶ πρὸς μετανοίας τοὺς λιμένας ἐμβιβάζουσα.


Διάσωσον, ἀπὸ παντοίων κινδύνων καὶ θλίψεων, Ἱεράρχα, τοὺς τὴν σὴν γεραίροντας Πηγὴν τὴν σωτήριον, ὡς ἔχων παῤῥησίαν ἐν Κυρίῳ.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν, τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Αἴτησις καὶ τὸ Κοντάκιον.  
Ἦχος δ΄. Προστασία τῶν Χριστιανῶν.

Προστάτα τῶν πιστῶν ἀκαταίσχυντε, καὶ ἱκέτα πρὸς Χριστὸν Ἱερώτατε, μὴ παρίδῃς, Ἀθανάσιε τῶν σὲ ὑμνούντων φωνάς, ἀλλὰ σπεῦσον ἀγαθέ, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοι• τάχυνον ὡς οἰκτίρμων, καὶ ῥῦσαι δεινῶν παντοίων, καὶ λοιμικῶν ἀσθενειῶν, ταῖς πρὸς τὸν Κτίστην πρεσβείαις σου.


Προκείμενον.
Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Στ. Ἀκούσατε ταῦτα πάντα τὰ ἔθνη, ἐνωτίσασθε πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην.

Εὐαγγέλιον ἐκ τοῦ κατὰ Ἰωάννην (Κεφ. ι΄ 9 – 16).

Εἶπεν ὁ Κύριος· ἐγώ εἰμι ἡ θύρα• δι᾽ ἐμοῦ ἐάν τις εἰσέλθῃ σωθήσεται καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται καὶ νομὴν εὑρήσει. Ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ• ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσιν καὶ περισσὸν ἔχωσιν. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός• ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων• ὁ μισθωτὸς καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ ἔστιν τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησιν τὰ πρόβατα καὶ φεύγει καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει τὰ πρόβατα. Ὁ δὲ μισθωτὸς φεύγει, ὅτι μισθωτός ἐστιν καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν· καθὼς γινώσκει με ὁ Πατὴρ, κἀγὼ γινώσκω τὸν Πατέρα• καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης• κἀκεῖνα δεῖ με ἀγαγεῖν καὶ τῆς φωνῆς μου ἀκούσουσιν καὶ γενήσονται μία ποίμνη, εἷς ποιμήν.

Δόξα...
Ταῖς τοῦ Ἱεράρχου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν...
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.


Στίχ. Ἐλέησόν με ὁ Θεός...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Πολλοῖς συνεχόμενος, νῦν πειρασμοῖς ὁ παντλήμων, πρὸς σὲ Ἀθανάσιε, καταφεύγω σῶσόν με, τὸν ἀνάξιον, τὸν πολλὰ πταίσαντα• ὡς οὐδεὶς ἄλλος γάρ, ἐν ἀνθρώποις ἐπλημμέλησα• διὸ τὴν θείαν σου, χάριν ἐξαιτῶ ὁ πανάθλιος, προφθάσας σύ με οἴκτειρον, σαῖς πρὸς τὸν Δεσπότην δεήσεσι• καὶ μὴ μὲ ἐάσῃς, εἰς τέλος κινδυνεύειν τὸν εἰς σέ, πᾶσαν ἐλπίδα μου θέμενον, πιστῶν τὸ διάσωσμα.


Ὠδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ῥύεις Πάτερ καὶ σώζεις, ταῖς θερμαῖς σου πρεσβείαις τοὺς πεφευγότας εἰς σέ• καὶ γὰρ εἰ μὴ ἐφρούρεις, ἡμᾶς τοὺς σοὺς οἰκέτας, ἀπολώλαμεν ἅπαντες, καὶ ἐγενήθημεν ἂν, κατάβρωμα δαιμόνων.

Ἐπηρείας παντοίας, Ἀθανάσιε Πάτερ, πιστῶν τὸ καύχημα, κινδύνων ἀδοκήτων, καὶ λύπης τὸν σὸν δοῦλον, ταῖς πρεσβείαις σου λύτρωσαι, καὶ ἐκ ποικίλων ἀεὶ ἀσθενειῶν με ῥῦσαι.

Τὴν ψυχήν μου, ὦ Πάτερ, κατανύξεως πλῆσον, καὶ εὐλαβείας θερμῆς, τὴν θείαν ὅπως βρέχω, εἰκόνα σου θεόφρον, ταῖς ῥοαῖς τῶν δακρύων μου, καὶ ἀποπλύνω ἀεὶ τὸν ῥύπον τῶν παθῶν μου.

Θεοτοκίον.
Ἐξ ἱδρώτων καὶ κόπων, στεναγμῶν τε καρδίας, Θεογεννήτρια, συναίσθησις γεννᾶται, ἀπάθεια δ’ ἐκ ταύτης, ἧς καὶ φθάσαι τοὺς πρόποδας, ἀξιωθείην ἐγὼ, ὁ πταίσας ὑπὲρ πάντας.


Ὠδὴ η΄. Τὸν Βασιλέα.
Ἡ ζωηφόρος, καὶ γλυκυτάτη πηγή σου, διαλύει Ἀθανάσιε Πάτερ, νόσους καὶ κινδύνους, ταῖς πρὸς Θεὸν εὐχαῖς σου.

Νόσων παντοίων, τοὺς προσκυνοῦντας ἐν πόθῳ, τὴν πανσέβαστον εἰκόνα σου θεόφρον, ῥῦσαι θλίψεων καὶ πόνων, λιταῖς σου Ἱεράρχα.

Ἀθανασίου, τῷ ἰατρείῳ προσφεύγω, πρὸς αὐτὸν γοερῶς ἀνακράζων, ῥῦσαι με ὦ Πάτερ, κινδύνων ταῖς εὐχαῖς σου.

Θεοτοκίον.
Ἵνα δοξάζω, καὶ προσκυνῶ μετὰ δέους, Σοῦ τὸ πάνσεπτον ὄνομα Κόρη, θλίψεώς με πάσης, ἐκλύτρωσαι καὶ βλάβης.


Ὠδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
Ἱκέτην σε καὶ πρέσβυν πρὸς τὸν Θεόν, πρεσβευσόμενον Πάτερ, συγχώρησιν ἁμαρτιῶν, καὶ τῶν ὀφλημάτων καὶ τῶν χρεῶν, ἀποκοπὰς αἰτούμενον, θείους μιμησάμενον οἰκτιρμούς, προβάλλομαι προθύμως, ἐλπίδι τῆς πρεσβείας, τῆς σῆς Θεόφρον στηριζόμενος.

Νυμφῶνος ἀθανάτου ἐπιτυχεῖν, καὶ τρυφῆς Παραδείσου ἀξίωσον τὸν ἐπὶ γῆς, θεῖόν σε προστάτην μετὰ Θεόν, θεῖον ἱκέτην ἔχοντα, ὑπέρμαχον μέγαν καὶ ἰατρόν• διὸ ἐνδιαθέτως, τολμῶντα ταῦτα λέγειν, σῶσόν με Πάτερ ταῖς πρεσβείαις σου.

Ὦ πόσης εὐφροσύνης καὶ φωτισμοῦ, καὶ χαρᾶς ὑπερμέτρου πληρούμεθα! σοῦ τῇ σεπτῇ, Πηγῇ προσπελάζοντες εὐλαβῶς• προῤῥέει γὰρ οὐράνιον, καὶ θεῖον, Ἀθανάσιε γλυκασμόν, διώκοντα τὰ πάθη, τῶν πόθῳ σε τιμώντων, καὶ τὴν ὑγιείαν δωρούμενον.

Θεοτοκίον.
Μαρία Θεοτόκε Σὺ τῆς ἐμῆς, ταλαιπώρου καρδίας τὰ τραύματα καὶ τῆς ψυχῆς, ἕλκη τὰ δυσίατα καὶ πολλά, καὶ τῆς σαρκός μου Δέσποινα, θείᾳ ἐπισκέψει Σου τὰς δεινάς, θεράπευσον ὀδύνας, καὶ λῦσόν μου τὰς νόσους, τὰς τῆς ψυχῆς τε καὶ τοῦ σώματος.

Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί  παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί  ἐνδοξοτέραν  ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν  ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα μεγαλυνάρια,
Τὸν ἐν Ἱεράρχαις θαυματουργόν, καὶ τὸν ἐν κινδύνοις, ἀπροσμάχητον βοηθόν, τὸν θεῖον Ποιμένα, καὶ λάτριν τοῦ Δεσπότου, Ἀθανάσιον Μέγαν, ὕμνοις τιμήσωμεν.

Τῶν Ἀρχιερέων τὴν καλλονήν, καὶ τῆς Ἐκκλησίας, ἐγκαλώπισμα τὸ τερπνόν, καὶ ἡμῶν τῶν πάνυ, ἁμαρτωλῶν προστάτην, Ἀθανάσιον Μέγαν, δοξολογήσωμεν.

Χαίροις Ἐκκλησίας θεῖε ἀστήρ, οἰκουμένης δόξα, Ἱερέων ὑπογραμμός, Πατέρων λαμπρότης, τῆς χάριτος δοχεῖον, Χριστιανῶν προστάτα, ὦ Ἀθανάσιε.

Ἔχει μὲν τὸ πνεῦμά σου οὐρανός, ἡμεῖς δὲ πλουτοῦμεν, τὴν εἰκόνα σου τὴν σεπτήν, ἣν περικυκλοῦντες, μετ’ ἀνεικάστου πόθου, τιμῶντες προσκυνοῦμεν, ὦ Ἀθανάσιε.

Τῷ Θεῷ τῶν ὅλων νῦν παρεστώς, αἴτησαι πταισμάτων, τοῖς τιμῶσί σε παρ’ Αὐτοῦ, ἄφεσιν δοθῆναι, Ἀθανάσιε Πάτερ, καὶ τῶν ἐπερχομένων, δεινῶν τὴν λύτρωσιν.

Φύλαττε καὶ σκέπε ταῖς σαῖς εὐχαῖς, πάντας τοὺς τιμῶντας, τὴν ζωήῤῥυτόν σου πηγήν, καὶ τὴν σὴν εἰκόνα, καὶ αἰωνίως ῥῦσαι, ἐκ θλίψεως παντοίας ὦ Ἀθανάσιε.

Δέσποτα φιλάνθρωπε Βασιλεῦ, μὴ ἀκούσω τότε, ἐν ἡμέρᾳ τῇ φοβερᾷ, φωνῆς τῆς ὀργῆς Σου, εἰς πῦρ ἀποπεμπούσης, ἀλλ’ οἴκτειρον πρεσβείαις τῆς κυησάσης Σε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.


Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.


Καὶ τὀ τροπάριον Ἤχος γ’.
Στύλος γέγονας Ὀρθοδοξίας, θείοις δόγμασιν ὐποστηρίζων τῆν Ἐκκλησίαν, Ἰεράρχα Ἀθανάσιε, τῶ γᾶρ Πατρί τὸν Υἰόν ὀμοούσιον, ἀνακηρύξας κατήσχυνας Ἄρειον, Πάτερ Ὄσιε, Χριστόν τον Θεόν ικέτευε, δωρήσασθαι ἠμῖν το μέγα ἔλεος.

Δόξα καὶ νῦν. Θεοτοκίον.
Θρόνος πάγχρυσος τοῦ Βασιλέως, καὶ παράδεισος διἠνθισμένος, ἀνεδείχθης, Θεοτόκε Πανάχραντε. Τὸν γᾶρ Θεόν ἔν γαστρί σοῦ βαστάσασα, εὐωδιάζεις ἠμᾶς θείαις χάρισιν. Ὄθεν ἄπαντες Θεοῦ ἀληθῶς Μητέρα σε, κηρύττομεν ἀεί καὶ μεγαλύνομεν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Ὕμνοις Ἀθανάσιε τὴν σήν, κρήνην τὴν ζωήῤῥυτον ὄντως, καὶ ἀνεξάντλητον, τὴν ἀναβλυστάνουσαν ῥεῖθρα ἰάσεων, καὶ προχέουσαν χάριτας, πᾶσι τοῖς αἰτοῦσι, συμφώνως αἰνέσωμεν κατασπαζόμενοι, πόθῳ τὴν σεπτήν σου εἰκόνα, πιστῶν παραμύθιον οὖσαν, καὶ τῶν νόσων φάρμακον ἀποίκιλον.

Δόξα.
Πάσι τῆ Πηγή σοῦ εὐλαβῶς, καὶ τῆ πανσεβάστω Εἰκόνι σου καταφεύγουσιν, Ἰεράρχα ἔνδοξε ὤ Ἀθανάσιε, χορηγείς τα αιτήματα ταῖς σαῖς ἰκεσῖαις, τάχιστα ῤυόμενος τῶν ἀδοκήτων δεινῶν, λύπης καὶ παντοίων κινδύνων, νόσων ἐμπρησμοῦ καὶ σεισμοῦ τε, λοιμούῦ καὶ λιμοῦ τε καὶ τῶν θλίψεων.

Καὶ νῦν.
Πάντες προσκυνοῦμεν Σε πιστῶς, Μῆτερ τοῦ Θεοῦ τῶν ἁπάντων, εὐλογημένη Ἁγνή, Ἄχραντε Πανάμωμε, Θεοχαρίτωτε, ῥῦσαι πάντας τῶν θλίψεων, τῇ Σῇ μεσιτείᾳ, δυσωπεῖ Σε Δέσποινα ὁ Ἀθανάσιος, μετὰ τῶν Ἁγίων ἁπάντων, οἴκτειρον ἡμᾶς Σῷ ἐλέει, Παναγία Δέσποινα Παντάνασσα.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.


Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.

Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης