Πήγαινε κάτω
Γιώτα
Γιώτα
ΤeamOwner
ΤeamOwner
Αριθμός μηνυμάτων : 187

Παράκλητικός κανών εις τον Άγιον Βασίλειον τον Μέγαν Empty Παράκλητικός κανών εις τον Άγιον Βασίλειον τον Μέγαν

Σαβ Ιαν 05, 2013 7:44 am
Φήμη μηνύματος : 100% (1 ψήφοι)
Παράκλητικός κανών εις τον Άγιον Βασίλειον τον Μέγαν

Ποίημα Γερασίμου μοναχού Μικραγιαννίτου
Παράκλητικός κανών εις τον Άγιον Βασίλειον τον Μέγαν Megasb10

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, είσάκουσον της προσευχής μου, ένώτισαι την δέησίν μου έν τη άληθεία σου, είσάκουσον μου έν τη δικαιοσύνη σου. Και μή είσέλθης είς κρίσιν μετά τοϋ δούλου σου, δτι ού δικαιωθήσεται ενώπιον σου πας ζών. Ότι κατεδίωξεν ό εχθρός την ψυχήν μου έταπείνωσεν είς γήν τήν ζωήν μου. Έκάθισέ με έν σκοτεινοΐς, ώς νεκρούς αίώνος, και ήκηδίασεν έπ’ εμέ τό πνεύμα μου, έν έμοι έταράχθη ή καρδία μου. Έμνήσθην ήμερων άρχαίων, έμελέτησα έν πάσι τοις έργοις σου, έν ποιήμασι των χειρών σου έμελέτων. Διεπέτασα πρός σε τάς χείράς μου ή ψυχή μου ώς γη άνυδρός σοι. Ταχύ είσάκουσόν μου, Κύριε, έξέλιπε τό πνεΰμά μου. Μή άποστρέψης τό πρόσωπόν σου άπ’ έμοΰ, και όμοιωθήσομαι τοΐς καταβαίνουσιν είς λάκκον. Άκουστόν ποίησόν μοι τό πρωΐ τό έλεός σου, ότι έπΐ σοι ήλπισα. Γνώρισόν μοι, Κύριε, όδόν εν ή πορεύσομαι, ότι πρός σέ ήρα την ψυχήν μου. Έξελοΰ με έκ των εχθρών μου Κύριε, πρός σέ κατέφυγον δίδαξόν με τοΰ ποιεΐν τό θέλημά σου, ότι σύ εί ό Θεός μου. Τό Πνεΰμά σου τό άγαθόν οδηγήσει με έν γή ευθεία ενεκεν τοΰ ονόματος σου, Κύριε, ζήσεις με. Έν τή δικαιοσύνη σου, έξάξεις έκ θλίψεως την ψυχήν μου. Καί έν τω έλέει σου έξολοθρεύσεις τούς έχθρούς μου. Και άπολεΐς πάντας τούς θλίβοντας την ψυχήν μου, ότι έγώ δοΰλός σού εΐμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α'. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὀνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τά Τροπάρια

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Ὡς Ἱεράρχης καὶ σοφὸς θεηγόρος, καὶ Βασιλείας οὐρανῶν κληρονόμος, οὐρανοφάντορ Ἅγιε Βασίλειε, πρέσβευε πρὸς Κύριον, πάσης ῥύεσθαι βλάβης, καὶ παθῶν καὶ θλίψεων, τοὺς πιστῶς σε τιμῶντας, καὶ τῶν πταισμάτων αἴτει ἱλασμόν, τοῖς καταφεύγουσι Πάτερ τῇ σκέπῃ σου.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ο Ν' (50) ψαλμός
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς
Γενοῦ μοι βίου, ὦ Πάτερ, βάσις. Γερασίμου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Γαλήνην ἐν βίῳ μοι σταθηράν, Βασίλειε αἴτει, καὶ κινδύνων ἀπαλλαγήν, ὡς ἔχων μεγίστην παῤῥησίαν, πρὸς τὸν Δεσπότην Χριστὸν ἱερώτατε.

Ἐν θλίψεσι Πάτερ ἀναψυχήν, καὶ πόνοις ποικίλοις, ἀνακούφισιν ἀληθῆ, παράσχου Βασίλειε παμμάκαρ, τοῖς προσιοῦσι θερμῶς τῇ πρεσβείᾳ σου,

Ναμάτων πληρούμενος θεϊκῶν, ἐπόμβρησον Πάτερ, τὸν οὐράνιον γλυκασμόν, τοῖς συνεχομένοις τῇ πικρίᾳ, ἁμαρτιῶν πολυτρόπων Βασίλειε.

Θεοτοκίον.
Ὁλόφωτον σκήνωμα τοῦ Θεοῦ, Κεχαριτωμένη, παντευλόγητε Μαριάμ, τὴν ἀμαυρωθεῖσάν μου καρδίαν, τῇ ζοφερᾷ ἁμαρτίᾳ καταύγασον.


ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ὑπερέχοντος βίου, μυσταγωγὲ ἄριστε, πρὸς πνευματικὰς ἐπιδόσεις, ζωῆς τῆς κρείττονος, ἡμᾶς ὁδήγει ἀεί, τοὺς ἀδιστάκτῳ καρδίᾳ, Ἅγιε Βασίλειε, σὲ μακαρίζοντας.

Μετανοίας τὴν τρίβον, τὴν πρὸς ζωὴν φέρουσαν, οἷα τῶν ψυχῶν οἰκονόμος, ἡμῖν ὁμάλισον, ἐχθροῦ τὰ σκάνδαλα, ἐξ αὐτῆς Πάτερ διώκων, δραστικῇ πρεσβείᾳ σου, πρὸς τὸν Φιλάνθρωπον.

Οὐρανόφρονα γνώμην, νοῦν καθαρὸν σώφρονα, ἦθος ταπεινὸν Ἱεράρχα, καὶ βίον ἄμεμπτον, καλλιεργεῖν εὐσεβῶς, δίδου ἡμῖν θεῖον σθένος, Ἅγιε Βασίλειε, ὡς συμπαθέστατος.

Θεοτοκίον.
Ἱερόφθογγοι λόγοι, Σὲ προφανῶς ἔσεσθαι, ἄφθορον Μητέρα τοῦ Λόγου, Κόρη ἐδήλωσαν, Ὃν καθικέτευε, τῆς τῶν παθῶν ἀλογίας, καὶ φθορᾶς ῥυσθῆναί με, τῆς τοῦ ἀλάστορος.


Διάσωσον, οὐρανοφάντορ Βασίλειε Ἱεράρχα, ἀπὸ πάσης ἐπιφορᾶς καὶ κακώσεως, τοὺς καταφεύγοντας Πάτερ τῇ σῇ πρεσβείᾳ.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αῖτησις καὶ τὀ Κάθισμα
Ἦχος β΄. Πρεσβεία θερμή.

Προστάτης θερμὸς καὶ ὁδηγὸς σωτήριος, πρὸς τρίβον ζωῆς, καὶ Βασιλείαν ἔνθεον, γενοῦ Πάτερ Βασίλειε, τοῖς θερμῶς προσιοῦσι τῇ σκέπῃ σου· σὺ γὰρ μεσίτης ἡμῶν πρὸς Θεόν, ὑπάρχεις καὶ πρέσβυς δραστικώτατος.


ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Βασιλεῖ με οἰκείωσαι, τῷ ἐπουρανίῳ Πάτερ Βασίλειε, ἐκκαθαίρων τῶν πταισμάτων με, ὥσπερ Ἱεράρχης ἐνθεώτατος.

Ἱλαστήριον γένοιτο, καὶ τῶν ψυχικῶν συντριμμάτων ἀνόρθωσις, ἡ πρεσβεία σου Βασίλειε, τοῖς εἰλικρινῶς σὲ μακαρίζουσι.

Ὀδυνώμενον σφόδρα με, ταῖς τοῦ πονηροῦ δειναῖς ἐπιθέσεσιν, ἀπολύτρωσαι Βασίλειε, καὶ ψυχῆς μου ἴασαι τὴν κάκωσιν.

Θεοτοκίον.
Ὑπερύμνητε Δέσποινα, τὸν ἐκ Σοῦ τεχθέντα Θεὸν καὶ Κύριον, καθικέτευε ῥυσθῆναί με, τῆς ἐπικρατείας τοῦ ἀλάστορος.


ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὥσπερ θησαυρός, τῆς σοφίας τῆς τοῦ Πνεύματος, σοφισμάτων τοῦ βελίαρ χαλεπῶν, ἀπολύτρωσαι ἡμᾶς Πάτερ Βασίλειε

Πόνων καὶ παθῶν, καὶ ποικίλων περιστάσεων, διαφύλαττε παμμάκαρ ἀσινεῖς, τοὺς προστρέχοντας Βασίλειε τῇ σκέπῃ σου.

Ἄνωθεν ἡμῖν, τὴν ταχεῖάν σου βοήθειαν, ὡς προστάτης ἡμῶν μέγας καὶ ταχύς, ἀεὶ δίδου δυσωποῦμέν σε Βασίλειε.

Θεοτοκίον.
Τήρησον ἡμᾶς, ἀσινεῖς ὑπὸ τὴν σκέπην Σου, ἐκ βελῶν τῶν πυριφλέκτων τοῦ ἐχθροῦ, δυσωποῦμέν Σε Παρθένε οἱ οἰκέται Σου.


ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ἐκ πάσης, ὀδυνηρᾶς ἐπηρείας, καὶ μανίας τοῦ ἐχθροῦ καὶ ἀπάτης, καὶ δυσχερείας τοῦ βίου καὶ λύπης, ἀτρώτους φύλαττε Πάτερ Βασίλειε, τοὺς καταφεύγοντας πιστῶς, τῇ θερμῇ σου πρεσβείᾳ πρὸς Κύριον.

Ῥημάτων, τῶν θεϊκῶν σου ἡ χάρις, ὥσπερ θεῖος γλυκασμὸς κατευφραίνει, τὰς διανοίας ἡμῶν θεηγόρε· ὅθεν ἰὸν τὸν ψυχόλεθρον ξήρανον, τὸν καθ’ ἡμῶν τοῦ δυσμενοῦς, ἐπομβρίᾳ τῶν σῶν ἀντιλήψεων.

Βαράθρων, τῆς ἀπωλείας παμμάκαρ, καὶ ἐκ λάκκου χαλεπῆς ἁμαρτίας, τοὺς πεπτωκότας ἀνέλκυσον θᾶττον, τῇ ἐπισκέψει σου Πάτερ Βασίλειε, καὶ ἐπὶ πέτραν ἀσφαλῆ, μετανοίας τὸν νοῦν ἡμῶν στήριξον.

Θεοτοκίον.
Ἀγγέλων, ἁγιωτέρα ὑπάρχεις, ἀσυγκρίτως ἀειπάρθενε Κόρη, ὡς τὸν Δεσπότην αὐτῶν τετοκυΐα, ἀνακαλούμενον κόσμον τοῦ πτώματος· διὸ κἀμοῦ τὸν ἐναγῆ, καθαγίασον νοῦν τῇ Σῇ χάριτι.

Διάσωσον, οὐρανοφάντορ Βασίλειε Ἱεράρχα, ἀπὸ πάσης ἐπιφορᾶς καὶ κακώσεως, τοὺς καταφεύγοντας Πάτερ τῇ σῇ πρεσβείᾳ.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Αῖτησις καὶ τὀ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων Σου.

Ὡς Ἱεράρχης Χριστοῦ ἐνθεώτατος, καὶ Ἐκκλησίας θεμέλιος ἄῤῥηκτος, Βασίλειε Πάτερ θεόσοφε, τοὺς κλονουμένους ταῖς αὔραις τῶν θλίψεων, ἑδράιωσον θείαις πρεσβείαις σου.

Προκείμενον
Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Στ. Ἀκούσατε ταῦτα πάντα τὰ ἔθνη, ἐνωτίσασθε πάντες οἱ κατοικοῦντες τῇ οἰκουμένῃ.

Εὐαγγέλιον ἐκ τοῦ κατὰ Ἰωάννην (Κεφ. ι΄ 9-16).

Εἶπεν ὁ Κύριος· ἐγώ εἰμι ἡ θύρα· δι’ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται καὶ νομὴν εὑρήσει. Ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσι καὶ περισσὸν ἔχωσιν. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. Ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων· ὁ μισθωτὸς δὲ καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησι τὰ πρόβατα καὶ φεύγει· καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει τὰ πρόβατα. Ὁ δὲ μισθωτὸς φεύγει, ὅτι μισθωτός ἐστι καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν· καθὼς γινώσκει με ὁ Πατὴρ κἀγὼ γινώσκω τὸν Πατέρα, καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά με δεῖ ἀγαγεῖν καὶ τῆς φωνῆς μου ἀκούσουσι καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν.
Δόξα. Ταῖς τοῦ Ἱεράρχου πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.

Καί νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.


Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Βάσις καὶ ἑδραίωμα, καὶ ἀληθὴς παιδοτρίβης, ὁδηγὸς σωτήριος, καὶ μεσίτης ἔνθεος πρὸς τὸν Κύριον, γενοῦ Βασίλειε, τοῖς ἐν κατανύξει, προσιοῦσι τῇ πρεσβείᾳ σου, ὡς πλήρης χάριτος, καὶ Ἀρχιερεὺς συμπαθέστατος, ἡμᾶς ἐπὶ τὰ κρείττονα, Πάτερ ὁδηγῶν τῇ σῇ χάριτι· ἵνα Βασιλείας, τῆς ἄνω μετὰ τέλος κοινωνοί, καὶ κληρονόμοι γενώμεθα, οἱ σὲ μακαρίζοντες.


ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Σοφιστείας τοῦ πλάνου, ἃς ἀπαύστως τεκταίνει καθ’ ἡμῶν Ἅγιε, διάλυσον καὶ δίδου, ἡμῖν σοφίαν θείαν, θεηγόρε Βασίλειε, ὡς ἂν σοφῶς τοῦ Θεοῦ, τὸ θέλημα ποιῶμεν.

Ἱεράρχα Κυρίου, Ἐκκλησίας ἁπάσης φωστὴρ πολύφωτε, φωτὶ τῶν πρεσβειῶν σου, διάλυσον τὸ σκότος, τοῦ νοός μου Βασίλειε, καὶ ἴθυνόν με πρὸς φῶς, τῶν θείων ἐνταλμάτων.

Σκευωρίας ἁπάσης, καὶ κακίας καὶ φθόνου ἡμᾶς ἀπάλλαξον, ἐκ τῶν ἐπιζητούντων, σκανδάλοις ἐκταράττειν, τὴν ζωὴν ἡμῶν Ἅγιε, καὶ ἐν εἰρήνῃ ἡμᾶς, περίφραξον τελείᾳ.

Θεοτοκίον.
Γαλουχοῦσα ὡς βρέφος, Θεοτόκε Παρθένε τὸν πάντα τρέφοντα, διάθρεψον τὸν νοῦν μου, ἐν ἄρτῳ νοημάτων, σωτηρίων λιμώττοντα, τῇ ἐπηρείᾳ ἐχθροῦ, πενίᾳ τῶν κρειττόνων


ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἐκ τῆς σῆς γλώσσης, βλύζει ζωῆς θεῖον ὕδωρ, δι’ οὗ πότισον διψῶσαν τὴν ψυχήν μου, ἵνα Ἱεράρχα, τὰ θεῖα ἐξενέγκῃ.

Ῥῶσιν παράσχου, κατὰ ψυχήν τε καὶ σῶμα, τῇ πρεσβείᾳ σου Βασίλειε παμμάκαρ, τοῖς σὲ ὡς προστάτην, ἀνευφημοῦσι μέγαν.

Ἁμαρτημάτων, ἡμῖν τὴν ἄφεσιν αἴτει, ὡς χρηστότητος τῆς θείας ὑποφήτης, καὶ παθῶν τὴν λύσιν, Βασίλειε τρισμάκαρ.

Θεοτοκίον.
Σὺ εἶ Παρθένε, ἁμαρτωλῶν προστασία· διὸ ῥῦσαί με ἐχθροῦ τῆς δυναστείας, καὶ τῷ θείῳ φόβῳ, τείχισον τὴν ψυχήν μου.


ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰάτρευσον τὸν νοῦν μου, τετραυματισμένον, τῇ ἐπηρείᾳ τοῦ ὄφεως Ὅσιε, καὶ φωτισμῷ οὐρανίῳ τοῦτον καταύγασον.

Μὴ παύσῃ ἱκετεύων, πρὸς τὸν πάντων Κτίστην, οὐρανοφάντορ Βασίλειε Ὅσιε, ῥύεσθαι πάσης ἀνάγκης τοὺς σὲ γεραίροντας.

Ὁ μέγας Ἐκκλησίας, μύστης καὶ προστάτης, Ἀρχιεράρχα Βασίλειε πάνσοφε, προσδοκωμένων κινδύνων ἡμᾶς ἀπάλλαττε.

Θεοτοκίον.
Ὑφέρπων μοι δολίως, συλᾷ με καθ’ ἑκάστην, ὁ δολιότροπος ὄφις Πανάμωμε, ἀλλὰ τῆς τούτου κακίας Σύ με ἀπάλλαξον.


Αξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια
Χαίροις Ἐκκλησίας μέγας φωστήρ, καὶ τῆς εὐσεβείας, μυστογράφος θεοειδής· χαίροις Βασιλείας, τῆς ἄνω ὑποφήτης, Βασίλειε παμμάκαρ, πιστῶν ἑδραίωμα.

Ἅπασαν παιδείαν ἐκπαιδευθείς, τὴν θύραθεν Πάτερ, τῆς σοφίας τῆς τοῦ Θεοῦ, ὄργανον ἐδείχθης, Βασίλειε ἐν κόσμῳ, ὡς ἀρετῶν δοχεῖον, περιφανέστατος.

Βάσις Ἐκκλησίας ὤφθης στεῤῥά, δογμάτων ἁγίων, στόμα εὔσημον καὶ σοφόν, καὶ τοῦ Παρακλήτου, Βασίλειε ῥομφαία, αἱρετικῶν συγκόπτουσα, τὰ ζιζάνια.

Χαίροις τῶν πενήτων ὁ βοηθός, χηρῶν ὁ προστάτης, καὶ ἀπόρων ὁ ἀρωγός· χαίροις τεθλιμμένων, παράκλησις γλυκεῖα, καὶ γήρως βακτηρία, Πάτερ Βασίλειε.

Ἔπειδε Βασίλειε ἱερέ, ἐπὶ τοὺς ζητοῦντας, τὴν θερμήν σου ἐπισκοπήν, καὶ παράσχου πᾶσιν, ὑγείαν τὴν κατ’ ἄμφω, καὶ ἄφεσιν πταισμάτων, καὶ βίον ἄλυπον.

Σὺν τοῖς σοῖς γονεύσι καὶ ἀδελφοῖς, Χριστὸν ἐκδυσώπει, ὦ Βασίλειε ἱερέ, ὅπως ἀξιώσῃ, τῆς ἄνω Βασιλείας, τοὺς προσιόντας Πάτερ, τῇ ἀντιλήψει σου.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.


Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἥν ψάλλομεν τὸ ἑξῆς.

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Μέγας Ἐκκλησίας ἀρωγός, ὡς πανευκλεὴς Ἱεράρχης, πέλων Βασίλειε, μέγας πρέσβυς πέφηνας, ἡμῶν πρὸς Κύριον· διὰ τοῦτο βοῶμέν σοι· ἀπαύστως δυσώπει, νόσων καὶ κακώσεων, καὶ θλιβερῶν συμφορῶν, ῥύεσθαι τοὺς σὲ ἀνυμνοῦντας, καὶ τῆς Βασιλείας γενέσθαι, τοῦ Χριστοῦ μετόχους ἡμᾶς Ἅγιε.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.


Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.

Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης