Πήγαινε κάτω
Γιώτα
Γιώτα
ΤeamOwner
ΤeamOwner
Αριθμός μηνυμάτων : 187

Παρακλητικός κανών εις την Αγίαν Μεγαλομάρτυρα Αναστασία την Φαρμακολύτρια Empty Παρακλητικός κανών εις την Αγίαν Μεγαλομάρτυρα Αναστασία την Φαρμακολύτρια

Σαβ Δεκ 22, 2012 8:20 am
Φήμη μηνύματος : 100% (2 ψήφοι)
Παρακλητικός κανών εις την Αγίαν Μεγαλομάρτυρα Αναστασία την Φαρμακολύτρια.

Παρακλητικός κανών εις την Αγίαν Μεγαλομάρτυρα Αναστασία την Φαρμακολύτρια Anasta10

Εὒλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τό τροπάριον.

Ἦχος δ΄. Ο ὑψωθείς ἐν τῷ Σταυρῶ.

Ὡς τῶν νοσούντων ταχινῇ θεραπεία, καί πεπτωκότων ἐξανάστασις θεία, Ἀναστασίαν μάρτυς καλλιπάρθενε, λύτρωσαι τούς κάμνοντας συντριμμῶν ὀλεθρίων, ἔγειρον πρεσβείαις σου, ἐκ βυθοῦ ἀπωλείας, τούς ἀλλοτρόπῳ πίστει καί στοργῇ, τῆ ἱερᾷ σου Εἰκόνι προστρέχοντας.

Δόξα. Καί νῦν. Θεοτόκιον.
Οὐ σιωπήσωμεν πότε Θεοτόκε, τάς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμή γάρ Σύ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὑκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σούς γάρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.


καί ὁ Κανῶν, οὐ ἡ Ἀκροστιχίς:
΄Έγειρον ἡμᾶς παθών Ἀναστασία.

Ὠδή α΄. Ἦχος πλ. δ΄. Ὑγράν διοδεύσας.

Ἐπίνευσον μάρτυς ὡς εὐμενής, ἡμῶν τῆ δεήσει, καί πρυτάνευσον δαψιλώς, τῶν σῶν δωρεῶν τάς χορηγίας, Ἀναστασίᾳ τοῖς σε μεγαλύνουσι.

Γαλήνην εν βίῳ εἰλικρινεῖ, καί πάντων σκανδάλων, τήν τελείαν ἀποφυγήν, ἡμᾶς ἐνδυνάμωσον παμμάκαρ, ἰχνηλατεῖν διά βίου καί σῴζεσθαι.

Επίχεε ἄνωθεν δαψιλῶν τόν ἔλαιον μάρτυς, τῶν φαρμάκων τῶν μυστικῶν, καί ἴασαι νόσων δυσιάτων, Ἀναστασίᾳ ἡμᾶς τούς ἱκέτας σου.

Θεοτόκιον.
Ἰλύος με κάθαρον ἐμπαθοῦς, καί σῶσον με Κόρη, ἐπελθούσης μοι συμφορᾶς μή οὑν καταλίπῃς με Παρθένε, ἶνα μή γέλως τοῖς πᾶσι γενήσωμαι.


Ὠδή γ΄. Οὐρανίας ἁψῖδος.
Ῥυπτικῇ σου πρεσβεῖα, τά τῶν ψυχῶν τραύματα, καί τά τῶν σωμάτων θεόφρον, δεινά ἑλκώματα, ἡμῶν απόκλυνον, Ἀναστασίᾳ καί ῥῶσιν, καί ὑγείαν ἄφθονον, πᾶσι χορήγησον.

Ὀδυνῶν δυσφωρήτων ἀνιαρῶν θλίψεων, ζάλης καί πικρᾶς ἀθυμίας, ἐκ παραπτώσεων, καί κοσμικῶν πειρασμῶν, Ἀναστασία θεόφρον, ἐπιστᾶσα λύτρωσαι, ἡμᾶς τούς δούλους σου.

Νεκταρόβρυτον νᾶμα, ὕδωρ ζωῆς ἥδιστον, οἵα πέρ πηγή εὐσπλαγχνίας, καί ἀγαθότητος, Ἀναστασίᾳ σεμνῇ, τοῖς ἐν εὐχῇ τηκομένοις, κατωδύνων θλίψεων, ῥᾶνον καί ὄμβρησον.

Θεοτόκιον.
Η λαμπάς ἡ φωσφόρος, τῆς ὑπέρ νοῦν λάμψεως, ἡ ἀνατολῇ ἡ γλυκεῖα, ζωῆς τοῦ σέλαος, λάμψον ἀκτῖνα μοι, τῆς ἀληθοῦς μετανοίας σκότει γάρ καλύπτομαι, πάσης φαυλότητος.


Ἀνάστησον Ἀναστασίᾳ θεόφρον τούς σούς ἱκέτας ἐκ συντριμμάτων καί χαλεπῶν περιστάσεων, καί σεσωσμένους προσάγαγε τῷ Κυρίῳ.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.


Αἴτησις καί τό Κάθισμα.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.

Τοῖς τῶν θαυμάτων σου θείοις πυρσεύμασι, τῶν παθημάτων ἐλαύνεις τήν μοιράσιν, καί τήν ὑγείαν παρέχεις τοῖς χρῄζουσιν, Ἀναστασία Χριστοῦ σεμνοπάρθενε σύ γάρ τῶν νοσούντων ἰάτειρα.


Ὠδή δ΄. Εἰσακήκοα Κύριε.
Μοχθηρόν καί ἐπώδυνον, ὡς ἀποσκιρτήσας τῆς θείας χάριτος, διανύω βίον ἔνδοξε, ἀλλά σύ Χριστῷ με ἐπανάγαγε.

Ἀλεξίκακον ἄριστον, ἡ τῆς προστασίας σου ἐπισκίασις, ἐν βιαίαις περιστάσεσι, ὦ Ἀναστασίᾳ ἡμῖν γένοιτο.

Συμφορῶν τό ἐπίπονον, καί ἀσθενημάτων δεινῶν τήν ἔφοδον ἐξ ἡμῶν ἀπείργει πάντοτε, ὦ Ἀναστασίᾳ καλλιπάρθενε.

Θεοτόκιον.
Ἀγαλλίασιν ἄυλον, τῆ λελυπημένη ψυχῇ μου ὄμβρησον, ὤσπερ δρόσον χαριτόβρυτον, Κεχαριτωμένη Μητροπάρθενε.


Ὠδή ε΄. Φώτισον ἡμᾶς.
Θαύμασι πολλοῖς, καί ἰάσεων δυνάμεσι, διαπρέπουσα ἐν κόσμῳ ἐμφανῶς, πανταχοῦ πάντας προφθάσεις τούς καλοῦντας σε.

Ὤφθης ἀρωγός, τοῖς ποικίλως κινδυνεύουσιν ἐπιφαινομένη νοερῶς, καί τόν σάλον καταπαύσασα τῶν θλίψεων.

Νόσων χαλεπῶν, στεναγμῶν τε καί κακώσεων, καί ταλαιπωρίας πειρασμῶν, ὦ Ἀναστασίᾳ ἡμᾶς λύτρωσαι.

Θεοτόκιον.
Ἄνοιαν δεινήν, ἐκνοσήσας βίῳ χείρονι, συνεσχέθην καταιγίσι πειρασμῶν, ἀλλά τούτων Θεοτόκε σύ με λύτρωσαι.


Ὠδή ς΄. Τήν δέησιν.
Νενέκρωμαι ἁμαρτίας βέλεσι, τοξευθείς τῆ τοῦ ἐχθροῦ συνεργεῖα καί κατωτάτω ἀπέρριμμαι λάκκῳ, καί ἐν σκιᾷ τοῦ θανάτου κατώκησαᾳλλ’επιστάσα σύ σεμνῇ, ἐκ βυθοῦ τῶν κακῶν με ἀνάγαγε.

Ἀνάρρωσιν καί τελείαν λύτρωσιν, τοῖς ἐν πόνοις τρυχομένοις ἀτρύτοις, ὡς φιλοικτίρμων πρυτάνευσον Μάρτυς, καί θλιβομένων τήν λύπην μετάστρεψον  Ἀναστασία μυστικῶς, εἰς χαράν ἀληθῆ καί φαιδρότητα.

Σωμάτων σε ἰατρόν πανάριστον, καί πνευμάτων ἀληθῆ θεραπείαν, ὁ τῶν ψυχῶν καί σωμάτων Δεσπότης, Ἀναστασίᾳ λαμπρῶς ἀπειργάσατο διό θεράπευσον ἡμῶν, καί ψυχῶν καί σωμάτων τούς μώλωπας.

Θεοτόκιον.
Τῶν ῥήσεων τοῦ σεπτοῦ θελήματος, παρακούσας ἀκουσία ἐσχάτη, απεμακρύνθην Θεοῦ ὁ παντλήμων, καί χλευασμός τοῖς πλησίον μου γέγονα διό οἰκτροῦ ὀνειδισμοῦ, Θεοτόκε μου σύ με διάσωσον.


Ἀνάστησον Ἀναστασία θεόφρον τούς σούς ἱκέτας, ἐκ συντριμμάτων καί χαλεπῶν παραπτώσεων, καί σεσωσμένους προσάγαγε τῷ Κυρίῳ.

Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.


Αἴτησις καί τό Κοντάκιον.
Ἦχος β΄. Τά ἄνω ζητῶν.
Τά πάθη ἡμῶν, τά μυσαρᾷ καί χρόνια, ῥοπῇ μυστικῇ, Ἀναστασία ἴασαι, καί ζωήν ἀκίνδυνον, διανύειν ἡμᾶς καταξίωσον, ὦς ἀν τῶν θείων ἐντολῶν, τρυγήσωμεν πάντες, τούς ἐνθέους καρπούς.


Καί εὐθύς τό Προκείμενον.
Ὑπομένων ὑπέμεινα τόν Κύριον, καί προσέσχε μοι, καί εἰσήκουσε τῆς δεήσεως μου.
Στίχος. Καί ἔστησεν ἐπί πέτραν τούς πόδας μου, καί κατεύθυνε τά διαβήματα μου.

Εὐαγγέλιον. Ἐκ τοῦ κατά Ματθαῖον (κεφ. Ί 16-22)

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς Ἰδού ἐγώ ἀποστέλλω ὑμᾶς, ὡς πρόβατα ἐν μέσῳ λύκων γίνεσθε οὑν φρόνιμοι ὡς οἱ ὄφεις καί ἀκέραιοι ὡς αἱ περιστεραί. Προσέχετε δε ἀπό τῶν ἀνθρώπων παραδώσουσι γάρ ὑμᾶς εἰς συνέδρια καί ἐν συναγωγαῖς αὑτῶν μαστιγώσουσιν ὑμᾶς καί ἐπί ἡγεμόνας δε καί βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ, εἰς μαρτύριον αὑτοῖς καί τοῖς ένθεσιν.Όταν δε παραδώσουσιν ὑμᾶς, μή μεριμνήσητε πως ἡ τι λαλήσητε δοθήσεται γάρ ὑμῖν ἐν ἐκείνη τῆ ὤρα τι λαλήσητε. Οὐ γάρ ὑμεῖς ἔστε οἱ λαλοῦντες, ἀλλά τό Πνεῦμα τοῦ Πατρός ὑμῶν τό λαλοῦν ἐν ὑμῖν. Παραδώσει δε ἀδελφός ἀδελφόν εἰς θάνατον καί πατήρ τέκνον, καί ἐπαναστήσονται τέκνα ἐπί γονεῖς καί θανατώσουσιν αὑτούς. Καί ἔσεσθε μισούμενοι ὑπό πάντων διά τό ὄνομα μου ὁ δε ὑπομείνας ειςτέλος, οὗτος σωθήσεται.

Δόξα
Ταῖς τῆς Ἀθλοφόρου πρεσβείαις, ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καί νῦν
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.


Στίχος. Ἐλεῆμον, ἐλέησον με ὁ Θεός…
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Ῥῶσιν ἀδαπάνητον, ψυχῶν ὁμοῦ καί σωμάτων, ὡς πηγή ἀκένωτος, ἐπομβρία κρείττονι, ἀναβλύζουσα, τῶν παθών κάθαρον, καί τῶν νοσημάτων, τάς σπιλάδας καί προστρίμματα, ἐξ ἡμῶν τέλειον, ὦ Ἀναστασία πολύαθλε, ὑγείας ἱλαρότητα, τῆς κατ’ ἄμφω πᾶσι παρέχουσα, καί τόν σόν νυμφίον, ἀπαύστως καθικέτευε Χριστόν, ἁμαρτημάτων συγχώρησιν, δοῦναι τοῖς τιμῶσι σε.

Σῶσον ὁ Θεός τόν λαόν σου

Ὠδή ζ΄. Παῖδες Ἑβραίων.

Ἄλυτον βίον εἰρηναῖον, ἐν σεμνότητι καί πάσῃ εὐσεβείᾳ, διανύειν ἡμᾶς, ἐνίσχυσον λιταῖς σου, Ἀναστασία ἔνδοξε, ἰαμάτων ἡ πλημμύρα.

Σβέσον τήν φλόγα τῶν παθών μου, καί κατάπαυσον τόν πόνον τῆς ψυχῆς μου, καί χαράν ἀληθῆ καί θείαν εὐφροσύνην, Ἀναστασία δώρησαι, τῷ δεινῶς κεκακωμένῳ.

Ἴδε εὐσπλάγχνῳ ὄμματι σου, τήν ταπείνωσιν ἡμῶν Μεγαλομάρτυς, καί μεγάλων κακῶν, ἡμῖν ἐπερχομένων, τήν ῥύμην ἀναχαίτισον, τῆ μεγίστῃ σου πρεσβεῖα.

Θεοτόκιον.
Ἄκουσον Κόρη τῆς φωνῆς μου, ἐνωτίσθητι μυχίους στεναγμούς μου, καί μελλούσης ὀργῆς, καί φανερᾶς αἰσχύνης, ὡς οίδάς με ἀπάλλαξον, τόν δεινῶς συντετριμμένον.


Ὠδή η΄. Τόν ἐν ὄρει ἁγίῳ.
Γεωργία τῆς σῆς ἐπιστασίας, παθημάτων δεινῶν, ἀνάσπασον τάς ῥίζας, ἐκ τῶν ψυχῶν ἡμῶν θεομακάριστε, καί τῆς ἀφθαρσίας, ἐμφύτευσον ἐν ταύταις, τάς θείας ἀναδόσεις.

Ἐφορῶσα ἡμᾶς μή διαλίπῃς, τούς τήν σήν ἀρωγήν, νῦν ἐπιβοωμένους, Ἀναστασία Μάρτυς καλλιπάρθενε, ὅπως λυτρωθῶμεν, πάσης ἐπηρείας, ἐχθροῦ τοῦ παλαμναίου.

Ῥέει ἄφθονον χάριν ἰαμάτων, ἡ πανσέβαστος, καί ἱερά Εἰκών σου, καί νοσημάτων σβέννυσι τούς ἄνθρακας, καί τούς φλεγομένου, θλίψεσιν ἀτρώτους, ἐνθέους ἀναψύχει.

Θεοτόκιον.
Ἀπό πάσης ὀργῆς θανατηφόρου, καί βουλῆς πονηρᾶς, τοῦ ἀρχηγοῦ τοῦ σκότους, εὐλογημένη σῶσον με Πανάμωμε καί τῆς ενεστώτης, ῥῦσαι με ἀνάγκης, τῆ σῆ ἐπιστασία.


Ὠδή θ΄. Κυρίως Θεοτόκον.
Σωμάτων σηπεδόνας, καί ψυχῶν τάς νόσους, τῆ μυστικῇ χειρουργίᾳ θεράπευσον, Ἀναστασία Θεόφρον τῶν προσιόντων σοι.

Ιλέωσαι σοῖς δούλοις, τῆ σή μεσιτεία τόν ἀγαθόν καί εὐίλατον Κύριον, ὦς ἀν τῆς τούτου τρυφήσαιμεν ἀγαθότητος.

Μνημόνευε απαύστως, ὦ Ἀναστασία, τῶν ολοτρόπω σπουδῇ προσιόντων σοι, καί ἐκ ψυχῆς ἐξαιτούντων τήν προστασίαν σου.

Ὁλόσωμον τό τραῦμα, κέκτημαι ὁ τάλας, αλλ’επιστάσα σύ Μάρτυς με ἴασαι, καί πρός ὀδόν μετανοίας ἤδη με ἴθυνον.

Θεοτόκιον.
Ὑψίστου ὤφθης θρόνος, Κεχαριτωμένη, διό κάμε ἐκ τῶν κάτω ἀνύψωσον, πρός ἀληθείς ἀναβάσεις ζωῆς κρείττονος.


Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβίμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.

Καί τά παρόντα Μεγαλυνάρια,
Παρθενομαρτύρων την καλλονήν, καί τῶν ἰαμάτων, τόν ἀκένωτον θησαυρόν, τήν νύμφην Κυρίου, τό σκεῦος τῶν χαρίτων, σεμνῇ Ἀναστασία ὑμνολογοῦμεν σε.

Χαίροις παρθενίας εὔπνους λείπων, ὁ τά ἄνθη φέρων, τῆς ἀθλήσεως τά τερπνά, ὤν τῆ εὐδοκία σεμνῇ Ἀναστασία, ἡμῶν τάς διανοίας, εὐφραίνεις πάντοτε.

Χαίρουσα ἠγώνισαι ἀνδρικῶς, ὑπέρ τῆς ἀγάπης, τοῦ ταθέντος ἐν τῷ Σταυρῶ ὅθεν τῆς εὐκλείας, αὑτοῦ ἐπιτυχοῦσα, ἡμᾶς Ἀναστασία ἀεί περίεπε.

Χαίροις τῶν θαυμάτων ἡ λαμπηδών, ἡ τῆς εὐσπλαγχνίας, διαυγάζουσα τάς αὐγάς, καί τῶν παθημάτων, διώκουσα τό σκότος, κλυτῇ Ἀναστασία, πιστῶν βοήθεια.

Χάριτι ἐνθέου τάς παροχάς, δαψιλῶς πορίζου, τοῖς αἰτοῦσιν ὁλοσχερῶς, τήν σήν προστασίαν, σεμνῇ Ἀναστασία, καί θλιβερῶν παντοίων, ἡμᾶς διάσῳζε.

Ἔγειρον ἐκ λάκκου ἁμαρτιῶν, τήν ψυχήν μου Μάρτυς, ιλοσθήσασαν χαλεπῶς, καί πρός μετανοίας, ὁδήγησον με τρίβους, Ἀναστασία Μάρτυς, τόν εὐφημοῦντας σε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.


Τό τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριᾶς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματος σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομα σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

Καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καί τό Τροπάριον.
Ἦχος δ΄. Ο ὑψωθείς ἐν τῷ Σταυρῶ.

Τήν ἀθληφόρον τοῦ Χριστοῦ τήν πανένδοξον, Ἀναστασίαν οἱ πιστοί ἱκετεύσωμεν, ὅπως Χριστός δεήσειν αὑτῆς τειχίσηται ἡμᾶς, ὅνπερ ἐπεπόθησεν ὡς Νυμφίον οὐράνιον, πάντα ἀποπτύσασα πρός τήν τούτου ἀπόλαυσιν. Κατ’αοράτων γάρ ἐχθρῶν καί ὁρατῶν, μεσῖτις πέλει Κυρίῳ εὐπρόσδεκτος.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Μάρτυς τοῦ Χριστοῦ πανευκλεής, σκέπη τῶν πιστῶν καί προστάτις, Ἀναστασία σεμνῇ, πάσης περιστάσεως, βιαίας λύτρωσαι, τούς θερμῶς σοι προστρέχοντας, πᾶσαν εὐλογίαν, θείας ἀγαθότητος, ἐξαιτουμένη αὑτοῖς, ὅπως ἐν σεμνῇ πολιτείᾳ, καί εἰρηνικῇ καταστάσει, τόν σε μεγαλύνοντα δοξάζωμεν.

Δέσποινα πρόσδεξαι, τάς δεήσεις τῶν δούλων Σου, καί λύτρωσαι ἡμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Τήν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπό τήν σκέπην Σου.


Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν.
Κύριε Ἰησοῦ Χριστέ ὅ Θεός ἡμῶν έλέησον ἡμᾶς.
’Ἀμήν.




Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης