Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1758
https://www.proseyxi.com

Παρακλητικός Κανών εις τον Όσιον και Θεοφόρον Πατέρα ημών Αντώνιον τον Μέγαν Empty Παρακλητικός Κανών εις τον Όσιον και Θεοφόρον Πατέρα ημών Αντώνιον τον Μέγαν

Πεμ Ιαν 17, 2013 8:55 am
Παρακλητικός Κανών εις τον Όσιον και Θεοφόρον Πατέρα ημών Αντώνιον τον Μέγαν


Παρακλητικός Κανών εις τον Όσιον και Θεοφόρον Πατέρα ημών Αντώνιον τον Μέγαν Agiosa10

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὸ τροπάριον˙

Ἦχος δ΄. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῶ.

Τόν ἀρχηγόν τῶν Μοναστῶν καί ἀλείπτην, καί καρτερόψυχον ἐρήμου Πρωτάρχην, ἀνευφημοῦντες κράξωμεν αὐτῶ οἱ Πιστοί Ἅγιε Ἀντώνιε, ταῖς πρεσβείαις σου πάσης, λύπης διασκέδασον σκοτεινότατον νέφος, καί τάς ἰάσεις δίδου συμπαθῶς, τοῖς ἀσθενούσι καί πόθω σέ μέλπουσι.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τή Θεοτόκω ἐκτενῶς νῦν προσδράμωμεν, ἁμαρτωλοί καί ταπεινοί καί προσπέσωμεν ἐν μετάνοια κράζοντες ἐκ βάθους ψυχῆς. Δέσποινα βοήθησον, ἐφ' ἠμίν σπλαγχνισθεῖσα, σπεῦσον ἀπολλύμεθα ὑπό πλήθους πταισμάτων, μή ἀποστρέψεις σούς δούλους κενούς. Σέ γάρ καί μόνην ἐλπίδα κεκτήμεθα.


Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

και ο Κανών,ου η Ακροστιχις:
Ἀντώνιον τόν Θεῖον εὐφημεῖν θέμις


Ὠδή ἅ΄. Ἦχος πλ. δ΄. Ἀρματηλάτην Φαραώ.
Ἀθανασίας καί ζωῆς λαβόμενος τῆς αἰωνίου σαφῶς, καί τρισυποστάτου αἴγλης ἐμφορούμενος, τῷ φωτισμῶ τῆς χάριτος, τήν ζοφώδη ψυχήν μου, καταυγασθῆναι δυσώπησον,  Πάτερ τῶν Πατέρων Ἀντώνιε.

Νέον ὑπάρχων ἡλικία σώματος, καινήν ὁδόν ἀρετῆς, περιπατῶν Πάτερ, ἀκινδύνως ἔφθασας, εἰς Οὐρανούς, Ἀντώνιε, τῷ Σωτήρι πρεσβεύων, ὑπέρ τῶν πίστει τήν Μνήμην σου, καί πόθω τελούντων πανόλβιε.

Τρισυποστάτω λαμπηδόνι, Πανσεμνέ, ἀεί λαμπόμενος, τό δυσμενές ἅπαν, τῶν δαιμόνων φρύαγμα, καί τῶν ἐχθρῶν τήν ἔπαρσιν, καί τάς νόσων ἑφόδους, ἐκ τῶν σῶν δούλων ἀπέλασον, θείαις σου πρεσβείαις, Ἀντώνιε.

Θεοτοκίον
Ὡς Θεοῦ Μήτηρ παρρησίαν ἔχουσα, πρός τόν σόν Τόκον Ἁγνή, Μονογενῆ Λόγον, τοῦ Πατρός ὑπάρχοντα, καί συμφυῆ τῷ Πνεύματι, δυσωποῦσα μή παύση, νόσων δεινῶν τέ καί θλίψεων, σῶσαι τούς πιστῶς σέ δοξάζοντας.


Ὠδή γ’. Ὁ στερεώσας κατ’ ἀρχάς
Νενευρωμένω λογισμῶ καί σταθερά διανοία τῶν παθῶν καταμαράνας τήν φλόγα, Οὐρανούς περιπολεῖς, ἀοίδιμε Ἀντώνιε, ὑπέρ ἠμῶν πρεσβεύων, τῶν μετά πόθου ὑμνούντων σέ.

Ἰσχυροτάτας προσβολᾶς δαιμόνων θρασυνομένων, καί θηρίων τάς ὁρμᾶς μιμουμένων, ὡς κατήσχυνας Σοφέ, καμέ δή ἐνδυνάμωσον, καταφρονῆσαι οὕτω, δόλους αὐτῶν τά τεχνάσματα.

Ὁ Μοναζόντων ἀρχηγός τοῦ σκότους τάς ἐξουσίας, ἐγκρατεία θριαμβεύσας συντόνω, νικητής ὡς ἀληθῶς Ἀντώνιος ἐγένετο, ὑπέρ τῶν Ὀρθοδόξων, Θεῶ πρεσβεύων ἀείποτε.

Θεοτοκίον
Νενεκρωμένον μου τόν νοῦν, τή τῆς ζωῆς ἐνεργεία, τῆς ἔκ σού φανερωθείσης ἐν Κόσμω, ἑξανάστησον, Ἁγνή, καί πρός ζωήν ὁδήγησον? σύ γάρ τή τοῦ Υἱοῦ σου ἰσχύϊ Ἅδην κατέλυσας.


Ὠδή δ’. Σύ μου ἰσχύς Κύριε
Τῶν ἀρετῶν, κλίμακι θεία χρησάμενος, σύ ἀνῆλθες, Πάτερ, εἰς Οὐράνια, καί τόν Θεόν εἶδες καθαρῶς? ὄν νῦν ἐκδυσώπει ὑπέρ σῶν δούλων, Ἀντώνιε, τυχεῖν τῆς σωτηρίας, καί ἀφέσεως πάντων, ψυχικῶν μολυσμῶν καί κακώσεων.

Ὅλος Θεῶ, ὑποταγεῖς, ὤ Ἀντώνιε, μόνος μόνω, Πάνσεπτε, ἐνούμενος δί’ ἀρετῆς, καί καθομιλῶν, καί ἀντί γηΐνου ἀξιωθεῖς τήν οὐράνιον, ἀπόλαυσιν ἀξίως, τοῖς πιστῶς σέ ὑμνούσι, εἰς σωτηρίαν βραβεύεις, θείαις πρεσβείαις σου.

Νοῦν καί ψυχήν, μεμολυσμένος, ὤ Ὅσιε, τήν ἀπάτην ἔχων κυριεύουσαν, τούς λογισμούς μου ὁ δυστυχής, καί τάς φαντασίας τῶν δυσμενῶν ἐχθρῶν πάντοτε, πρός σέ νῦν καταφεύγω, τόν θερμόν μου προστάτην, ἐλπίζων ταῖς εὐχαίς σου, τυχεῖν τῆς σωτηρίας.

Θεοτοκίον
Θεόν ἔκ σού, τόν σαρκωθέντα δυσώπησον, τόν ἀτρέπτως, ὅ ἤν διαμείναντα, καί φυσικῶς αὐτῶ τῷ Πατρί, καί σοί τή Τεκούση, γενόμενον ὁμοούσιον, ψυχῶν τήν σωτηρίαν, καί σωμάτων ὑγείαν, ἠμίν τοῖς σέ ὑμνούσι Παρθένε, δωρήσασθαι.


Ὠδή ἐ’. Ἴνα τί μέ ἀπώσω
Ἐνοικούντας σοί ἔχων, πάντας τούς Μονάσαντας, ἀΰλους Νόας τέ, καί ἀπολαμβάνων τήν Οὐράνιον δόξαν, Ἀντώνιε, μέμνησο τῶν πίστει, καί πόθω σέ ὑμνολογούντων, καί τῆς δόξης ἐκείνης ἀξίωσον.

Ἰαμάτων τήν χάριν, κατ’ ἀσθενειῶν ἀνιάτων ὡς ἔλαβες, καί κατά δαιμόνων ἐκ θεοῦ ἐξουσίαν, Ἀντώνιε, οὕτως ἐκ σῶν δούλων, δαιμόνων δόλους καί ἑφόδους, τάς τῶν νόσων, ὤ Πάτερ ἑξάλειψον.

Ἱλασμόν μοί παρασχου, τῶν ἀτοπημάτων λιταίς σου, Ἀντώνιε, καί ἐλέησον μέ καί τά ἕλκη ψυχῆς μου θεράπευσον, καί ἀπεγνωσμένον ὄντα ἐκλύτρωσαι μέ τάχει, ἀρετῶν τ’ ἐνδιαίτημα ποίησον.

Θεοτοκίον
Οἱ σέ σκέπην πλουτοῦντες, καί τή σή πρεσβεία ἀεί ἐγκαυχώμενοι, ἀεννάως, Κόρη, σέ ὑμνοῦμεν, καί πόθω γεραίρομεν, Σύ γάρ εἰ, Παρθένε, μόνη ἐλπίς τῶν Ὀρθοδόξων, τεῖχος, δόξα, τιμή τέ καί καύχημα.


Ὠδή στ’. Ἄβυσσος ἁμαρτιῶν
Νόμιμον ἀσκητικῶς πολιτείαν ἁπαλῶν ἐξ ὀνύχων, ἀναλαβῶν, ὤ Πάτερ, δόξης θείας ἠξίωσαι, καί ὡς θεῖος ἀριστεύς στέφος ἀπείληφας τό τῆς νίκης, ὑπέρ ἠμῶν ἀεί δεόμενος.

Ἔχοντες πρός τόν Θεόν ἰσχυρόν σέ πρεσβευτήν, ὤ θεοφρον, καί τῶν κινδύνων ρύστην καί προστάτην καί πρόμαχον, καταφεύγοντες εἰς σέ πάντων λυτρούμεθα ἀδοκήτων, νόσων παντοίων καί κακώσεων.

Ὕψιστος ἐπί τῆς γής σύ γενόμενος ἐν θαύμασι θείοις, τά πονηρά του σκότους φυγαδεύεις νῦν πνεύματα, καί καθαίρεις τάς πολλᾶς ἠμῶν, Ἀντώνιε, ἀσθενείας, καί μολυσμούς ψυχῆς καί σώματος.

Θεοτοκίον
Ὕψωσας παναληθῶς τήν πεσοῦσαν τῶν ἀνθρώπων οὐσίαν, ὤ Παναγία Κόρη, τόν Θεόν γαλουχήσασα? τοῦτον οὔν ὑπέρ ἠμῶν, τυχεῖν ἀφέσεως ἐγκλημάτων, διηνεκῶς δυσώπει, Παναγνέ.


Ἀντώνιε, τῶν Μοναζόντων ἔξαρχος τέ καί κλέος, ἐν ταῖς ἀπαύστοις εὐχαίς σου μνημόνευε, ἠμῶν τῶν πίστει σέ ἀνυμνούντων.

Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως ἐπ' ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.


Αἴτησις και ευθύς το Κοντάκιον. Ἦχος β’.
Φωτί τῷ ἀπροσίτω καταλαμπόμενος, ὡς ἀστήρ ἐξέλαμψας ἐν τή ἐρήμω, Πανεύφημε? διο καί τούς βιωτικούς θορύβους καταλιπῶν, καί τόν Σταυρόν ἐπ’ ὤμων ἀράμενος,
καταφωτίζεις διδαχαίς σου, Ἀντώνιε, τούς εὐσεβῶς σοί προσπελάζοντες.


Καί εὐθύς τό Προκείμενον Ἦχος δ’.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Στίχος.Τί ἀνταποδώσωμεν τῷ Κυρίω περί πάντων ὧν ἀνταπέδωκεν ἠμίν;

Εὐαγγέλιον ἐκ τοῦ κατά Λουκᾶν (στ’ . 17-23)

Τῷ καιρῶ ἐκείνω ἔστη ὁ Ἰησοῦς ἐπί τόπου πεδινοῦ, καί ὄχλος μαθητῶν αὐτοῦ καί πλῆθος πολύ του λαοῦ ἀπό πάσης της Ἰουδαίας, καί Ἱερουσαλήμ, καί τῆς παραλίου Τύρου καί Σιδῶνος, οἵ ἦλθον ἀκοῦσαι αὐτοῦ καί ἰαθῆναι ἀπό τῶν νόσων αὐτῶν, καί οἱ ὀχλούμενοι ὑπό πνευμάτων ἀκαθάρτων, καί ἐθεραπεύοντο. Καί πᾶς ὁ ὄχλος ἐζήτει ἀπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο, καί ἰάτο πάντας. Καί αὐτός ἐπάρας τούς ὀφθαλμούς αὐτοῦ εἰς τούς Μαθητᾶς αὐτοῦ ἔλεγε, Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστίν ἡ βασιλεία τοῦ Θεοῦ, μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε, μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε, μακάριοι ἐστέ, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καί ὅταν ἀφορίσωσιν ὑμᾶς, καί ὀνειδίσωσι, καί ἐκβάλωσι τό ὄνομα ὑμῶν ὡς πονηρόν ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνη τή ἡμέρα καί σκιρτήσατε, ἰδού γάρ ὁ μισθός ὑμῶν πολύς ἐν τῷ οὐρανῶ.

Δόξα.
Ταῖς τού σου Ὁσίου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καί νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχ: Ἐλεῆμον, ἐλέησον μέ ὁ Θεός κατά τό μέγα ἔλεός σου....
Καί τό παρόν Προσόμοιον
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι

Μή παύση δεόμενος τοῦ Λυτρωτοῦ καί Δεσπότου, Ἀντώνιε, Ὅσιε, τοῖς τήν θείαν Μνήμην σου ἐορτάζουσι, πάσι δωρήσασθαι ἄφεσιν πταισμάτων, αἰωνίαν ἀπολύτρωσιν, τῶν χαρισμάτων τέ, τῶν πνευματικῶν τήν μετάδοσιν, παθῶν τέ τήν καταφλεξιν, τῶν φρυγόντων νῦν τήν καρδίαν ἠμῶν, ψυχῶν σωτηρίαν, καί θείαν προστασίαν, Ἀγαθέ, ἴνα ὑμνῶμεν γηθόμενοι τήν θείαν σου Κοίμησιν.

Σῶσον ὁ Θεός τόν λαόν σου.....

Ὠδή ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας

Φοῖνιξ ὡς πέρ ἐν οἴκω δίκαιος Κυρίου, ὤ Πάτερ ἐξήνθησας, καρπούς δικαιοσύνης, ἐξ ὧν οἱ σέ ὑμνοῦντες διατρέφονται ψάλλοντες, ὁ τῶν πατέρων ἠμῶν Θεός εὐλογητός εἰ.

Φωτεινῆς ἐπιπνοίας ἐμφορούμενος, Πάτερ, τοῦ θείου Πνεύματος, τά πνεύματα διώκεις, τάς νόσους θεραπεύεις, τῶν θερμῶς προσιόντων σοί, καί προσκυνούντων πιστῶς τήν θείαν σου Εἰκόνα.

Ἤλθοσαν τῶν ἀτόπων πράξεών μου ὕδατα, ἕως Ἀντώνιε, ψυχῆς μου τῆς ἀθλίας, ἰλύϊ κρατουμένης, τῶν παθῶν καί τῶν θλίψεων, μή ὑπερίδης τόν σόν δοῦλον, ἄλλ’ οἰκτειρόν μέ.

Θεοτοκίον
Μαριάμ Θεοτόκε, τόν πρό πάντων αἰώνων ἐκυοφόρησας, ἠμίν ὁμοιωθέντα, δί’ ἄκραν εὐσπλαγχνίαν, ἴνα σώση τούς ψάλλοντας? ὤ τῶν Πατέρων ἠμῶν Θεός εὐλογητός εἰ.


Ὠδή ἡ’. Τόν Βασιλέα.
Ἐν τοῖς ὑψίστοις μετά Ἀγγέλων χορεύων, Παμμακάριστε Ἀντώνιε πάντας, τούς σέ ἀνυμνοῦντας, διάσωζε εὐχαίς σου.

Ἰκετηρίους διηνεκῶς ὑμνωδίας πρός τόν Κτίστην προσάγων, ὤ Πάτερ, μέμνησο τῶν πίστει σέ ἀνυμνολογούντων.

Ναμάτων θείων τῆς εὐποιΐας, ὤ Πάτερ, ἑξαπόστειλον ἠμίν τοῖς σοῖς δούλοις, καί δεινῶν παντοίων ἁπάλλαξον εὐχαίς σου.

Θεοτοκίον
Θεογεννῆτορ τῆς ψυχῆς μου τά πάθη, καί τά τραύματα θεράπευσον ἐν τάχει, καί τῆς ἁμαρτίας οὐλᾶς ἑξάλειψόν μου.


Ὠδή θ’. Κυρίως Θεοτόκον
Ἐνθέως ἐκτελοῦντες, τήν θείαν σου Μνήμην, Πάτερ Πατέρων Ἀντώνιε, Ὅσιε, χαρᾶς ἀπείρου καί δόξης ὅλως πληρούμεθα.

Μή παύση ἱκετεύων τόν Θεόν τῶν ὅλων, σεβασμιώτατε Πάτερ Ἀντώνιε, λύσιν πταισμάτων δωρήσασθαι ταῖς ψυχαῖς ἠμῶν.

Ἰάσεως τῶν νόσων, τεύξονται οἱ πόθω, τή σή Εἰκόνι Πανόσιε τρέχοντες, καί μετά πόθου καί πίστεως ἀνυμνοῦντες σέ.

Θεοτοκίον
Σύ εἰ Παρθενομῆτορ, ἰσχύς τῆς ψυχῆς μου, καί τοῦ νοός μου ἐλπίς ἀκαταίσχυντος, φῶς καί ζωή καί παράκλησις τῆς καρδίας μου.


Ἄξιον ἐστίν ὡς ἀληθῶς, μακαρίζειν σέ τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἠμῶν. Τήν τιμιωτέραν τῶν Χερουβίμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.

Καί τά παρόντα Μεγαλυνάρια,

Τόν τῶν Μοναζόντων ὑπογραμμόν, καί τόν τῆς ἐρήμου πολιοῦχον καί οἰκιστήν, στήλην σωφροσύνης καί ὁσίων τό κλέος, Ἀντώνιον τόν Μέγαν ἀνευφημήσωμεν.

Ἔχων παρρησίαν πρός τόν Θεόν, τῶν σοί προσιόντων τά αἰτήματα συμπαθῶς, τά πρός σωτηρίαν δίδου ταῖς σαῖς πρεσβείαις, Ἀντώνιε Ὁσίων τό ἐγκαλώπισμα.

Πρεσβείας προσάγαγε τῷ Θεῶ, Ἀντώνιε Πάτερ, ὑπέρ πάντων τῶν εὐσεβῶν, τῶν πίστει τελούντων τήν θείαν Κοίμησίν σου, καί σῶσον ἐκ κινδύνων καί πάσης θλίψεως.

Πᾶσαι τῶν Ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἠμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Εἶτα τὸ τροπάριον˙ Ἦχος δ’.
Τόν ζηλωτήν Ἠλίαν τοῖς τρόποις μιμούμενος, τῷ Βαπτιστή εὐθείαις ταῖς τρίβοις ἑπόμενος, Πάτερ Ἀντώνιε, τῆς ἐρήμου γέγονας οἰκιστής, καί τήν οἰκουμένην ἐστήριξας εὐχαίς σου. Διο πρέσβευε, Χριστῷ τῷ Θεῶ, σωθῆναι τάς ψυχᾶς ἠμῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς:

Ἦχος β’. Ὄτε ἐκ τοῦ ξύλου σέ νεκρόν.

Πάντων προστατεύεις, Ἀγαθέ, τῶν σοί προσιόντων ἐν πίστει, καί δεομένων σου, ἔλαβες τήν χάριν γάρ, παρά Χριστοῦ τοῦ Θεοῦ, τοῦ ἰάσθαι νοσήματα, ποικίλα καί πάθη, δαιμόνων τέ φρύαγμα, καταφρονεῖν καί θηρῶν. Ὅθεν σου δεόμεθα πάντων, καί ἠμᾶς τους σέ ἀνυμνοῦντας, κινδύνων, Ἀντώνιε, ἁπάλλαξον.

Δέσποινα προσδεξαι, τάς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἠμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Τήν πάσαν ἐλπίδα μου, εἰς σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον μέ ὑπό τήν σκέπην σου.


Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς. Ἀμήν.


Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης